Humanitext Reader

斯特拉波 · 地理学 §5.4.3-5.4.4

坎帕尼亚的肥沃与库麦等沿海城市

第 169 段,共 577 段 · 希腊语

内容简介

作者描述了坎帕尼亚地区非凡的肥沃、历史和农产品,随后介绍了其沿海城市(特别是利特尔努姆和库麦)的起源与特征。

§5.4.3̔εξῆς δὲ μετὰ τὴν Λατίνην ἐστὶν ἥ τε Καμπανία παρήκουσα τῇ θαλάττῃ, καὶ ὑπὲρ ταύτην ἡ Σαυνῖτις ἐν μεσογαίᾳ μέχρι Φρεντανῶν καὶ τῶν Δαυνίων, εἶτʼ αὐτοὶ Δαύνιοι καὶ τἆλλα ἔθνη τὰ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ.
紧接拉提乌姆之后的是沿海延伸的坎帕尼亚,在其上方内陆地区是直到弗伦塔尼人和达乌尼亚人为界的萨姆尼乌姆,然后是达乌尼亚人自身以及直到西西里海峡为止的其他民族。
πρῶτον δὲ περὶ τῆς Καμπανίας ῥητέον.
首先应当阐述坎帕尼亚。
ἔστι δʼ ἀπὸ τῆς Σινοέσσης ἐπὶ μὲν τὴν ἑξῆς παραλίαν κόλπος εὐμεγέθης μέχρι Μισηνοῦ, κἀκεῖθεν ἄλλος κόλπος πολὺ μείζων τοῦ προτέρου, καλοῦσι δʼ αὐτὸν κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον.
从西诺埃萨到接下来的海岸,有一个直到米塞努姆的巨大海湾,从那里开始是另一个比前一个大得多的海湾,人们称之为“克拉特尔”,它在米塞努姆到阿雅奈翁这两个岬角之间形成湾区。
ὑπὲρ δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων· περίκεινται δʼ αὐτῷ γεωλοφίαι τε εὔκαρποι καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄσκων.
在这些海岸上方坐落着坎帕尼亚全境,这是所有平原中最富庶的一个;它周围环绕着产物丰饶的丘陵以及萨姆尼乌姆人和奥斯基人的山脉。
Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι.
安提奥科斯说,这片土地曾由奥皮科伊人居住,他们也被称为阿乌索内斯人。
Πολύβιος δʼ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν κρατῆρα.
然而波利比乌斯似乎认为这是两个不同的民族,因为他说奥皮科伊人和阿乌索内斯人居住在克拉特尔周围的这片土地上。
ἄλλοι δὲ λέγουσιν οἰκούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων· οἱ δʼ ἐκείνους κατασχεῖν ὕστερον Ὄσκων τι ἔθνος, τούτους δʼ ὑπὸ Κυμαίων, ἐκείνους δʼ ὑπὸ Τυρρηνῶν ἐκπεσεῖν· διὰ γὰρ τὴν ἀρετὴν περιμάχητον γενέσθαι τὸ πεδίον· δώδεκα δὲ πόλεις ἐγκατοικίσαντας τὴν οἷον κεφαλὴν ὀνομάσαι Καπύην.
其他人则说,起初奥皮科伊人和阿乌索内斯人在此居住,后来奥斯基人的一个部落夺取了他们的土地,而这些人又被库麦人驱逐,库麦人又被第勒尼安人驱逐;因为由于其土地的肥沃,该平原成为了争夺的对象;他们在其中建立了十二座城市,并把那座可以说是首脑的城市命名为卡普亚。
διὰ δὲ τὴν τρυφὴν εἰς μαλακίαν τραπομένους καθάπερ τῆς περὶ τὸν Πάδον χώρας ἐξέστησαν, οὕτω καὶ ταύτης παραχωρῆσαι Σαυνίταις, τούτους δʼ ὑπὸ Ῥωμαίων ἐκπεσεῖν.
然而由于奢靡,他们转向软弱,就像他们离开波河周围的土地一样,他们也将这里让给了萨姆尼乌姆人,而后者又被罗马人驱逐。
τῆς δʼ εὐκαρπίας ἐστὶ σημεῖον τὸ σῖτον ἐνταῦθα γίνεσθαι τὸν κάλλιστον, λέγω δὲ τὸν πύρινον, ἐξ οὗ καὶ ὁ χόνδρος κρείττων ὢν πάσης καὶ ὀρύζης καὶ ἐν ὀλίγῳ σιτικῆς τροφῆς.
其土地肥沃的证据是这里出产最优质的小麦,我指的是从中制成的麦粒,它优于所有的稻米以及几乎任何谷物食物。
ἱστορεῖται δʼ ἔνια τῶν πεδίων σπείρεσθαι διʼ ἔτους δὶς μὲν τῇ ζειᾷ, τὸ δὲ τρίτον ἐλύμῳ, τινὰ δὲ καὶ λαχανεύεσθαι τῷ τετάρτῳ σπόρῳ.
据记载,平原的部分地区一年内两次播种斯佩尔特小麦,第三次播种小米,有些地方甚至在第四次播种中种植蔬菜。
