Humanitext Reader

斯特拉波 · 地理学 §6.1.6

雷吉翁的创建、名称由来及变迁

第 178 段,共 577 段 · 希腊语

内容简介

本章节讨论了由迦尔基斯人和美塞尼亚人创建雷吉翁的历史,其名称的由来(源于地震对西西里岛的分裂,或源于拉丁语),以及直到奥古斯都对其进行人口重建为止的历史变迁。

§6.1.6κτίσμα δʼ ἐστὶ τὸ Ῥήγιον Χαλκιδέων, οὓς κατὰ χρησμὸν δεκατευθέντας τῷ Ἀπόλλωνι διʼ ἀφορίαν ὕστερον ἐκ Δελφῶν ἀποικῆσαι δεῦρό φασι παραλαβόντας καὶ ἄλλους τῶν οἴκοθεν·
据说雷吉翁是迦尔基斯人的创建,他们因饥荒而根据神谕被作为十分之一的人口献给阿波罗,后来又带着家乡的其他同胞从德尔斐迁徙到这里。
ὡς δʼ Ἀντίοχός φησι, Ζαγκλαῖοι μετεπέμψαντο τοὺς Χαλκιδέας καὶ οἰκιστὴν Ἀντίμνηστον συνέστησαν ἐκείνων.
但正如安条克所说,赞克勒人派人去召来迦尔基斯人,并立安提姆内斯托斯为他们的建城者。
ἦσαν δὲ τῆς ἀποικίας καὶ οἱ Μεσσηνίων φυγάδες τῶν ἐν Πελοποννήσῳ καταστασιασθέντες ὑπὸ τῶν μὴ βουλομένων δοῦναι δίκας ὑπὲρ τῆς φθορᾶς τῶν παρθένων τῆς ἐν Λίμναις γενομένης τοῖς Λακεδαιμονίοις, ἃς καὶ αὐτὰς ἐβιάσαντο πεμφθείσας ἐπὶ τὴν ἱερουργίαν, καὶ τοὺς ἐπιβοηθοῦντας ἀπέκτειναν.
此外,殖民者中还包括在伯罗奔尼撒半岛的党争中被击败的美塞尼亚流亡者,击败他们的是那些不愿为在利姆奈对拉刻代蒙人处女所犯下的凌辱行为承担罪责的人,这些处女是在被送去参加祭礼时遭到他们强暴的,他们还杀害了前来救援的人。
παραχωρήσαντες οὖν εἰς Μάκιστον οἱ φυγάδες πέμπουσιν εἰς θεοῦ, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν εἰ τοιούτων τυγχάνοιεν ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες.
于是,撤退到马基斯托斯的流亡者们派人前往神庙,向阿波罗和阿耳忒弥斯抱怨,为什么他们因为替神明复仇反而落得如此境地,并询问他们已经陷入绝境,该如何获救。
ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς ἀλλὰ σεσῶσθαι μέλλοντάς γε δὴ μὴ συναφανισθήσεσθαι τῇ πατρίδι ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν·
阿波罗则命令他们与迦尔基斯人一同前往雷吉翁,并要感谢他的妹妹;因为他们并没有灭亡,而是得到了拯救,因为他们不至于与不久后将被斯巴达人攻占的祖国一同灭亡。
οἱ δʼ ὑπήκουσαν.
他们服从了神谕。
διόπερ οἱ τῶν Ῥηγίνων ἡγεμόνες μέχρι Ἀναξίλα τοῦ Μεσσηνίων γένους ἀεὶ καθίσταντο.
因此,直到阿纳克西拉斯为止,雷吉翁的统治者总是从美塞尼亚族中选任。
Ἀντίοχος δὲ τὸ παλαιὸν ἅπαντα τὸν τόπον τοῦτον οἰκῆσαί φησι Σικελοὺς καὶ Μόργητας, διᾶραι δʼ εἰς τὴν Σικελίαν ὕστερον ἐκβληθέντας ὑπὸ τῶν Οἰνωτρῶν.
而安条克说,古时这整个地区都由西西里人和莫尔格斯人居住,后来他们被奥伊诺特里亚人驱逐,渡海到了西西里岛。
φασὶ δέ τινες καὶ τὸ Μοργάντιον ἐντεῦθεν τὴν προσηγορίαν ἀπὸ τῶν Μοργήτων ἔχειν.
有些人还说,莫尔甘提翁也是因此根据莫尔格斯人的名字命名的。
ἴσχυσε δὲ μέγιστον ἡ τῶν Ῥηγίνων πόλις καὶ περιοικίδας ἔσχε συχνάς, ἐπιτείχισμά τε ὑπῆρξεν ἀεὶ τῇ νήσῳ καὶ πάλαι καὶ νεωστὶ ἐφʼ ἡμῶν, ἡνίκα Σέξτος Πομπήιος ἀπέστησε τὴν Σικελίαν.
雷吉翁城变得极其强大,拥有许多周边城镇;无论是在古代,还是在我们的时代——当塞克斯图斯·庞培煽动西西里反叛时——它始终是对抗该岛的军事要塞。
ὠνομάσθη δὲ Ῥήγιον εἴθʼ, ὥς φησιν Αἰσχύλος, διὰ τὸ συμβὰν πάθος τῇ χώρᾳ ταύτῃ· ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν " ἀφʼ οὗ δὴ Ῥήγιον κικλήσκεται.
它被命名为雷吉翁,或者如埃斯库罗斯所说,是由于该地区所发生的灾难;因为其他人和他都曾说过,西西里岛是被地震从大陆上震裂出去的,“自此便被称为雷吉翁”。
