Humanitext Reader

斯特拉波 · 地理学 §6.1.1-6.1.2

卢卡尼亚沿岸诸城的地理与历史变迁

第 175 段,共 577 段 · 希腊语

内容简介

描述了卢卡尼亚第勒尼安海沿岸的地理(包括波塞多尼亚和埃利亚等),并解释了由于希腊人与原住民的冲突导致该地区历史演变、人口变迁和衰落。

§6.1.1μετὰ δὲ τὸ στόμα τοῦ Σιλάριδος Λευκανία καὶ τὸ τῆς Ἥρας ἱερὸν τῆς Ἀργῴας, Ἰάσονος ἵδρυμα, καὶ πλησίον ἐν πεντήκοντα σταδίοις ἡ Ποσειδωνία.
在西拉里斯河口之后是卢卡尼亚,以及由伊阿宋所建的阿耳戈斯赫拉神庙,其附近五十斯塔迪亚处是波塞多尼亚。
Συβαρῖται μὲν οὖν ἐπὶ θαλάττῃ τεῖχος ἔθεντο, οἱ δʼ οἰκισθέντες ἀνωτέρω μετέστησαν, ὕστερον δὲ Λευκανοὶ μὲν ἐκείνους, Ῥωμαῖοι δὲ Λευκανοὺς ἀφείλοντο τὴν πόλιν.
萨巴里斯人曾在海边筑起城墙,但后来迁入的定居者移往了更高处,再后来卢卡尼亚人从他们手中夺取了这座城市,而罗马人又从卢卡尼亚人手中夺走了它。
ποιεῖ δʼ αὐτὴν ἐπίνοσον ποταμὸς πλησίον εἰς ἕλη ἀναχεόμενος.
由于附近的一条河流溢流形成沼泽,使这座城市变得多病。
ἐντεῦθεν δʼ ἐκπλέοντι τὸν κόλπον νῆσος Λευκωσία, μικρὸν ἔχουσα πρὸς τὴν ἤπειρον διάπλουν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ἐκπεσούσης δεῦρο μετὰ τὴν μυθευομένην ῥῖψιν αὐτῶν εἰς τὸν βυθόν.
从那里乘船出湾,有一座莱科西亚岛,它与大陆之间只有很短的航道,其名字来源于塞壬之一,传说在她们投入深海之后,她被冲到了这里。
τῆς δὲ νήσου πρόκειται τὸ ἀντακρωτήριον ταῖς Σειρηνούσσαις ποιοῦν τὸν Ποσειδωνιάτην κόλπον.
在这座岛的前方,有一座与塞壬诸岛相对的岬角,形成了波塞多尼亚湾。
κάμψαντι δʼ ἄλλος συνεχὴς κόλπος, ἐν ᾧ πόλις ἣν οἱ μὲν κτίσαντες Φωκαιεῖς Ὑέλην οἱ δὲ Ἔλην ἀπὸ κρήνης τινὸς οἱ δὲ νῦν Ἐλέαν ὀνομάζουσιν, ἐξ ἧς Παρμενίδης καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι.
绕过这个岬角,是另一个相连的海湾,其中有一座城市,其创建者福凯亚人称之为许埃莱,另一些人因某处泉水称之为埃莱,而现在的人们称之为埃利亚,巴门尼德和芝诺这两位毕达哥拉斯学派的学者就诞生于此。
δοκεῖ δέ μοι καὶ διʼ ἐκείνους καὶ ἔτι πρότερον εὐνομηθῆναι· διὸ καὶ πρὸς Λευκανοὺς ἀντέσχον καὶ πρὸς Ποσειδωνιάτας καὶ κρείττους ἀπῄεσαν καίπερ ἐνδεέστεροι καὶ χώρᾳ καὶ πλήθει σωμάτων ὄντες.
在我看来,由于他们的缘故,甚至在此之前,这座城市就一直治理良好;因此,他们不仅抵御了卢卡尼亚人,也抵御了波塞多尼亚人,并且尽管他们在领土和人口上都处于劣势,却依然占了上风。
ἀναγκάζονται γοῦν διὰ τὴν λυπρότητα τῆς γῆς τὰ πολλὰ θαλαττουργεῖν καὶ ταριχείας συνίστασθαι καὶ ἄλλας τοιαύτας ἐργασίας.
由于土地贫瘠,他们不得不主要在海上谋生,从事鱼类盐渍和其他此类工作。