καὶ μὴν τὸν οἶνον τὸν κράτιστον ἐντεῦθεν ἔχουσι Ῥωμαῖοι τὸν Φάλερνον καὶ τὸν Στατανὸν καὶ Καληνόν· ἤδη δὲ καὶ ὁ Συρρεντῖνος ἐνάμιλλος καθίσταται τούτοις, νεωστὶ πειρασθεὶς ὅτι παλαίωσιν δέχεται.
此外,罗马人从这里获得最优质的葡萄酒——法勒鲁斯酒、斯塔塔努斯酒和卡莱斯酒;如今苏连托酒也开始与这些酒相媲美,因为它最近经过测试,证明其适合陈酿。
ὡς δʼ αὕτως εὐέλαιός ἐστι καὶ πᾶσα ἡ περὶ τὸ Ὀυέναφρον ὅμορον τοῖς πεδίοις ὄν.
同样,与平原接壤的维纳弗鲁姆周边地区也盛产优质橄榄油。
§5.4.4πόλεις δʼ ἐπὶ μὲν τῇ θαλάττῃ μετὰ τὴν Σινόεσσαν Λίτερνον, ὅπου τὸ μνῆμα τὸ Σκιπίωνος τοῦ πρώτου προσαγορευθέντος Ἀφρικανοῦ· διέτριψε γὰρ ἐνταῦθα τὸ τελευταῖον ἀφεὶς τὰς πολιτείας κατʼ ἀπέχθειαν τὴν πρός τινας.
在沿海城市中,紧接西诺埃萨之后的是利特尔努姆,那里有首位被称为阿非利加努斯的西庇阿的陵墓;因为由于对某些人的厌恶,他放弃了公共事务,在此度过了余生。
παραρρεῖ δὲ ὁμώνυμος τῇ πόλει ποταμός.
一条与该城同名的河流在旁流过。
ὡς δʼ αὕτως καὶ Ὀυουλτοῦρνος ὁμώνυμός ἐστι τῇ παρʼ αὐτὸν πόλει ἐφεξῆς κειμένῃ· ῥεῖ δʼ οὗτος διὰ Ὀυενάφρου καὶ τῆς Καμπανίας μέσης.
同样,沃尔图努斯河也与紧邻其旁坐落的下一座城市同名;该河流经维纳弗鲁姆,并穿过坎帕尼亚的中部。
ταύταις δʼ ἐφεξῆς ἔστι Κύμη Χαλκιδέων καὶ Κυμαίων παλαιότατον κτίσμα· πασῶν γάρ ἐστι πρεσβυτάτη τῶν τε Σικελικῶν καὶ τῶν Ἰταλιωτίδων.
在这些城市之后是库麦,它是哈尔基斯人和库麦人最古老的奠基之城;因为在西西里和意大利的诸城中,它是最古老的一座。
οἱ δὲ τὸν στόλον ἄγοντες, Ἱπποκλῆς ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεύς, διωμολογήσαντο πρὸς σφᾶς αὐτούς, τῶν μὲν ἀποικίαν εἶναι τῶν δὲ τὴν ἐπωνυμίαν· ὅθεν νῦν μὲν προσαγορεύεται Κύμη, κτίσαι δʼ αὐτὴν Χαλκιδεῖς δοκοῦσι.
船队的领袖,库麦的希波克莱斯和哈尔基斯的梅加斯提尼,在他们之间达成协议:该殖民地归属于后者,但以前者命名;因此它现在被称为库麦,尽管人们普遍认为是哈尔基斯人建造了它。
πρότερον μὲν οὖν ηὐτύχει καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον, ἐν ᾧ τὰ περὶ τοὺς Γίγαντας μυθεύουσιν οὐκ ἄλλοθεν, ὡς εἰκός, ἀλλʼ ἐκ τοῦ περιμάχητον τὴν γῆν εἶναι διʼ ἀρετήν, ὕστερον δʼ οἱ Καμπανοὶ κύριοι καταστάντες τῆς πόλεως ὕβρισαν εἰς τοὺς ἀνθρώπους πολλά·
因此,以前被称为弗莱格拉伊翁的平原也曾繁荣一时,在那里人们述说着关于巨人的神话,正如我们所见,这极有可能不是因为别的原因,而是因为这片土地因其优良而成为了争夺的对象。
καὶ δὴ καὶ ταῖς γυναιξὶν αὐτῶν συνῴκησαν αὐτοί.
但后来,当坎帕尼亚人成为这座城市的主人时,他们对居民施加了许多暴行;他们甚至强行与居民的妻子同居。
ὅμως δʼ οὖν ἔτι σώζεται πολλὰ ἴχνη τοῦ Ἑλληνικοῦ κόσμου καὶ τῶν ἱερῶν καὶ τῶν νομίμων.
然而,希腊秩序、神庙和法度的许多痕迹至今仍得以保留。
ὠνομάσθαι δʼ ἔνιοι Κύμην ἀπὸ τῶν κυμάτων φασί·
有人说,库麦得名于波浪;因为附近的海岸岩石多,波涛汹涌。
ῥαχιώδης γὰρ καὶ προσεχὴς ὁ πλησίον αἰγιαλός. εἰσὶ δὲ καὶ κητεῖαι παρʼ αὐτοῖς ἄρισται.
他们那里也有极佳的大型海兽捕捞场。
ἐν δὲ τῷ κόλπῳ τούτῳ καὶ ὕλη τίς ἐστι θαμνώδης ἐπὶ πολλοὺς ἐκτεινομένη σταδίους ἄνυδρος καὶ ἀμμώδης, ἣν Γαλλιναρίαν ὕλην καλοῦσιν.
在这个海湾里,还有一片延伸许多斯塔迪翁的灌木森林,干旱无水且多沙,人们称之为加利纳里亚森林。
ἐνταῦθα δὴ λῃστήρια συνεστήσαντο οἱ Πομπηίου Σέξτου ναύαρχοι, καθʼ ὃν καιρὸν Σικελίαν ἀπέστησεν ἐκεῖνος.
当塞克斯图斯·庞培使西西里叛变时,他的海军将领们正是于此处建立了海贼据点。

