Humanitext Reader

斯特拉波 · 地理学 §6.1.12-6.1.13

克罗托内与塞巴里斯的建城及兴衰

第 181 段,共 577 段 · 希腊语

内容简介

记述了克罗托内与塞巴里斯的建城传说及地理与自然特征,详细阐述了克罗托内的体育盛况、米隆的轶事,以及塞巴里斯的兴衰及演变为苏里伊的过程。

§6.1.12πρώτη δʼ ἐστὶ Κρότων ἐν ἑκατὸν καὶ πεντήκοντα σταδίοις ἀπὸ τοῦ Λακινίου καὶ ποταμὸς Αἴσαρος καὶ λιμὴν καὶ ἄλλος ποταμὸς Νέαιθος, ᾧ τὴν ἐπωνυμίαν γενέσθαι φασὶν ἀπὸ τοῦ συμβεβηκότος.
第一座城市是克罗托内,距离拉基尼翁一百五十斯塔德,这里有艾萨罗斯河、一个港口,以及另一条名为内埃托斯的河流,人们说该河的名字来源于所发生的一件事。
καταχθέντας γάρ τινας τῶν ἀπὸ τοῦ Ἰλιακοῦ στόλου πλανηθέντων Ἀχαιῶν ἐκβῆναι λέγουσιν ἐπὶ τὴν κατάσκεψιν τῶν χωρίων, τὰς δὲ συμπλεούσας αὐτοῖς Τρῳάδας καταμαθούσας ἔρημα ἀνδρῶν τὰ πλοῖα ἐμπρῆσαι βαρυνομένας τὸν πλοῦν, ὥστʼ ἀναγκασθῆναι μένειν ἐκείνους, ἅμα καὶ τὴν γῆν σπουδαίαν ὁρῶντας· εὐθὺς δὲ καὶ ἄλλων πλειόνων εἰσαφικνουμένων καὶ ζηλούντων ἐκείνους κατὰ τὸ ὁμόφυλον, πολλὰς κατοικίας γενέσθαι, ὧν αἱ πλείους ὁμώνυμοι τῶν ποταμῶν ἐγένοντο.
因为据说,从特洛伊船队中迷失的阿卡亚人中,有一些人在靠岸后登岸侦察该地区,而与他们同行的特洛伊妇女,在发现船上没有男人时,由于厌倦了航行而将船只烧毁,致使那些男人被迫留了下来,同时也因为他们看到这里的土地十分优渥;随后,由于更多同族人陆续抵达并羡慕他们,便形成了许多居住地,其中大多数居住地与河流同名。
φησὶ δʼ Ἀντίοχος, τοῦ θεοῦ χρήσαντος Ἀχαιοῖς Κρότωνα κτίζειν, ἀπελθεῖν Μύσκελλον κατασκεψόμενον τὸν τόπον, ἰδόντα δʼ ἐκτισμένην ἤδη Σύβαριν ποταμῷ τῷ πλησίον ὁμώνυμον κρῖναι ταύτην ἀμείνω· ἐπανερέσθαι δʼ οὖν ἀπιόντα τὸν θεὸν εἰ λῷον εἴη ταύτην ἀντʼ ἐκείνης κτίζειν, τὸν δὲ ἀνειπεῖν (ἐτύγχανε δὲ ὑπόκυφος ὢν ὁ Μύσκελλος) " Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλο ματεύων κλάσματα θηρεύεις· δῶρον δʼ ὅ τι δῷ τις ἐπαινεῖν.
安提奥科斯说,当神向阿卡亚人降下神托让他们建造克罗托内时,缪斯凯洛斯前去侦察该地,但他看到附近已建成了与河流同名的塞巴里斯,便判定这里更好;无论如何,他在离开时再次询问神,是否建造这做城市来代替那座城市更好,但神回答说(当时缪斯凯洛斯恰好有些驼背): “驼背的缪斯凯洛斯啊,在神所指示之外寻求其他事物,你是在搜寻碎屑;任何别人给予的礼物都应当称赞。
" ἐπανελθόντα δὲ κτίσαι τὸν Κρότωνα συμπράξαντος καὶ Ἀρχίου τοῦ τὰς Συρακούσσας οἰκίσαντος, προσπλεύσαντος κατὰ τύχην ἡνίκα ὥρμητο ἐπὶ τὸν τῶν Συρακουσσῶν οἰκισμόν.
” 于是他回去,在建造了叙拉古的阿尔基亚斯的协助下建造了克罗托内。 阿尔基亚斯是在出发去建造叙拉古时,机缘巧合下乘船来到这里的。
ᾤκουν δὲ Ἰάπυγες τὸν Κρότωνα πρότερον, ὡς Ἔφορός φησι.
埃福罗斯说,以前伊阿庇吉斯人居住在克罗托内。
δοκεῖ δʼ ἡ πόλις τά τε πολέμια ἀσκῆσαι καὶ τὰ περὶ τὴν ἄθλησιν· ἐν μιᾷ γοῦν Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες τῷ σταδίῳ ἑπτὰ ἄνδρες ἅπαντες ὑπῆρξαν Κροτωνιᾶται, ὥστʼ εἰκότως εἰρῆσθαι δοκεῖ διότι Κροτωνιατῶν ὁ ἔσχατος πρῶτος ἦν τῶν ἄλλων Ἑλλήνων· καὶ τὴν παροιμίαν δὲ ὑγιέστερον Κρότωνος λέγουσαν ἐντεῦθεν εἰρῆσθαί φασιν, ὡς τοῦ τόπου πρὸς ὑγίειαν καὶ εὐεξίαν ἔχοντός τι φορόν.
这座城市似乎既注重军事,又注重体育;至少在一次奥运会上,在体育场短跑比赛中超越其他人的七名男子全都是克罗托内人,因此,人们说“克罗托内人中的最后一名也是其他希腊人中的第一名”似乎不无道理;人们还说,谚语“比克罗托内更健康”也是由此而来的,因为该地具有促进健康和体魄的特质。
πλείστους οὖν Ὀλυμπιονίκας ἔσχε, καίπερ οὐ πολὺν χρόνον οἰκηθεῖσα διὰ τὸν φθόρον τῶν ἐπὶ Σάγρᾳ πεσόντων ἀνδρῶν τοσούτων τὸ πλῆθος· προσέλαβε δὲ τῇ δόξῃ καὶ τὸ τῶν Πυθαγορείων πλῆθος καὶ Μίλων, ἐπιφανέστατος μὲν τῶν ἀθλητῶν γεγονὼς ὁμιλητὴς δὲ Πυθαγόρου διατρίψαντος ἐν τῇ πόλει πολὺν χρόνον.