" τεκμαίρονται δʼ ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατʼ ἄλλα μέρη τῆς Σικελίας καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν οὐκ ἀπεικὸς ὑπάρχειν καὶ τοῦτο συμβῆναι.
他们根据埃特纳火山周围、西西里其他地区、利帕拉及其周围岛屿,以及皮特库赛和整个相邻对岸所发生的变故来推断,认为发生这样的事情并非不可能。
νυνὶ μὲν οὖν ἀνεῳγμένων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν, τότε δὲ πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς, μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων.
如今,由于那些喷出火、熔岩块和水的喷口已经敞开,据说海峡周围的土地很少发生地震;但在那个时候,通往表面的所有通道都被堵塞,在地下阴燃的火和气体引发了剧烈的地震,这些地方在狂风的猛烈压力下被撬开,最终退让,破裂开来,接纳了来自两边的海水,形成了这一海峡以及该地区其他岛屿之间的海面。
καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι ἀποσπάσματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρῆνες καὶ αἱ Οἰνωτρίδες.
事实上,普罗丘特和皮特库赛也是从大陆分裂出去的碎片,卡普里埃、莱科西亚、塞壬以及奥伊诺特里德斯同样如此。
αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μὲν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανόν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διῃρημένας ἐντεῦθεν ἀπερρωγέναι δοκεῖν εὐλογώτερον.
而有些岛屿则是从深海中浮现出来的,正如现在在许多地方发生的那样;因为在公海上的岛屿更有可能是从海底升起的,而位于岬角前、被海峡隔开的岛屿更合理地被认为是自那里断裂出来的。
πλὴν εἴτε διὰ ταῦτα τοὔνομα τῇ πόλει γέγονεν, εἴτε διὰ τὴν ἐπιφάνειαν τῆς πόλεως ὡς ἂν βασίλειον τῇ Λατίνῃ φωνῇ προσαγορευσάντων Σαυνιτῶν διὰ τὸ τοὺς ἀρχηγέτας αὐτῶν κοινωνῆσαι Ῥωμαίοις τῆς πολιτείας καὶ ἐπὶ πολὺ χρήσασθαι τῇ Λατίνῃ διαλέκτῳ, πάρεστι σκοπεῖν, ὁποτέρως ἔχει τἀληθές.
然而,无论该城的名字是源于这些原因,还是由于萨姆奈特人因其领袖与罗马人共享公民权并在很长一段时间内使用拉丁方言,而因该城的显著地位,用拉丁语称其为“王宫(regium)”,真相究竟是哪一种,人们尽可自己考察。
ἐπιφανῆ δʼ οὖν πόλιν οὖσαν καὶ πολλὰς μὲν πόλεις οἰκίσασαν πολλοὺς δʼ ἄνδρας παρασχομένην ἀξίους λόγου, τοὺς μὲν κατὰ πολιτικὴν ἀρετὴν τοὺς δὲ κατὰ παιδείαν, κατασκάψαι Διονύσιον αἰτιασάμενον, ὅτι αἰτησαμένῳ κόρην πρὸς γάμον τὴν τοῦ δημίου θυγατέρα προὔτειναν·
无论如何,尽管这是一座著名的城市,创建了许多城市,并培养了许多在政治美德或学术上值得称道的人才,但狄奥尼修斯还是将其夷为平地,他的借口是,当他请求娶该城的一位处女为妻时,他们却向他推荐了行刑手的女儿。
ὁ δʼ υἱὸς αὐτοῦ μέρος τι τοῦ κτίσματος ἀναλαβὼν Φοιβίαν ἐκάλεσεν.
但他的儿子重建了该城的一部分,并称之为菲比亚。
ἐπὶ Πύρρου δʼ ἡ τῶν Καμπανῶν φρουρὰ παρασπονδηθέντας διέφθειρε τοὺς πλείστους· μικρὸν δὲ πρὸ τῶν Μαρσικῶν καὶ σεισμοὶ κατήρειψαν πολὺ τῆς κατοικίας.
在皮洛士时代,坎帕尼亚人的守备队违反协定,杀害了大部分居民;在马尔西战争前不久,地震也摧毁了该定居点的大部分建筑。
Πομπήιον δʼ ἐκβαλὼν τῆς Σικελίας ὁ Σεβαστὸς Καῖσαρ ὁρῶν λιπανδροῦσαν τὴν πόλιν συνοίκους ἔδωκεν αὐτῇ τῶν ἐκ τοῦ στόλου τινάς, καὶ νῦν ἱκανῶς εὐανδρεῖ.
而奥古斯都·凯撒在将庞培赶出西西里后,见该城人口稀少,便将他舰队中的一些士兵作为共同移居者分派给它,如今该城的人口已相当繁盛。

