§5.4.12περὶ δὲ Σαυνιτῶν καὶ τοιοῦτός τις λόγος φέρεται, διότι πολεμοῦντες Σαβῖνοι πολὺν χρόνον πρὸς τοὺς Ὀμβρικοὺς εὔξαντο, καθάπερ τῶν Ἑλλήνων τινές, τὰ γενόμενα τῷ ἔτει τούτῳ καθιερῶσαι, νικήσαντες δὲ τῶν γενομένων τὰ μὲν κατέθυσαν τὰ δὲ καθιέρωσαν·
サムニウム人については、次のような話も伝えられている。 サビニ人がウンブリア人に対して長い間戦争をしていたとき、ギリシア人の一部がするように、その年に生まれたすべてのものを神に捧げることを誓った。 そして勝利したのち、生まれたもののうち、あるものは犠牲として捧げ、あるものは神に献呈した。
ἀφορίας δὲ γενηθείσης, εἶπέ τις ὡς ἐχρῆν καθιερῶσαι καὶ τὰ τέκνα.
しかし、不毛が生じたとき、ある者が、子供たちをも神に捧げるべきであったと言った。
οἱ δʼ ἐποίησαν τοῦτο καὶ τοὺς γενομένους τότε παῖδας Ἄρεως ἐπεφήμισαν, ἀνδρωθέντας δʼ ἔστειλαν εἰς ἀποικίαν, ἡγήσατο δὲ ταῦρος·
そこで彼らはそのようにし、当時生まれた子供たちをアレスのものと呼び、彼らが成人したとき、植民へと送り出したが、一頭の雄牛が先導した。
ἐν δὲ τῇ τῶν Ὀπικῶν κατευνασθέντος (ἐτύγχανον δὲ κωμηδὸν ζῶντες) ἐκβαλόντες ἐκείνους ἱδρύθησαν αὐτόθι καὶ τὸν ταῦρον ἐσφαγίασαν τῷ Ἄρει τῷ δόντι αὐτὸν ἡγεμόνα κατὰ τὴν τῶν μάντεων ἀπόφασιν.
そして、その雄牛がオピカ人の土地で横たわったとき(彼らはたまたま村落ごとに暮らしていたのだが)、彼らを追い出してそこに定住し、予言者たちの宣言に従って、自分たちにその雄牛を案内者として与えてくれたアレスに対して、雄牛を犠牲として屠った。
εἰκὸς δὲ διὰ τοῦτο καὶ Σαβέλλους αὐτοὺς ὑποκοριστικῶς ἀπὸ τῶν γονέων προσαγορευθῆναι, Σαμνίτας δʼ ἀπʼ ἄλλης αἰτίας, οὓς οἱ Ἕλληνες Σαυνίτας λέγουσι.
このことから、彼らは親の名にちなんで指小辞的に「サベッリ人」と呼ばれ、別の理由から「サムニウム人」(ギリシア人が「サウニタイ」と呼ぶ人々)と呼ばれるようになったというのは、もっともなことである。
τινὲς δὲ καὶ Λάκωνας συνοίκους αὐτοῖς γενέσθαι φασὶ καὶ διὰ τοῦτο καὶ φιλέλληνας ὑπάρξαι, τινὰς δὲ καὶ Πιτανάτας καλεῖσθαι.
また、ある人々は、ラコニア人が彼らと同居するようになり、そのために彼らが親ギリシア派になり、彼らのうち一部はピタナタイとも呼ばれるようになったと言っている。
δοκεῖ δὲ καὶ Ταραντίνων πλάσμα τοῦτʼ εἶναι, κολακευόντων ὁμόρους καὶ μέγα δυναμένους ἀνθρώπους καὶ ἅμα ἐξοικειουμένων, οἵ γε καὶ ὀκτὼ μυριάδας ἔστελλόν ποτε τῆς πεζῆς στρατιᾶς, ἱππέας δʼ ὀκτακισχιλίους.
