§6.1.5ἀπὸ δὲ Λάου πρώτη πόλις ἐστὶ τῆς Βρεττίας Τεμέση (Τέμψαν δʼ οἱ νῦν καλοῦσιν) Αὐσόνων κτίσμα, ὕστερον δὲ καὶ Αἰτωλῶν τῶν μετὰ Θόαντος, οὓς ἐξέβαλον Βρέττιοι, Βρεττίους δὲ ἐπέτριψαν Ἀννίβας τε καὶ Ῥωμαῖοι.
从拉奥斯出发,布雷蒂亚的第一座城市是特梅塞(现在的人称之为特普萨),它最初由奥索内斯人创建,后来也由跟随托阿斯的埃托利亚人共同创建,之后布雷蒂人将他们驱逐,而布雷蒂人自身则被汉尼拔和罗马人重创。
ἔστι δὲ πλησίον τῆς Τεμέσης ἡρῷον ἀγριελαίοις συνηρεφὲς Πολίτου τῶν Ὀδυσσέως ἑταίρων, ὃν δολοφονηθέντα ὑπὸ τῶν βαρβάρων γενέσθαι βαρύμηνιν, ὥστε τοὺς περιοίκους δασμολογεῖν αὐτῷ κατά τι λόγιον καὶ παροιμίαν εἶναι πρὸς τοὺς ἀηδεῖς, τὸν ἥρωα τὸν ἐν Τεμέσῃ λεγόντων ἐπικεῖσθαι αὐτοῖς.
在特梅塞附近有一座覆盖着野生橄榄树的英雄祠堂,纪念奥德修斯的同伴之一波里托斯。 他被蛮族谋杀后成为心怀剧怒的怨灵,以至于当地居民不得不根据某条神谕向他纳贡,而且对那些令人讨厌的人来说,这成了一句谚语,人们会说特梅塞的英雄正压在他们头上。
Λοκρῶν δὲ τῶν Ἐπιζεφυρίων ἑλόντων τὴν πόλιν, Εὔθυμον μυθεύουσι τὸν πύκτην καταβάντα ἐπʼ αὐτὸν κρατῆσαι τῇ μάχῃ, καὶ βιάσασθαι παραλῦσαι τοῦ δασμοῦ τοὺς ἐπιχωρίους.
传说当艾皮泽斐留伊的洛克里人占领这座城市时,拳击手埃乌特乌莫斯下去与他对抗,在战斗中击败了他,并强迫他免除当地人的纳贡。
ταύτης δὲ τῆς Τεμέσης φασὶ μεμνῆσθαι τὸν ποιητήν, οὐ τῆς ἐν Κύπρῳ Ταμασσοῦ· λέγεται γὰρ ἀμφοτέρως.
人们说,诗人所提到的是这个特梅塞,而不是塞浦路斯的塔马索斯;因为这两个名字发音相似。
καὶ δείκνυται χαλκουργεῖα πλησίον, ἃ νῦν ἐκλέλειπται.
附近还展示有铜矿遗址,但现在已被废弃。
ταύτης δὲ συνεχὴς Τερῖνα, ἣν Ἀννίβας καθεῖλεν οὐ δυνάμενος φυλάττειν, ὅτε δὴ εἰς αὐτὴν καταπεφεύγει τὴν Βρεττίαν.
与此相连的是泰里纳,汉尼拔因无法防守而在退入布雷蒂亚本土时将其摧毁。
εἶτα Κωσεντία μητρόπολις Βρεττίων· μικρὸν δʼ ὑπὲρ ταύτης Πανδοσία φρούριον ἐρυμνόν, περὶ ἣν Ἀλέξανδρος ὁ Μολοττὸς διεφθάρη.
接下来是布雷蒂人的母都市科森蒂亚;在这座城市稍微上方是强固的堡垒潘多西亚,摩罗索斯人亚历山大就在其周围丧生。
ἐξηπάτησε δὲ καὶ τοῦτον ὁ ἐκ Δωδώνης χρησμὸς φυλάττεσθαι κελεύων τὸν Ἀχέροντα καὶ τὴν Πανδοσίαν δεικνυμένων γὰρ ἐν τῇ Θεσπρωτίᾳ ὁμωνύμων τούτοις, ἐνταῦθα κατέστρεψε τὸν βίον.