因此,它拥有的奥运会冠军最多,尽管由于在萨格拉斯河战死的如此众多的男子所带来的毁灭,该城并未能长久维持繁荣;此外,毕达哥拉斯学派的众多成员,以及在运动员中最著名的、并在该城居住过很长时间的毕达哥拉斯的弟子米隆,都为该城增添了名声。
φασὶ δʼ ἐν τῷ συσσιτίῳ ποτὲ τῶν φιλοσόφων πονήσαντος στύλου τὸν Μίλωνα ὑποδύοντα σῶσαι ἅπαντας, ὑποσπάσαι δὲ καὶ ἑαυτόν· τῇ δʼ αὐτῇ ῥώμῃ πεποιθότα εἰκὸς καὶ τὴν ἱστορουμένην ὑπό τινων εὑρέσθαι καταστροφὴν τοῦ βίου.
人们说,有一次在哲学家们的共餐处,当一根柱子要倒塌时,米隆钻到下面支撑住,救了所有人,并且自己也脱了身;很有可能,他因信任同样的怪力而遭遇了某些人所记载的生命的终结。
λέγεται γοῦν ὁδοιπορῶν ποτε διʼ ὕλης βαθείας παραβῆναι τὴν ὁδὸν ἐπὶ πλέον, εἶθʼ εὑρὼν ξύλον μέγα ἐσφηνωμένον, ἐμβαλὼν χεῖρας ἅμα καὶ πόδας εἰς τὴν διάστασιν βιάζεσθαι πρὸς τὸ διαστῆσαι τελέως· τοσοῦτον δʼ ἴσχυσε μόνον ὥστʼ ἐκπεσεῖν τοὺς σφῆνας· εἶτʼ εὐθὺς ἐπισυμπεσεῖν τὰ μέρη τοῦ ξύλου, ἀποληφθέντα δʼ αὐτὸν ἐν τῇ τοιαύτῃ πάγῃ θηρόβρωτον γενέσθαι.
据说,有一次他在深林中漫步时迷了路,随后发现了一块被楔子劈开的大木头,他把手和脚都伸进裂缝中用力,企图将其完全劈开;但他只有让楔子脱落的力气;接着木头的两部分立刻合拢,他被困在这样的陷阱中,成了野兽的食物。
§6.1.13ἐφεξῆς δʼ ἐστὶν διακοσίοις σταδίοις Ἀχαιῶν κτίσμα ἡ Σύβαρις δυεῖν ποταμῶν μεταξύ, Κράθιδος καὶ Συβάριδος· οἰκιστὴς δʼ αὐτῆς ὁ Ἶς Ἑλικεύς.
紧接着是在两百斯塔德之外、由阿卡亚人建造的塞巴里斯,位于克拉提斯河和塞巴里斯河这两条河流之间;其建造者是来自赫利克的伊斯。
τοσοῦτον δʼ εὐτυχίᾳ διήνεγκεν ἡ πόλις αὕτη τὸ παλαιὸν ὥστε τεττάρων μὲν ἐθνῶν τῶν πλησίον ἐπῆρξε, πέντε δὲ καὶ εἴκοσι πόλεις ὑπηκόους ἔσχε, τριάκοντα δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κροτωνιάτας ἐστράτευσεν, πεντήκοντα δὲ σταδίων κύκλον συνεπλήρουν οἰκοῦντες ἐπὶ τῷ Κράθιδι.
这座城市在古代曾非常繁荣,以至于统治了附近的四个民族,拥有二十五个臣属城市,并曾率领三十万大军远征克罗托内人,居住在克拉提斯河畔的居民构成了五十斯塔德的环形区域。
ὑπὸ μέντοι τρυφῆς καὶ ὕβρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφῃρέθησαν ὑπὸ Κροτωνιατῶν ἐν ἡμέραις ἑβδομήκοντα· ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν.
然而,由于奢侈和傲慢,他们在七十天内被克罗托内人夺走了所有的繁荣;因为克罗托内人攻占该城后,引河水将其淹没。
ὕστερον δʼ οἱ περιγενόμενοι συνελθόντες ἐπῴκουν ὀλίγοι· χρόνῳ δὲ καὶ οὗτοι διεφθάρησαν ὑπὸ Ἀθηναίων καὶ ἄλλων Ἑλλήνων, οἳ συνοικήσοντες μὲν ἐκείνοις ἀφίκοντο, καταφρονήσαντες δὲ αὐτῶν τοὺς μὲν διεχειρίσαντο τὴν δὲ πόλιν εἰς ἕτερον τόπον μετέθηκαν πλησίον καὶ Θουρίους προσηγόρευσαν ἀπὸ κρήνης ὁμωνύμου.
后来,幸存者聚集起来,少数人在此居住;但随着时间的推移,这些人也被雅典人和其他希腊人消灭了。 那些人最初是为了与他们共同居住而来的,但后来轻视他们,杀害了其中一些人,并将城市迁往附近的另一个地方,根据同名的泉水将其命名为苏里伊。
ὁ μὲν οὖν Σύβαρις τοὺς πίνοντας ἵππους ἀπʼ αὐτοῦ πτυρτικοὺς ποιεῖ· διὸ καὶ τὰς ἀγέλας ἀπείργουσιν ἀπʼ αὐτοῦ· ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους ξανθοτριχεῖν καὶ λευκοτριχεῖν ποιεῖ λουομένους καὶ ἄλλα πολλὰ πάθη ἰᾶται.
现在,塞巴里斯河会使饮用其水的马变得易受惊;因此人们也让畜群远离它;而克拉提斯河则使在其中沐浴的人头发变黄变白,并能治疗许多其他疾病。
Θούριοι δʼ εὐτυχήσαντες πολὺν χρόνον ὑπὸ Λευκανῶν ἠνδραποδίσθησαν, Ταραντίνων δʼ ἀφελομένων ἐκείνους ἐπὶ Ῥωμαίους κατέφυγον.
苏里伊人繁荣了很长时间后,被卢卡尼亚人奴役,在塔拉斯人将他们营救出来后,他们投奔了罗马人。
οἱ δὲ πέμψαντες συνοίκους ὀλιγανδροῦσι μετωνόμασαν Κωπιὰς τὴν πόλιν.
罗马人派遣了开拓者,并将这座人口稀少的城市改名为科皮亚埃。

