§5.4.1Ἐπεὶ δʼ ἀπὸ τῶν προσαλπείων ἐθνῶν ἀρξάμενοι καὶ τῶν πρὸς αὐτοῖς ὀρῶν τῶν Ἀπεννίνων, ἔπειθʼ ὑπερβάντες ταῦτα τὴν ἐντὸς ἐπήλθομεν πᾶσαν, ὅση μεταξὺ κεῖται τοῦ Τυρρηνικοῦ πελάγους καὶ τῶν Ἀπεννίνων ὀρῶν τῶν κεκλιμένων πρὸς τὸν Ἀδρίαν μέχρι Σαυνιτῶν Καμπανῶν, νῦν ἐπανιόντες δηλώσομεν τὰ ἐν τοῖς ὄρεσι τούτοις οἰκοῦντα καὶ ταῖς ὑπωρείαις τῆς τε ἐκτὸς μέχρι τῆς παραλίας τῆς Ἀδριατικῆς καὶ τῆς ἐντός.
さて、私たちはアルプス近隣の諸民族およびそれらに隣接するアペニン山脈から始めて、次いでこれらを越えて、ティレニア海と、アドリア海に向けて傾斜しているアペニン山脈との間に横たわる、サムニウム人やカンプニア人に至るまでの「内側の(イタリア)」のすべてを通り抜けたので、今や戻ってこれらの山々およびその麓に住む人々、すなわち、アドリア海沿岸に至る「外側の(イタリア)」と、および「内側の(イタリア)」の双方に住む人々を明らかにしよう。
ἀρκτέον δὲ πάλιν ἀπὸ τῶν Κελτικῶν ὅρων.
そして再び、ケルト人の境界から始めるべきである。
§5.4.2ἔστι δʼ ἡ Πικεντίνη μετὰ τὰς τῶν Ὀμβρικῶν πόλεις τὰς μεταξὺ Ἀριμίνου καὶ Ἀγκῶνος.
ピケントゥム地方は、アリミヌムとアンコンの間にあるウンブリア人の都市の次にある。
ὥρμηνται δʼ ἐκ τῆς Σαβίνης οἱ Πικεντῖνοι, δρυοκολάπτου τὴν ὁδὸν ἡγησαμένου τοῖς ἀρχηγέταις, ἀφʼ οὗ καὶ τοὔνομα·
ピケントゥム人はサビナ地方から出発したが、キツツキがその先導者たちに道を導いた。 彼らの名前もこれに由来している。
πῖκον γὰρ τὸν ὄρνιν τοῦτον ὀνομάζουσι, καὶ νομίζουσιν Ἄρεως ἱερόν.
というのも、彼らはこの鳥を「ピクス」と呼び、アレス(マルス)の聖鳥とみなしているからである。
οἰκοῦσι δʼ ἀπὸ τῶν ὀρῶν ἀρξάμενοι μέχρι τῶν πεδίων καὶ τῆς θαλάττης, ἐπὶ μῆκος ηὐξημένην ἔχοντες μᾶλλον ἢ πλάτος τὴν χώραν, ἀγαθὴν πρὸς ἅπαντα, βελτίω δὲ τοῖς ξυλίνοις καρποῖς ἢ τοῖς σιτικοῖς.
彼らは山地から始めて平原や海に至るまで居住しており、その土地は幅よりも長さに伸びており、あらゆる生産物に適しているが、穀物よりも樹木の果実においてより優れている。
ἔστι δʼ εὖρος μὲν τὸ ἀπὸ τῶν ὀρῶν ἐπὶ θάλατταν ἀνώμαλον τοῖς διαστήμασι· μῆκος δʼ ἀπὸ Αἴσιος ποταμοῦ μέχρι Κάστρου παράπλουν ἔχον σταδίων ὀκτακοσίων.
山地から海に至る幅はその距離が一様ではないが、長さはアイシス川からカストルムまで、沿岸航路で800スタディオンに及ぶ。
πόλεις δʼ Ἀγκὼν μὲν Ἑλληνίς, Συρακουσίων κτίσμα τῶν φυγόντων τὴν Διονυσίου τυραννίδα·
都市としては、ギリシアの都市であるアンコンがあり、これはディオニュシオスの僭主政治を逃れたシラクサ人の入植地である。
κεῖται δʼ ἐπʼ ἄκρας μὲν λιμένα ἐμπεριλαμβανούσης τῇ πρὸς τὰς ἄρκτους ἐπιστροφῇ, σφόδρα δʼ εὔοινός ἐστι καὶ πυροφόρος.