来自多多纳的神谕也欺骗了他,神谕命令他提防阿刻戎和潘多西亚;因为在塞斯普罗蒂亚地区有与此同名的地方,他却在这里结束了一生。
τρικόρυφον δʼ ἐστὶ τὸ φρούριον, καὶ παραρρεῖ ποταμὸς Ἀχέρων.
这座堡垒有三个山顶,阿刻戎河流经其旁。
προσηπάτησε δὲ καὶ ἄλλο λόγιον
"
Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις.
另一条神谕也欺骗了他:“三丘的潘多西亚啊,你终将毁灭许多人。
"
ἔδοξε γὰρ πολεμίων φθοράν, οὐκ οἰκείων δηλοῦσθαι.
”因为这似乎意味着敌人的毁灭,而不是他自己人的毁灭。
φασὶ δὲ καὶ βασίλειόν ποτε γενέσθαι τῶν Οἰνωτρικῶν βασιλέων τὴν Πανδοσίαν.
据说潘多西亚曾是奥伊诺特里亚国王们的王宫。
μετὰ δὲ τὴν Κωσεντίαν Ἱππώνιον Λοκρῶν κτίσμα· Βρεττίους δὲ κατέχοντας ἀφείλοντο Ῥωμαῖοι καὶ μετωνόμασαν Ὀυιβῶνα Ὀυαλεντίαν.
科森蒂亚之后是希波尼翁,由洛克里人创建;当布雷蒂人占领它时,罗马人从他们手中夺走并改名为维博·瓦伦蒂亚。
διὰ δὲ τὸ εὐλείμονα εἶναι τὰ περικείμενα χωρία καὶ ἀνθηρὰ τὴν Κόρην ἐκ Σικελίας πεπιστεύκασιν ἀφικνεῖσθαι δεῦρο ἀνθολογήσουσαν· ἐκ δὲ τούτου ταῖς γυναιξὶν ἐν ἔθει γέγονεν ἀνθολογεῖν τε καὶ στεφανηπλοκεῖν, ὥστε ταῖς ἑορταῖς αἰσχρὸν εἶναι στεφάνους ὠνητοὺς φορεῖν.
由于周围的土地是美丽的牧草地且繁花似锦,人们相信科勒是从西西里来到这里采花的;由此,妇女们采花并编织花冠成为一种习俗,以至于在节日里佩戴买来的花冠被视为是可耻的。
ἔχει δʼ ἐπίνειον, ὃ κατεσκεύασέ ποτε Ἀγαθοκλῆς ὁ τύραννος τῶν Σικελιωτῶν κρατήσας τῆς πόλεως.
它有一个港口,是西西里人的僭主阿加托克利斯在控制该城时建造的。
ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἡρακλέους λιμένα πλεύσασιν ἄρχεται ἐπιστρέφειν τὰ ἄκρα τῆς Ἰταλίας τὰ πρὸς τῷ πορθμῷ πρὸς τὴν ἑσπέραν.
从这里乘船前往赫拉克勒斯港的人会发现,靠近海峡的意大利岬角开始向西偏转。
ἐν δὲ τῷ παράπλῳ τούτῳ Μέδμα πόλις Λοκρῶν τῶν αὐτῶν, ὁμώνυμος κρήνῃ μεγάλῃ, πλησίον ἔχουσα ἐπίνειον καλούμενον Ἐμπόριον· ἐγγὺς δὲ καὶ Μέταυρος ποταμὸς καὶ ὕφορμος ὁμώνυμος.
在这段沿海航程中,有同一洛克里人的城市梅德马,它与一口大泉同名,附近有一个被称为恩波里翁的港口;近旁还有梅陶罗斯河和同名的锚地。
πρόκεινται δὲ τῆς ᾐόνος ταύτης αἱ τῶν Λιπαραίων νῆσοι διέχουσαι τοῦ πορθμοῦ σταδίους διακοσίους.
