§6.1.14μετὰ δὲ Θουρίους Λαγαρία φρούριον, Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὅθεν καὶ ὁ Λαγαριτανὸς οἶνος, γλυκὺς καὶ ἁπαλὸς καὶ παρὰ τοῖς ἰατροῖς σφόδρα εὐδοκιμῶν· καὶ ὁ Θουρῖνος δὲ τῶν ἐν ὀνόματι οἴνων ἐστίν.
苏里伊之后是拉加里亚要塞,它是埃ペイ奥斯和福基斯人的创建地,这里也产拉加里亚葡萄酒,这种酒甘甜柔和,在医生中极享有盛誉;而苏里伊葡萄酒也是名酒之一。
εἶθʼ Ἡράκλεια πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης, καὶ ποταμοὶ δύο πλωτοὶ Ἄκιρις καὶ Σῖρις, ἐφʼ οὗ πόλις ἦν ὁμώνυμος Τρωική· χρόνῳ δὲ τῆς Ἡρακλείας ἐντεῦθεν οἰκισθείσης ὑπὸ Ταραντίνων, ἐπίνειον αὕτη τῶν Ἡρακλεωτῶν ὑπῆρξε.
接着是稍位于海之上的赫拉克利亚城,以及两条可航行的河流阿基里斯河和西里斯河,在后者上曾有一座同名的特洛伊城市;后来,随着塔拉斯人从那里创建了赫拉克利亚,这里便成了赫拉克利亚人的港口。
διεῖχε δʼ Ἡρακλείας μὲν τέτταρας καὶ εἴκοσι σταδίους, Θουρίων δὲ περὶ τριακοσίους τριάκοντα.
它距离赫拉克利亚二十四斯塔德,距离苏里伊约三百三十斯塔德。
τῆς δὲ τῶν Τρώων κατοικίας τεκμήριον ποιοῦνται τὸ τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος ξόανον ἱδρυμένον αὐτόθι, ὅπερ καταμῦσαι μυθεύουσιν ἀποσπωμένων τῶν ἱκετῶν ὑπὸ Ἰώνων τῶν ἑλόντων τὴν πόλιν·
作为特洛伊人定居的证据,人们举出安置在那里的伊利奥斯阿テナ的木雕神像,神话中说,当占领该城的爱奥尼亚人强行拉走求庇护者时,神像闭上了眼睛。
τούτους γὰρ ἐπελθεῖν οἰκήτορας φεύγοντας τὴν Λυδῶν ἀρχήν, καὶ βίᾳ λαβεῖν τὴν πόλιν Χώνων οὖσαν, καλέσαι δὲ αὐτὴν Πολίειον· δείκνυσθαι δὲ καὶ νῦν καταμῦον τὸ ξόανον.
因为据说,这些爱奥尼亚人为了逃避吕底亚人的统治而作为定居者到来,武力占领了原本属于乔内斯人的城市,并将其命名为波利埃翁;而且据说该木像至今仍显现出闭眼的样子。
ἰταμὸν μὲν οὖν καὶ τὸ οὕτω μυθεύειν, ὥστε μὴ καταμῦσαι ἀναινόμενον, καθάπερ καὶ ἐν Ἰλίῳ ἀποστραφῆναι κατὰ τὸν Κασάνδρας βιασμόν, ἀλλὰ καὶ καταμῦον δείκνυσθαι· πολὺ δὲ ἰταμώτερον τὸ τοσαῦτα ποιεῖν ἐξ Ἰλίου κεκομισμένα ξόανα, ὅσα φασὶν οἱ συγγραφεῖς· καὶ γὰρ ἐν Ῥώμῃ καὶ ἐν Λαουινίῳ καὶ ἐν Λουκερίᾳ καὶ ἐν Σειρίτιδι Ἰλιὰς Ἀθηνᾶ καλεῖται ὡς ἐκεῖθεν κομισθεῖσα.
然而,如此编造神话——不仅说它因抗拒而闭眼,就像在伊利奥斯因卡桑德拉被强暴而转过身去一样,而且甚至显现出闭眼的样子——是荒谬的;但把历史学家所说的这么多木像都当作是从伊利奥斯运来的,就更加荒谬了;因为在罗马、在拉维尼乌姆、在卢塞里亚和在塞里蒂斯,阿テナ都被称为‘伊利奥斯阿テナ’,因其被认为是从那里运来的。
καὶ τὸ τῶν Τρῳάδων δὲ τόλμημα περιφέρεται πολλαχοῦ καὶ ἄπιστον φαίνεται καίπερ δυνατὸν ὄν.