词汇与语法注释

  1. §6.1.6οὓς κατὰ χρησμὸν δεκατευθέντας τῷ Ἀπόλλωνι διʼ ἀφορίαν ὕστερον ἐκ Δελφῶν ἀποικῆσαι δεῦρό φασι — 关系代词对格“οὓς”作为不定式“ἀποικῆσαι”的逻辑主语,与主动词“φασί”共同构成“对格与不定式”结构。分词“δεκατευθέντας”修饰“οὓς”。
  2. §6.1.6εἰ τοιούτων τυγχάνοιεν ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς — 连词“εἰ”引导间接疑问句表达抱怨。“ἀνθʼ ὧν”是关系代词吸引,相当于“ἀντὶ τούτων ἃ...”。动词“ἐτιμώρουν”带与格“αὐτοῖς”,意思是“为(神明)复仇/协助”。
  3. ¦p.354¦ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν — 不定式“ἀπορραγῆναι”(以“τὴν Σικελίαν”为对格主语)作为“εἴρηκεν”的宾语。尽管主语“ἄλλοι τε κἀκεῖνος”在语义上是复数,但动词“εἴρηκεν”采用单数,与较近的主语“κἀκεῖνος”一致。
  4. ¦p.355¦προσαγορευσάντων Σαυνιτῶν — 在表示选择性原因的结构(“εἴτε... εἴτε...”)中,嵌套了属格独立结构“προσαγορευσάντων Σαυνιτῶν”,作为第二个选择分支的逻辑原因。

引用这一段

斯特拉波, 地理学 §6.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。