しかし、これはタレントゥム人の創作であると思われる。 彼らは、隣人であり強大な力を持つ人々に媚びを売り、同時に自分たちと同族化しようとしたのである。 実際、彼らはかつて歩兵八万、騎兵八千を動員することができたほどであった。
φασὶ δὲ νόμον εἶναι παρὰ τοῖς Σαυνίταις καλὸν καὶ προτρεπτικὸν πρὸς ἀρετήν·
また、サムニウム人の間には、美しく、かつ美徳へと促す法があると言われている。
οὐ γὰρ ἔξεστι διδόναι τὰς θυγατέρας οἷς ἂν ἐθέλωσιν, ἀλλὰ κρίνεσθαι κατὰ ἔτος δέκα μὲν παρθένους δέκα δὲ τῶν νέων τοὺς ἀρίστους καὶ τὰς ἀρίστας·
というのも、娘たちを自分が望む者に与えることは許されず、毎年、最も優れた若い男女の中から、処女十人と若者十人が審査されるからである。
τούτων τῷ πρώτῳ τὴν πρώτην δίδοσθαι, τῷ δευτέρῳ τὴν δευτέραν καὶ ἑξῆς οὕτως·
これらの中から、第一の男には第一の女が与えられ、第二の男には第二の女が与えられ、このように順次に与えられる。
ἐὰν δʼ ὁ λαβὼν τὸ γέρας μεταβαλόμενος γένηται πονηρός, ἀτιμάζουσι καὶ ἀφαιροῦνται τὴν δοθεῖσαν.
しかし、その褒賞を受け取った者が、悪に変わり邪悪になった場合、彼を不名誉とし、与えられた者を取り上げる。
ἑξῆς δʼ εἰσὶν Ἱρπῖνοι, καὐτοὶ Σαυνῖται·
次に位置するのはヒルピニ人であり、彼らもまたサムニウム人である。
τοὔνομα δʼ ἔσχον ἀπὸ τοῦ ἡγησαμένου λύκου τῆς ἀποικίας·
彼らは、彼らの植民を先導した狼からその名を得た。
ἵρπον γὰρ καλοῦσιν οἱ Σαυνῖται τὸν λύκον·
というのも、サムニウム人は狼を「ヒルポス」と呼ぶからである。
συνάπτουσι δὲ Λευκανοῖς τοῖς μεσογαίοις.
彼らは内陸のルカニア人と接している。
περὶ μὲν Σαυνιτῶν ταῦτα.
サムニウム人については以上である。
§5.4.13καμπανοῖς δὲ συνέβη διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἐπʼ ἴσον ἀγαθῶν ἀπολαῦσαι καὶ κακῶν.
カンパニア人にとっては、その土地の豊かさのゆえに、良いことも悪いことも同じように享受することになった。
ἐπὶ τοσοῦτον γὰρ ἐξετρύφησαν ὥστʼ ἐπὶ δεῖπνον ἐκάλουν πρὸς ζεύγη μονομάχων, ὁρίζοντες ἀριθμὸν κατὰ τὴν τῶν δείπνων ἀξίαν.
なぜなら、彼らはあまりにも贅沢に溺れたので、宴会の価値に応じて数を定め、剣闘士の一対を宴会に招くほどであったからである。
Ἀννίβα δʼ ἐξ ἐνδόσεως λαβόντος αὐτούς, δεξάμενοι χειμαδίοις τὴν στρατιὰν οὕτως ἐξεθήλυναν ταῖς ἡδοναῖς ὥσθʼ ὁ Ἀννίβας ἔφη νικῶν κινδυνεύειν ἐπὶ τοῖς ἐχθροῖς γενέσθαι, γυναῖκας ἀντὶ τῶν ἀνδρῶν τοὺς στρατιώτας ἀπολαβών.
そして、彼らが自ら降伏したことでハンニバルが彼らを捕らえたとき、彼らは軍勢を冬営地として受け入れ、快楽によって彼らをあまりにも軟弱にさせたので、ハンニバルは、勝利していながら敵のなすがままになる危険にさらされている、なぜなら男たちの代わりに女たちを兵士として取り戻してしまったからだ、と言ったほどであった。
Ῥωμαῖοι δὲ κρατήσαντες πολλοῖς κακοῖς ἐσωφρόνισαν αὐτούς, ὕστατα δὲ καὶ κατεκληρούχησαν τὴν γῆν.
しかしローマ人は、勝利したのち、多くの災いによって彼らを懲らしめ、最後には彼らの土地を分売した。
νυνὶ μέντοι μετʼ εὐπραγίας διάγουσι τοῖς ἐποίκοις ὁμονοήσαντες, καὶ τὸ ἀξίωμα φυλάττουσι τὸ ἀρχαῖον καὶ τῷ μεγέθει τῆς πόλεως καὶ κατʼ εὐανδρίαν.