此外,特洛伊妇女的大胆举动也在许多地方流传,虽然有可能,但看起来令人难以置信。
τινὲς δὲ καὶ Ῥοδίων κτίσμα φασὶ καὶ Σειρῖτιν καὶ τὴν ἐπὶ τοῦ Τράεντος Σύβαριν.
有些人还说,塞里蒂斯和特拉埃斯河畔的塞巴里斯都是罗得斯人的创建。
φησὶ δʼ Ἀντίοχος τοὺς Ταραντίνους Θουρίοις καὶ Κλεανδρίδᾳ τῷ στρατηγῷ φυγάδι ἐκ Λακεδαίμονος πολεμοῦντας περὶ τῆς Σειρίτιδος συμβῆναι, καὶ συνοικῆσαι μὲν κοινῇ, τὴν δʼ ἀποικίαν κριθῆναι Ταραντίνων, Ἡράκλειαν δʼ ὕστερον κληθῆναι μεταβαλοῦσαν καὶ τοὔνομα καὶ τὸν τόπον.
安提奥科斯说,塔拉斯人与苏里伊人以及从拉刻代蒙流亡的将军克兰德里达斯为了塞里蒂斯地区交战,后来达成了协议,共同居住在一起,但该殖民地判定归属塔拉斯人,后来改名为赫拉克利亚,改变了名称和地点。
§6.1.15ἑξῆς δʼ ἐστὶ Μεταπόντιον, εἰς ἣν ἀπὸ τοῦ ἐπινείου τῆς Ἡρακλείας εἰσὶ στάδιοι τετταράκοντα πρὸς τοῖς ἑκατόν.
紧接着是梅塔庞蒂翁,从赫拉克利亚港口到那里有一百四十斯塔德。
Πυλίων δὲ λέγεται κτίσμα τῶν ἐξ Ἰλίου πλευσάντων μετὰ Νέστορος, οὓς οὕτως ἀπὸ γεωργίας εὐτυχῆσαί φασιν ὥστε θέρος χρυσοῦν ἐν Δελφοῖς ἀναθεῖναι.
据说它是与涅斯托尔一起从伊利奥斯航行而来的皮洛斯人的创建地,据说他们因农业而非常繁荣,以至于在德尔斐献纳了“黄金收成”。
σημεῖον δὲ ποιοῦνται τῆς κτίσεως τὸν τῶν Νηλειδῶν ἐναγισμόν· ἠφανίσθη δʼ ὑπὸ Σαυνιτῶν.
他们举出对涅琉斯后代的祭祀作为创建的证据;但该城后来被萨姆尼特人摧毁。
Ἀντίοχος δέ φησιν ἐκλειφθέντα τὸν τόπον ἐποικῆσαι τῶν Ἀχαιῶν τινας μεταπεμφθέντας ὑπὸ τῶν ἐν Συβάρει Ἀχαιῶν, μεταπεμφθῆναι δὲ κατὰ μῖσος τὸ πρὸς Ταραντίνους τῶν Ἀχαιῶν τῶν ἐκπεσόντων ἐκ τῆς Λακωνικῆς, ἵνα μὴ Ταραντῖνοι γειτνιῶντες ἐπιπηδήσαιεν τῷ τόπῳ.
安提奥科斯说,当该地被废弃时,一些阿卡亚人在此重新定居,他们是被塞巴里斯的阿卡亚人召来的;召来他们是由于从拉科尼卡被驱逐的阿卡亚人对塔拉斯人的憎恨,目的是防止邻近的塔拉斯人突袭该地。
δυεῖν δʼ οὐσῶν πόλεων, τοῦ Μεταποντίου ἐγγυτέρω τοῦ Τάραντος, πεισθῆναι τοὺς ἀφιγμένους ὑπὸ τῶν Συβαριτῶν τὸ Μεταπόντιον κατασχεῖν· τοῦτο μὲν γὰρ ἔχοντας ἕξειν καὶ τὴν Σειρῖτιν, εἰ δʼ ἐπὶ τὴν Σειρῖτιν τράποιντο, προσθήσειν τοῖς Ταραντίνοις τὸ Μεταπόντιον ἐν πλευραῖς οὖσι.
由于有两座城市,而梅塔庞蒂翁距离塔拉斯更近,抵达的人们被塞巴里斯人说服去占领梅塔庞蒂翁;因为如果他们占有这里,也将占有塞里蒂斯地区,但如果他们转向塞里蒂斯,他们就会把梅塔庞蒂翁拱手让给处于其侧面的塔拉斯人。
πολεμοῦντας δʼ ὕστερον πρὸς τοὺς Ταραντίνους καὶ τοὺς ὑπερκειμένους Οἰνωτροὺς ἐπὶ μέρει διαλυθῆναι τῆς γῆς, ὅπερ γενέσθαι τῆς τότε Ἰταλίας ὅριον καὶ τῆς Ἰαπυγίας.