在这片海岸的前方,距离海峡两百斯塔迪亚处,横卧着利帕拉人的岛屿。
οἱ δʼ Αἰόλου φασίν, οὗ καὶ τὸν ποιητὴν μεμνῆσθαι κατὰ τὴν Ὀδύσσειαν· εἰσὶ δʼ ἑπτὰ τὸν ἀριθμὸν ἐν ἀπόψει πᾶσαι καὶ τοῖς ἐκ τῆς Σικελίας καὶ τοῖς ἐκ τῆς ἠπείρου τοῖς κατὰ τὴν Μέδμαν ἀφορῶσι· περὶ ὧν ἐροῦμεν, ὅταν περὶ τῆς Σικελίας λέγωμεν.
人们说它们是埃俄罗斯的岛屿,诗人也在《奥德赛》中提到了这些岛屿;它们数量为七个,无论是从西西里看,还是从梅德马附近的大陆看,都尽在眼前;关于这些,我们将在谈到西西里时予以叙述。
ἀπὸ δὲ τοῦ Μεταύρου ποταμοῦ ἕτερος· ἐκδέχεται δʼ ἐντεῦθεν τὸ Σκύλλαιον, πέτρα χερρονησίζουσα ὑψηλή, τὸν ἰσθμὸν ἀμφίδυμον καὶ ταπεινὸν ἔχουσα, ὃν Ἀναξίλαος ὁ τύραννος τῶν Ῥηγίνων ἐπετείχισε τοῖς Τυρρηνοῖς κατασκευάσας ναύσταθμον, καὶ ἀφείλετο τοὺς λῃστὰς τὸν διὰ τοῦ πορθμοῦ διάπλουν.
从梅陶罗斯河出发还有另一条河;从那里接下去是斯库莱翁,那是一座形成半岛的高耸岩石,拥有一个两边相通且低矮的地峡,雷吉翁人的僭主阿纳克西拉斯曾在此筑城防范第勒尼安人,建造了海军基地,并剥夺了海盗通过海峡的航行权。
πλησίον γάρ ἐστι καὶ ἡ Καῖνυς διέχουσα τῆς Μέδμης σταδίους πεντήκοντα καὶ διακοσίους, ἡ τελευταία ποιοῦσα ἄκρα τὰ στενὰ τοῦ πορθμοῦ πρὸς τὴν ἐκ τῆς Σικελίας ἄκραν τὴν Πελωριάδα· ἔστι δʼ αὕτη μία τῶν τριῶν τῶν ποιουσῶν τρίγωνον τὴν νῆσον, νεύει δὲ ἐπὶ θερινὰς ἀνατολάς, καθάπερ ἡ Καῖνυς πρὸς τὴν ἑσπέραν, ἀνταποστροφήν τινα ἀπʼ ἀλλήλων ποιουμένων αὐτῶν.
因为近旁就是凯纽斯岬,距离梅德马二百五十斯塔迪亚,它是形成海峡狭窄处并与西西里角彼岸的佩洛里亚斯岬相对的最后一个岬角;后者是构成三角形岛屿的三个岬角之一,它指向夏至日出的方向,正如凯纽斯岬指向西方一样,它们彼此作了一定程度的相背偏转。
ἀπὸ δὲ Καίνυος μέχρι τοῦ Ποσειδωνίου, τῆς Ῥηγίνων στυλίδος, τοῦ πορθμοῦ διήκει στενωπὸς ὅσον ἑξαστάδιος, μικρῷ δὲ πλέον τὸ ἐλάχιστον διαπέραμα· ἀπὸ δὲ στυλίδος ἑκατὸν εἰς Ῥήγιον, ἤδη τοῦ πορθμοῦ πλατυνομένου, προϊοῦσι πρὸς τὴν ἔξω καὶ πρὸς ἕω θάλατταν τὴν τοῦ Σικελικοῦ καλουμένου πελάγους.
从凯纽斯到波塞多尼翁(雷吉翁人的纪念柱),海峡的狭窄通道延伸约六斯塔迪亚,而最窄的横渡距离则略宽一些;从纪念柱出发前行一百斯塔迪亚便到达雷吉翁,此时海峡已经变宽,通往被称为西西里海的外海及东部海洋。