φησὶ δʼ Ἀντίοχος Φωκαίας ἁλούσης ὑφʼ Ἁρπάγου τοῦ Κύρου στρατηγοῦ, τοὺς δυναμένους ἐμβάντας εἰς τὰ σκάφη πανοικίους πλεῦσαι πρῶτον εἰς Κύρνον καὶ Μασσαλίαν μετὰ Κρεοντιάδου, ἀποκρουσθέντας δὲ τὴν Ἐλέαν κτίσαι· διέχει δὲ τῆς Ποσειδωνίας ὅσον διακοσίους σταδίους ἡ πόλις.
安提奥克斯说,当福凯亚被居鲁士的将军哈尔帕戈斯攻陷时,有能力的人带着全部家眷乘船,起初与克雷翁蒂亚德斯一起航行到屈尔诺斯和马萨利亚,但在被击退后,他们创建了埃利亚;这座城市距离波塞多尼亚大约两百斯塔迪亚。
μετὰ δὲ ταύτην ἀκρωτήριον Παλίνουρος.
在此之后是帕利努罗斯岬角。
πρὸ δὲ τῆς Ἐλεάτιδος αἱ Οἰνωτρίδες νῆσοι δύο ὑφόρμους ἔχουσαι.
在埃利亚领土的前方是两座奥伊诺特里德斯群岛,拥有停泊港湾。
μετὰ δὲ Παλίνουρον Πυξοῦς ἄκρα καὶ λιμὴν καὶ ποταμός· ἓν γὰρ τῶν τριῶν ὄνομα· ᾤκισε δὲ Μίκυθος ὁ Μεσσήνης ἄρχων τῆς ἐν Σικελίᾳ, πάλιν δʼ ἀπῆραν οἱ ἱδρυθέντες πλὴν ὀλίγων.
在帕利努罗斯之后是皮克苏斯,这是一个岬角、港口和河流——因为这三者共用一个名字;西西里的美塞涅统治者米基托斯创建了它,但定居在那里的人除了少数人外又都离开了。
μετὰ δὲ Πυξοῦντα Λᾶος κόλπος καὶ ποταμὸς καὶ πόλις, ἐσχάτη τῶν Λευκανίδων, μικρὸν ὑπὲρ τῆς θαλάττης, ἄποικος Συβαριτῶν, εἰς ἣν ἀπὸ Ἔλης στάδιοι τετρακόσιοι· ὁ δὲ πᾶς τῆς Λευκανίας παράπλους ἑξακοσίων πεντήκοντα.
在皮克苏斯之后是拉奥斯湾、河流和城市,这是卢卡尼亚的最后一座城市,略高于海面,是萨巴里斯人的殖民地,从埃利亚到那里有四百斯塔迪亚;而卢卡尼亚沿海的全部航程为六百五十斯塔迪亚。
πλησίον δὲ τὸ τοῦ Δράκοντος ἡρῷον ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων, ἐφʼ οὗ ὁ χρησμὸς τοῖς Ἰταλιώταις ἐγένετο " Λάιον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι.
附近是俄德修斯的同伴之一德拉孔的英雄庙,关于此,意大利的希腊人曾得到如下神托: "在拉奥斯的德拉孔周围,有朝一日许多民众将会毁灭。
" ἐπὶ γὰρ ταύτην Λᾶον στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ἠτύχησαν ἐξαπατηθέντες τῷ χρησμῷ.
"因为在意大利的希腊人向拉奥斯出征时,被神托所欺骗,结果惨败于卢卡尼亚人之手。
§6.1.2κατὰ μὲν δὴ τὴν Τυρρηνικὴν παραλίαν ταῦτʼ ἐστὶ τὰ τῶν Λευκανῶν χωρία, τῆς δʼ ἑτέρας οὐχ ἥπτοντο θαλάττης πρότερον, ἀλλʼ οἱ Ἕλληνες ἐπεκράτουν οἱ τὸν Ταραντῖνον ἔχοντες κόλπον.
这些就是卢卡尼亚人在第勒尼安海沿岸的领地,但他们以前并不触及另一侧的海洋,而是由占领塔兰托湾的希腊人控制着。
πρὶν δὲ τοὺς Ἕλληνας ἐλθεῖν οὐδʼ ἦσάν πω Λευκανοί, Χῶνες δὲ καὶ Οἰνωτροὶ τοὺς τόπους ἐνέμοντο.
在希腊人到来之前,卢卡尼亚人甚至还不存在,科内斯人和奥伊诺特里人占据着这些地方。
τῶν δὲ Σαυνιτῶν αὐξηθέντων ἐπὶ πολὺ καὶ τοὺς Χῶνας καὶ τοὺς Οἰνωτροὺς ἐκβαλόντων, Λευκανοὺς δʼ εἰς τὴν μερίδα ταύτην ἀποικισάντων, ἅμα δὲ καὶ τῶν Ἑλλήνων τὴν ἑκατέρωθεν παραλίαν μέχρι πορθμοῦ κατεχόντων, πολὺν χρόνον ἐπολέμουν οἵ τε Ἕλληνες καὶ οἱ βάρβαροι πρὸς ἀλλήλους.