词汇与语法注释

  1. 6.1.12καταχθέντας ... ἐκβῆναι λέγουσιν — 由主动词 λέγουσιν(人们说)引导的带介词对格与不定式(A.c.I.)结构。不定式 ἐκβῆναι 的逻辑主语是对格的 τινὰς ... Ἀχαιῶν(阿卡亚人中的一些人),其前的分词 καταχθέντας(靠岸、漂着)在性、数、格上与该逻辑主语保持一致。
  2. 6.1.12παρὲκ θεὸν — 介词 παρὲκ(违反、偏离)支配对格 θεὸν,构成“违反神(的神托、意志)”的意思。神谕中的这一句指的是缪斯凯洛斯在阿波罗已经命令建造克罗托内的情况下,却偏爱塞巴里斯并企图在那里建城的态度。
  3. 6.1.13συνεπλήρουν οἰκοῦντες — 此句属于“按意义一致”(constructio ad sensum)的语法现象,逻辑主语由前文单数的“城市”转为复数的“居住者”。因此动词采用第三人称复数(συνεπλήρουν),分词也相应地采用复数主格(οἰκοῦντες)与之呼应。
  4. 6.1.13ἀφῃρέθησαν — 动词 ἀφαιρέω(夺取)在主动语态中支配双重对格(夺取某人的某物)。在被动语态中,被夺取者(人群)成为主语,使用第三人称复数形式(ἀφῃρέθησαν),而被夺取的对象 ἅπασαν τὴν εὐδαιμονίαν 则继续保留对格形式。

引用这一段

斯特拉波, 地理学 §6.1.12-6.1.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.12-6.1.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。