后来,他们与塔拉斯人以及位于其上方的俄诺特利亚人交战,最后通过瓜分土地达成和解,这成为了当时意大利与伊阿庇吉亚的边界。
ἐνταῦθα δὲ καὶ τὸν Μετάποντον μυθεύουσι καὶ τὴν Μελανίππην τὴν δεσμῶτιν καὶ τὸν ἐξ αὐτῆς Βοιωτόν.
在这里,人们还编造了梅塔庞托斯、被囚禁的梅拉尼佩以及她所生的波伊奥托斯的神话。
δοκεῖ δʼ Ἀντίοχος τὴν πόλιν Μεταπόντιον εἰρῆσθαι πρότερον Μέταβον, παρωνομάσθαι δʼ ὕστερον· τήν τε Μελανίππην οὐ πρὸς τοῦτον ἀλλὰ πρὸς Δῖον κομισθῆναι ἐλέγχειν ἡρῷον τοῦ Μετάβου καὶ Ἄσιον τὸν ποιητὴν φήσαντα ὅτι τὸν Βοιωτὸν
"
Δίου ἐνὶ μεγάροις τέκεν εὐειδὴς Μελανίππη
"
ὡς πρὸς ἐκεῖνον ἀχθεῖσαν τὴν Μελανίππην, οὐ πρὸς Μέταβον.
安提奥科斯认为这座城市以前叫梅塔博斯,后来才改名为梅塔庞蒂翁;他通过梅塔博斯的祠堂以及诗人阿西乌斯的话证明了梅拉尼佩不是被带到他那里,而是被带到了迪奥斯那里,阿西乌斯说‘美丽的梅拉尼佩在迪奥斯的宫殿里生下了波伊奥托斯,’这表明梅拉尼佩是被带到他那里,而不是梅塔博斯。
οἰκιστὴς δὲ τοῦ Μεταποντίου Δαύλιος ὁ Κρίσης τύραννος γεγένηται τῆς περὶ Δελφούς, ὥς φησιν Ἔφορος.
而梅塔庞蒂翁的创建者是德尔斐附近的克里萨的统治者达乌里乌斯,正如埃福罗斯所说。
ἔστι δέ τις καὶ οὗτος λόγος ὡς ὁ πεμφθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὸν συνοικισμὸν Λεύκιππος εἴη, χρησάμενος δὲ παρὰ τῶν Ταραντίνων τὸν τόπον εἰς ἡμέραν καὶ νύκτα μὴ ἀποδοίη, μεθʼ ἡμέραν μὲν λέγων πρὸς τοὺς ἀπαιτοῦντας ὅτι καὶ εἰς τὴν ἐφεξῆς νύκτα αἰτήσαιτο καὶ λάβοι, νύκτωρ δʼ ὅτι καὶ πρὸς τὴν ἑξῆς ἡμέραν.
还有这样一个故事,说被阿卡亚人派来共同定居的留基伯,向塔拉斯人借了该地一天一夜,却不肯归还,白天对要求归还的人说他已经为了接下来的夜晚也请求并得到了许可,夜晚则说为了接下来的白天也同样如此。
ἐφεξῆς δʼ ἐστὶν ὁ Τάρας καὶ ἡ Ἰαπυγία, περὶ ὧν ἐροῦμεν, ὅταν πρότερον τὰς προκειμένας τῆς Ἰταλίας νήσους περιοδεύσωμεν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν· ἀεὶ γὰρ τοῖς ἔθνεσιν ἑκάστοις τὰς γειτνιώσας προσκαταλέγοντες νήσους καὶ νῦν, ἐπειδὴ μέχρι τέλους ἐπεληλύθαμεν τὴν Οἰνωτρίαν, ἥνπερ καὶ Ἰταλίαν μόνην ὠνόμαζον οἱ πρότερον, δίκαιοί ἐσμεν φυλάξαι τὴν αὐτὴν τάξιν, ἐπελθόντες τὴν Σικελίαν καὶ τὰς περὶ αὐτὴν νήσους.
接下来是塔拉斯和伊阿庇吉亚,关于这两处,我们将在根据最初的计划先巡视了意大利前方的岛屿之后再作讨论;因为我们总是将相邻的岛屿与每个民族一起列出,现在也是,既然我们已经走完了俄诺特利亚的尽头——以前的人仅将此处称为意大利——我们应当遵循同样的顺序,继续前往西西里及其周围的岛屿。