但随着萨姆奈特人的势力大增,驱逐了科内斯人和奥伊诺特里人,并将卢卡尼亚人作为殖民者移居到这一地区,同时希腊人也占领了海峡两岸的沿海地区,希腊人和野蛮人互相进行了长期的战争。
οἱ δὲ τῆς Σικελίας τύραννοι καὶ μετὰ ταῦτα Καρχηδόνιοι, τοτὲ μὲν περὶ τῆς Σικελίας πολεμοῦντες πρὸς Ῥωμαίους τοτὲ δὲ περὶ αὐτῆς τῆς Ἰταλίας, ἅπαντας τοὺς ταύτῃ κακῶς διέθηκαν, μάλιστα δὲ τοὺς Ἕλληνας, πρότερον μέν γε καὶ τῆς μεσογαίας πολλὴν ἀφῄρηντο, ἀπὸ τῶν Τρωικῶν χρόνων ἀρξάμενοι, καὶ δὴ ἐπὶ τοσοῦτον ηὔξηντο ὥστε τὴν μεγάλην Ἑλλάδα ταύτην ἔλεγον καὶ τὴν Σικελίαν·
西西里的僭主们以及后来的迦太基人,有时为了西西里与罗马人作战,有时为了意大利本身作战,使这里的居民陷入了悲惨的境地,尤其是希腊人。
νυνὶ δὲ πλὴν Τάραντος καὶ Ῥηγίου καὶ Νεαπόλεως ἐκβεβαρβαρῶσθαι συμβέβηκεν ἅπαντα καὶ τὰ μὲν Λευκανοὺς καὶ Βρεττίους κατέχειν τὰ δὲ Καμπανούς, καὶ τούτους λόγῳ, τὸ δʼ ἀληθὲς Ῥωμαίους· καὶ γὰρ αὐτοὶ Ῥωμαῖοι γεγόνασιν.
在此之前,希腊人自特洛伊战争时期开始,就已经夺取了内陆的大片土地,事实上,他们的势力增长到如此程度,以至于人们将这一地区称为“大希腊”以及西西里;但现在,除了塔兰托、雷吉翁和那不勒斯之外,所有地方都已被野蛮化,有些地方由卢卡尼亚人和布雷蒂人占据,有些地方由坎帕尼亚人占据,而且这也只是名义上的,实际上是由罗马人控制,因为他们自己也已经变成了罗马人。
ὅμως δὲ τῷ πραγματευομένῳ τὴν τῆς γῆς περίοδον καὶ τὰ νῦν ὄντα λέγειν ἀνάγκη καὶ τῶν ὑπαρξάντων ἔνια, καὶ μάλιστα ὅταν ἔνδοξα ᾖ.
然而,对于从事地球巡历(地理)撰写的人来说,不仅有必要讲述现在的状况,也有必要讲述过去存在过的一些事物,尤其是当它们非常著名时。
τῶν δὲ Λευκανῶν οἱ μὲν ἁπτόμενοι τῆς Τυρρηνικῆς θαλάττης εἴρηνται, οἱ δὲ τὴν μεσόγαιαν ἔχοντες εἰσὶν οἱ ὑπεροικοῦντες τοῦ Ταραντίνου κόλπου.
在卢卡尼亚人中,触及第勒尼安海的部分已经提及,而占有内陆的人则是居住在塔兰托湾上方的居民。
οὕτω δʼ εἰσὶ κεκακωμένοι τελέως οὗτοι καὶ Βρέττιοι καὶ αὐτοὶ Σαυνῖται οἱ τούτων ἀρχηγέται, ὥστε καὶ διορίσαι χαλεπὸν τὰς κατοικίας αὐτῶν· αἴτιον δʼ ὅτι οὐδὲν ἔτι σύστημα κοινὸν τῶν ἐθνῶν ἑκάστου συμμένει, τά τε ἔθη διαλέκτων τε καὶ ὁπλισμοῦ καὶ ἐσθῆτος καὶ τῶν παραπλησίων ἐκλέλοιπεν, ἄλλως τε ἄδοξοι παντάπασίν εἰσιν αἱ καθʼ ἕκαστα καὶ ἐν μέρει κατοικίαι.
然而,这些人以及布雷蒂人,还有作为他们祖先的萨姆奈特人自己,都已完全没落,以至于甚至很难划定他们的定居点;其原因在于,这些民族中没有任何共同的政治体制残留下来,而且他们在语言、武装、服饰及类似事物方面的习俗也已消失,此外,他们个别和具体的定居点已完全变得默默无闻。