词汇与语法注释

  1. 5.4.3δυεῖν ἀκρωτηρίων — 对地名 `Μισηνοῦ`(米塞努姆)和 `Ἀθηναίου`(阿雅奈翁)的同位语表达,用以限定和说明该海湾是由这两个岬角所界定的。
  2. 5.4.3οἰκούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων — 属格独立结构,描述了后来奥斯基人的一个部落夺取土地(`κατασχεῖν`)时的先前历史背景(“当起初奥皮科伊人和阿乌索内斯人居住时”)。
  3. 5.4.4τῶν μὲν ἀποικίαν εἶναι τῶν δὲ τὴν ἐπωνυμίαν — 由动词 `διωμολογήσαντο`(约定、达成协议)引导的带不定式(`εἶναι`)结构。`τῶν μέν`(哈尔基斯人)和 `τῶν δέ`(库麦人)为所有格属格,意为“殖民地归属于前者,而命名源于后者”。
  4. 5.4.4ἐκ τοῦ περιμάχητον τὴν γῆν εἶναι διʼ ἀρετήν — 由介词 `ἐκ` 引导的带冠词不定式结构(`τοῦ ... εἶναι`)。宾格的 `τὴν γῆν` 作为不定式 `εἶναι` 的逻辑主语,而形容词 `περιμάχητον` 用作其谓语。

引用这一段

斯特拉波, 地理学 §5.4.3-5.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.3-5.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。