Humanitext Reader

ストラボン · 地理誌 §5.4.10-5.4.11

カプア周辺の諸都市とサムニウム人の没落

173 / 577 箇所 · ギリシア語

要旨

カンパニアの内陸都市であるカプアとその周辺都市の地理、およびハンニバルによるカシリノン包囲の逸話を説明し、かつて強盛を誇るもスッラの徹底的な弾圧によって壊滅したサムニウム人の歴史と現状を記述する。

§5.4.10Ἐν δὲ τῇ μεσογαίᾳ Καπύη μέν ἐστιν ἡ μητρόπολις, κεφαλὴ τῷ ὄντι κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος·
内陸においては、カプアがメトロポリスであり、その名の語源によれば、文字通り「頭」である。
τὰ γὰρ ἄλλα πολίχνια νομίζοιτʼ ἂν κατὰ τὴν σύγκρισιν πλὴν Τεάνου Σιδικίνου·
なぜなら、テアノン・シディキノンを除いて、他の町々はこれと比較すれば小都市とみなされるであろうからである。
καὶ γὰρ αὕτη ἀξιόλογος.
というのも、このテアノン・シディキノンもまた注目に値する都市だからである。
κεῖται δʼ ἐπὶ τῇ ὁδῷ τῇ Ἀππίᾳ αὕτη τε καὶ τῶν ἄλλων αἱ ἐπὶ Βρεντέσιον ἄγουσαι ἀπʼ αὐτῆς, Καλατία καὶ Καύδιον καὶ Βενεουεντόν·
アッピア街道沿いには、このカプアと、そこからアッピア街道を進んでブレンテシオンへと至る他の町々、すなわちカラティア、カウディオン、ベネウェントンが位置している。
ἐπὶ δὲ Ῥώμης Κασιλῖνον ἵδρυται ἐπὶ τῷ Ὀυουλτούρνῳ ποταμῷ, ἐν ᾗ πολιορκούμενοι Πραινεστίνων ἄνδρες τετταράκοντα καὶ πεντακόσιοι πρὸς ἀκμάζοντα Ἀννίβαν ἐπὶ τοσοῦτον ἀντέσχον, ὥσθʼ ὑπὸ λιμοῦ διακοσίων δραχμῶν πραθέντος μυός, ὁ μὲν πωλήσας ἀπέθανεν, ἐσώθη δʼ ὁ πριάμενος.
また、ローマへ向かう方向には、ウルトゥルノス川沿いにカシリノンが建てられており、そこでは包囲されたプラエネステの男たち五百四十人が、全盛期のハンニバルに対して極めて長く持ちこたえた。 その粘り強さは、飢饉によってネズミ一匹が二百ドラクマで売られ、売った者は飢えで死に、買った者は生き延びたほどであった。
ἰδὼν δʼ αὐτοὺς πλησίον τοῦ τείχους σπείροντας γογγύλην ἐθαύμαζεν, ὡς ἔοικεν, ὁ Ἀννίβας τῆς μακροθυμίας, εἰ ἐλπίζοιεν τέως ἀνθέξειν ἕως τελεσφορήσειεν ἡ γογγύλη·
彼らが城壁の近くでカブを植えているのを見て、ハンニバルは、彼らがカブが実を結ぶまで持ちこたえるつもりなのだろうかと、その不屈の精神に驚嘆したようである。
καὶ δὴ περιγενέσθαι πάντας φασὶ πλὴν ἀνδρῶν ὀλίγων τῶν ἢ λιμῷ διαλυθέντων ἢ ἐν ταῖς μάχαις.
そして、飢えによって斃れた者や戦闘で倒れた少数の者たちを除いて、全員が生き延びたと言われている。
§5.4.11πρὸς δὲ ταῖς ῥηθείσαις ἔτι καὶ αὗται Καμπαναὶ πόλεις εἰσὶν ὧν ἐμνήσθημεν πρότερον, Κάλης τε καὶ Τέανον Σιδικῖνον, ἃς διορίζουσιν αἱ δύο Τύχαι ἐφʼ ἑκάτερα ἱδρυμέναι τῆς Λατίνης ὁδοῦ, καὶ ἔτι Σουέσσουλα καὶ Ἀτέλλα καὶ Νῶλα καὶ Νουκερία καὶ Ἀχέρραι καὶ Ἀβέλλα καὶ ἄλλαι ἔτι ἐλάττους τούτων κατοικίαι, ὧν ἐνίας Σαυνίτιδάς φασιν εἶναι.
言及された都市に加えて、我々が以前に言及したこれらの都市もまたカンパニアの都市である。 カレスとテアノン・シディキノンであり、これらはラティナ街道の両側に祀られた二つのフォルトゥナ像によって隔てられている。 さらに、スエスラ、アテッラ、ノーラ、ヌケリア、アケッラエ、アベッラ、そしてこれらよりもさらに小さな他の居住地があり、そのうちのいくつかはサムニウム人のものであると言われている。
Σαυνῖται δὲ πρότερον μὲν καὶ μέχρι τῆς Λατίνης τῆς περὶ Ἀρδέαν ἐξοδίας ποιούμενοι, μετὰ δὲ ταῦτα αὐτὴν τὴν Καμπανίαν πορθοῦντες πολλὴν ἐκέκτηντο δύναμιν·
サムニウム人は、かつてはアルデア近郊のラティウム地方にまで遠征を行い、その後はカンパニア自体を荒廃させて多大なる勢力を有していた。
καὶ γὰρ ἄλλως δεσποτικῶς ἄρχεσθαι μεμαθηκότες ταχὺ ὑπούργουν τοῖς προστάγμασι.
というのも彼らは元来、専制的に支配されることに慣れていたため、命令に素早く従ったからである。
νυνὶ δʼ ἐκπεπόνηνται τελέως ὑπό τε ἄλλων καὶ τὸ τελευταῖον ὑπὸ Σύλλα τοῦ μοναρχήσαντος Ῥωμαίων, ὃς ἐπειδὴ πολλαῖς μάχαις καταλύσας τὴν τῶν Ἰταλιωτῶν ἐπανάστασιν τούτους σχεδόν τι μόνους συμμένοντας ἑώρα καὶ ὁμοίως ὁρμῶντας, ὥστε καὶ ἐπʼ αὐτὴν τὴν Ῥώμην ἐλθεῖν, συνέστη πρὸ τοῦ τείχους αὐτοῖς, καὶ τοὺς μὲν ἐν τῇ μάχῃ κατέκοψε κελεύσας μὴ ζωγρεῖν τοὺς δὲ ῥίψαντας τὰ ὅπλα, περὶ τρισχιλίους ἄνδρας ἢ τετρακισχιλίους φασίν, εἰς τὴν δημοσίαν ἔπαυλιν τὴν ἐν τῷ Κάμπῳ καταγαγὼν εἷρξε·
しかし今や、彼らは他の者たちによって、そして最後にはローマ人の独裁者となったスッラによって完全に叩き潰されている。 スッラは、多くの戦闘によってイタリア人たちの反乱を鎮圧した際、彼らだけがほぼ頑強に団結し続け、同様にローマ自体にまで進軍しようとするのを見て、城壁の前で彼らと対峙した。 そして戦闘中に彼らを斬り殺し、生け捕りにするなと命じた。 また、武器を捨てた者たち、およそ三千人か四千人と言われるが、彼らをカンプスにある公有の屋敷に連行して監禁した。
τρισὶ δὲ ὕστερον ἡμέραις ἐπιπέμψας στρατιώτας ἅπαντας ἀπέσφαξε, προγραφάς τε ποιούμενος οὐκ ἐπαύσατο πρὶν ἢ πάντας τοὺς ἐν ὀνόματι Σαυνιτῶν διέφθειρεν ἢ ἐκ τῆς Ἰταλίας ἐξέβαλε·
そして三日後、兵士たちを送り込んで全員を虐殺した。 また、プロスクリプティオを行い、サムニウムの名を持つ者すべてを抹殺するか、あるいはイタリアから追放するまでそれをやめなかった。
πρὸς δὲ τοὺς αἰτιωμένους τὴν ἐπὶ τοσοῦτον ὀργὴν ἔφη καταμαθεῖν ἐκ τῆς πείρας, ὡς οὐδέποτʼ ἂν εἰρήνην ἀγάγοι Ῥωμαίων οὐδὲ εἷς, ἕως ἂν συμμένωσι καθʼ ἑαυτοὺς Σαυνῖται.
このあまりに激しい怒りを非難する者たちに対して、彼は、サムニウム人が彼ら自身で団結し続けている限り、ローマ人の誰一人として決して平和を享受することはできないということを、経験から学んだのだと言った。
τοιγάρ τοι νυνὶ κῶμαι γεγόνασιν αἱ πόλεις·
それゆえに、今や彼らの都市は村落となっており、いくつかは完全に廃墟と化している。
ἔνιαι δʼ ἐκλελοίπασι τελέως, Βοιανὸν Αἰσερνία Πάννα Τελεσία συνεχὴς Ὀυενάφρῳ καὶ ἄλλαι τοιαῦται, ὧν οὐδεμίαν ἄξιον ἡγεῖσθαι πόλιν·
ボイアノン、アイセルニア、パンナ、ウエナフロンに隣接するテレシア、およびその他の同様の場所であり、それらのどれも都市とみなすに値しない。
ἡμεῖς δʼ ἐπέξιμεν μέχρι τοῦ μετρίου διὰ τὴν τῆς Ἰταλίας δόξαν καὶ δύναμιν.
しかし我々は、イタリアの名声と実力に鑑み、適度な限度までこれらを記述することにする。
Βενεουεντὸν δʼ ὅμως συνέστηκεν εὖ καὶ Ὀυενουσία.
ともあれ、ベネウェントンとウエヌシアはしっかりと存続している。