それは北への湾曲によって港を包み込んでいる岬の上に位置しており、非常にワインと小麦に富んでいる。
πλησίον δʼ αὐτῆς Αὔξουμον πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης·
その近くには、海から少し上がったところにアウクスムムという都市がある。
εἶτα Σεπτέμπεδα καὶ * Πνευεντία καὶ Ποτεντία καὶ Φίρμον Πικηνόν·
次いでセプテンペダ、そしてプネウエンティア、ポテンティア、およびフィルムム・ピケヌム。
ἐπίνειον δὲ ταύτης Κάστελλον.
この都市の外港はカステッルムである。
ἐφεξῆς δὲ τὸ τῆς Κύπρας ἱερόν, Τυρρηνῶν ἵδρυμα καὶ κτίσμα·
それに続いて、エトルリア人の設立・創建によるクプラの神殿がある。
τὴν δʼ Ἥραν ἐκεῖνοι Κύπραν καλοῦσιν·
彼らはヘラをクプラと呼んでいる。
εἶτα Τρουεντῖνος ποταμὸς καὶ πόλις ἐπώνυμος· εἶτα Καστρουνόουν καὶ ὁ Ματρῖνος ποταμός, ῥέων ἀπὸ τῆς Ἀδριανῶν πόλεως, ἔχων ἐπίνειον τῆς Ἀδρίας ἐπώνυμον ἑαυτοῦ.
次いでトゥルエントゥス川と同名の都市、次いでカストルム・ノウムと、ハドリアの都市から流れ、ハドリアの外港として自らと同名の港を有しているマトリヌス川。
ἔστι δʼ ἐν τῇ μεσογαίᾳ καὶ αὕτη καὶ τὸ Ἄσκλον τὸ Πικηνόν, ἐρυμνότατον χωρίον καὶ ἐφʼ ᾧ κεῖται τὸ τεῖχος, καὶ τὰ περικείμενα ὄρη στρατοπέδοις οὐ βάσιμα.
内陸には、この都市とアスクルム・ピケヌムがある。 後者は非常に堅固な場所であり、城壁がその上に建てられており、周囲の山々は軍勢にとって通行不可能である。
ὑπὲρ δὲ τῆς Πικεντίνης Ὀυηστῖνοι τε καὶ Μαρσοὶ καὶ Πελίγνοι καὶ Μαρρουκῖνοι καὶ Φρεντανοί, Σαυνιτικὸν ἔθνος, τὴν ὀρεινὴν κατέχουσιν ἐφαπτόμενοι μικρὰ τῆς θαλάττης.
ピケントゥム地方の上方には、ウェスティニ人、マルシ人、ペリグニ人、マッルキニ人、そしてサムニウム系民族であるフレンタニ人が山地を占めており、海にはわずかしか接していない。
ἔστι δὲ τὰ ἔθνη ταῦτα μικρὰ μὲν ἀνδρικώτατα δὲ καὶ πολλάκις τὴν ἀρετὴν ταύτην ἐπιδεδειγμένα Ῥωμαίοις, πρῶτον μὲν ἡνίκα ἐπολέμουν, δεύτερον δὲ ὅτε συνεστράτευον, τρίτον δʼ ὅτε δεόμενοι τυχεῖν ἐλευθερίας καὶ πολιτείας μὴ τυγχάνοντες ἀπέστησαν καὶ τὸν Μαρσικὸν καλούμενον ἐξῆψαν πόλεμον, Κορφίνιον, τὴν τῶν Πελίγνων μητρόπολιν, κοινὴν ἅπασι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ῥώμης, ὁρμητήριον τοῦ πολέμου, μετονομασθεῖσαν Ἰταλικήν, καὶ ἐνταῦθα δὴ τοὺς συνεπομένους ἀθροίσαντες καὶ χειροτονήσαντες ὑπάτους καὶ στρατηγούς·
これらの民族は小規模であるが非常に勇敢であり、ローマ人に対してこの卓越性をしばしば示してきた。 第一に彼らが戦っていた時、第二に共に従軍していた時、第三に自由と市民権を得ることを求めながらも得られなかったために離反し、いわゆる「マルシ戦争」を引き起こした時である。 彼らは、ペリグニ人の母都市であるコルフィニウムを、ローマの代わりにすべてのイタリア人の共通の都市、戦争の拠点と定め、名を「イタリカ」と改めた。 そしてまさにここに、同盟する人々を集め、執政官や将軍を選出したのである。
δύο δʼ ἔτη συνέμειναν ἐν τῷ πολέμῳ μέχρι διεπράξαντο τὴν κοινωνίαν περὶ ἧς ἐπολέμουν.