词汇与语法注释

  1. 6.1.1κάμψαντι — 表示判断或关系给予的与格(判断与格)。在地理描述中常用以表示视角的移动:“对于绕过(该岬角)的人而言”。
  2. 6.1.1Λάιον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι — 未来不定式 ὀλεῖσθαι 在神托语境中用作独立表达预言。Λάιον(意为“拉奥斯的”或“左边的”)与 Δράκοντα(指人名“德拉孔”或“龙”)包含神托特有的双关语,导致了希腊人产生误解并最终惨败。
  3. 6.1.2τῶν δὲ Σαυνιτῶν αὐξηθέντων ἐπὶ πολὺ καὶ τοὺς Χῶνας καὶ τοὺς Οἰνωτροὺς ἐκβαλόντων, Λευκανοὺς δʼ εἰς τὴν μερίδα ταύτην ἀποικισάντων, ἅμα δὲ καὶ τῶν Ἑλλήνων τὴν ἑκατέρωθεν παραλίαν μέχρι πορθμοῦ κατεχόντων — 对应主句动词 ἐπολέμουν 的一系列长篇属格绝对结构(τῶν Σαυνιτῶν αὐξηθέντων... ἐκβαλόντων... ἀποικισάντων 以及 τῶν Ἑλλήνων... κατεχόντων)并列出现,用以解释希腊人与原住民爆发战争的复杂历史背景与原因。

引用这一段

斯特拉波, 地理学 §6.1.1-6.1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.1-6.1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。