語釈・文法注

  1. §5.4.10κεφαλὴ τῷ ὄντι κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος — 地名「カプア」(Capua)がラテン語の「頭」(caput)に由来するという、当時よく知られていた語源俗説に言及している。ギリシア語の κεφαλή は、ラテン語 caput の直訳として用いられている。
  2. §5.4.10αὕτη τε — 指示代名詞 αὕτη は直前の Teanum Sidicinum ではなく、文脈上、本節の主題である Capua を指す。Teanum Sidicinum はラティナ街道(Via Latina)沿いに位置するのに対し、Capua はアッピア街道(Via Appia)の起点かつ主要中継地であるため、街道の叙述と整合させるための判断である。
  3. §5.4.10ἐπὶ δὲ Ῥώμης — 前置詞 ἐπί +属格で、動作や位置が向かう「〜の方向へ」という運動の方向性を示している。ここでは「(カプアから見て)ローマへと向かう途中に」の意味になる。
  4. §5.4.11δεσποτικῶς ἄρχεσθαι μεμαθηκότες — 不定詞 ἄρχεσθαι は受動「支配されること」を意味する。サムニウム人が伝統的に君主制や専制的な統治の下で従属することに慣れていたため、命令(支配者やローマの将軍など)に迅速に服従したという因果関係を示している。

この箇所を引用する

ストラボン, 地理誌 §5.4.10-5.4.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.10-5.4.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。