彼らは、自分たちがそのために戦っていた市民権を獲得するまで、2年間その戦争に留まり続けた。
Μαρσικὸν δὲ ὠνόμασαν τὸν πόλεμον ἀπὸ τῶν ἀρξάντων τῆς ἀποστάσεως, καὶ μάλιστα ἀπὸ Πομπαιδίου.
そして、離反を始めた人々、とりわけポンパエディウスにちなんで、その戦争を「マルシ戦争」と名付けた。
τὰ μὲν οὖν ἄλλα κωμηδὸν ζῶσιν, ἔχουσι δὲ καὶ πόλεις ὑπὲρ μὲν τῆς θαλάττης τό τε Κορφίνιον καὶ Σούλμωνα καὶ Μαρούιον καὶ Τεατέαν τὴν τῶν Μαρρουκίνων μητρόπολιν.
さて、それ以外では彼らは村落ごとに暮らしているが、都市も有しており、海の上方にはコルフィニウム、スルモ、マルウィウム、およびマッルキニ人の母都市であるテアテがある。
ἐπʼ αὐτῇ δὲ τῇ θαλάττῃ τό τε Ἄτερνον, ὅμορον τῇ Πικεντίνῃ, ὁμώνυμον δὲ τῷ ποταμῷ τῷ διορίζοντι τήν τε Ὀυηστίνην καὶ τὴν Μαρρουκίνην.
まさに海沿いにはアテルヌムがあり、これはピケントゥム地方に隣接しており、ウェスティニ地方とマッルキニ地方を分かつ川と同名である。
ῥεῖ γὰρ ἐκ τῆς Ἀμιτερνίνης, διὰ δὲ Ὀυηστίνων, παραλιπὼν ἐν δεξιᾷ τοὺς Μαρρουκίνους ὑπὲρ τῶν Πελίγνων κειμένους, ζεύγματι περατός.
というのも、この川はアミテルヌム地方から流れ、ウェスティニ地方を通り、ペリグニ人の上方に位置するマッルキニ人を右側に残し、橋によって渡ることができる。
τὸ δὲ πόλισμα τὸ ἐπώνυμον αὐτοῦ Ὀυηστίνων μέν ἐστι, κοινῷ δʼ ἐπινείῳ χρῶνται καὶ οἱ Πελίγνοι καὶ οἱ Μαρρουκῖνοι·
この川と同名の小都市はウェスティニ人のものであるが、ペリグニ人とマッルキニ人も共通の外港としてこれを利用している。
διέχει δὲ τὸ ζεῦγμα τέτταρας καὶ εἴκοσι σταδίους ἀπὸ Κορφινίου.
そして、その橋はコルフィニウムから24スタディオン離れている。
μετὰ δὲ Ἄτερνον Ὄρτων ἐπίνειον Φρεντανῶν, καὶ Βοῦκα καὶ αὐτὴ Φρεντανῶν, ὅμορος Τεάνῳ τῷ Ἀπούλῳ.
アテルヌムの次にはフレンタニ人の外港であるオルトンがあり、さらにやはりフレンタニ人のブカがあり、これはアプリアのテアヌムに隣接している。
μεταξὺ δὲ Ὄρτωνος καὶ Ἀτέρνου ὁ Σάγρος ποταμὸς ὁρίζων τοὺς Φρεντανοὺς ἀπὸ τῶν Πελίγνων.
オルトンとアテルヌムの間には、フレンタニ人とペリグニ人を分かつサグルス川がある。
ὁ δὲ παράπλους ἀπὸ τῆς Πικεντίνης ἐπὶ τοὺς Ἀπούλους, οὓς οἱ Ἕλληνες Δαυνίους καλοῦσι, σταδίων ἐστὶν ὅσον τετρακοσίων ἐνενήκοντα.
ピケントゥム地方から、ギリシア人がダウニア人と呼ぶアプリア人に至る沿岸航路は、およそ490スタディオンである。