しかし今や、彼らは入植者たちと和合して繁栄のうちに暮らしており、都市の規模においても、また人口の多さにおいても、古代の威厳を保っている。
μετὰ δὲ τὴν Καμπανίαν καὶ τὴν Σαυνῖτιν ἐπὶ μὲν τῇ Τυρρηνικῇ θαλάττῃ τὸ τῶν Πικέντων ἔθνος οἰκεῖ, μικρὸν ἀπόσπασμα τῶν ἐν τῷ Ἀδρίᾳ Πικεντίνων, ὑπὸ Ῥωμαίων μετῳκισμένον εἰς τὸν Ποσειδωνιάτην κόλπον, ὃς νῦν Παιστανὸς καλεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστός, ἐν μέσῳ τῷ κόλπῳ κειμένη.
カンパニアとサムニウムに続いて、ティレニア海沿いには、ピケンテス人の部族が住んでいる。 彼らはアドリア海沿いのピケンティニ人の小さな分派であり、ローマ人によって、現在パイスタノス湾と呼ばれているポセイドニア湾へと移住させられた。 また、ポセイドニアの市はペストスと呼ばれ、湾の中央に位置している。
μεταξὺ δὲ τῶν Σειρηνουσσῶν καὶ τῆς Ποσειδωνίας Μαρκῖνα, Τυρρηνῶν κτίσμα οἰκούμενον ὑπὸ Σαυνιτῶν.
セイレーヌッサイとポセイドニアの間には、マルキナがあり、これはエトルリア人の建設であるが、サムニウム人によって居住されている。
ἐντεῦθεν εἰς Πομπηίαν διὰ Νουκερίας οὐ πλειόνων ἑκατὸν καὶ εἴκοσι σταδίων ἐστὶν ὁ ἰσθμός.
ここからヌケリアを経由してポンペイアに至る地峡は、百二十スタディオンを超えない。
διήκουσι δʼ οἱ Πίκεντες μέχρι τοῦ Σιλάριδος ποταμοῦ τοῦ ὁρίζοντος ἀπὸ ταύτης τῆς χώρας τὴν ἀρχαίαν Ἰταλίαν, ἐφʼ οὗ τοῦτʼ ἴδιον ἱστοροῦσιν περὶ τοῦ ὕδατος ὄντος ποτίμου, τὸ καθιέμενον εἰς αὐτὸ φυτὸν ἀπολιθοῦσθαι φυλάττον τὴν χρόαν καὶ τὴν μορφήν.
ピケンテス人はシラリス川まで広がっており、この川は、この地方から古代のイタリアを画定している。 この川について、その水は飲用可能であるにもかかわらず、その中に投げ入れられた植物が、その色と形を保ったまま石化するという独特の現象が伝えられている。
τῶν δὲ Πικέντων ὑπῆρχε μητρόπολις Πικεντία, νυνὶ δὲ κωμηδὸν ζῶσιν ἀπωσθέντες ὑπὸ Ῥωμαίων διὰ τὴν πρὸς Ἀννίβαν κοινωνίαν·
ピケンテス人のメトロポリスはピケンティアであったが、今や彼らはハンニバルとの同盟のゆえにローマ人によって追放され、村落ごとに住んでいる。
ἀντὶ δὲ στρατείας ἡμεροδρομεῖν καὶ γραμματοφορεῖν ἀπεδείχθησαν ἐν τῷ τότε δημοσίᾳ, καθάπερ καὶ Λευκανοὶ καὶ Βρέττιοι κατὰ τὰς αὐτὰς αἰτίας·
そして軍務に就く代わりに、当時、公務として急使や書簡運送人となるよう指定されたが、それはルカニア人やブレッティ人が同様の理由でそうされたのと同じである。
ἐπετείχισαν δʼ αὐτοῖς Σάλερνον Ῥωμαῖοι φρουρᾶς χάριν μικρὸν ὑπὲρ τῆς θαλάττης·
そしてローマ人は、彼らを監視するために、海から少し上がったところにサレルノンを建設した。
εἰσὶ δʼ ἀπὸ Σειρηνουσσῶν ἐπὶ Σίλαριν στάδιοι διακόσιοι ἑξήκοντα.
なお、セイレーヌッサイからシラリス川までは二百六十スタディオンである。