Humanitext Reader

斯特拉波 · 地理学 §5.4.12-5.4.13

萨姆奈特人的起源传说与风俗及周边部族

第 174 段,共 577 段 · 希腊语

内容简介

作者描述了关于萨姆奈特人起源的“神圣之春”传说及其独特的婚姻法律,并进一步讨论了坎帕尼亚人的奢华与衰落,以及皮肯特斯人的迁徙及其地区的特征。

§5.4.12περὶ δὲ Σαυνιτῶν καὶ τοιοῦτός τις λόγος φέρεται, διότι πολεμοῦντες Σαβῖνοι πολὺν χρόνον πρὸς τοὺς Ὀμβρικοὺς εὔξαντο, καθάπερ τῶν Ἑλλήνων τινές, τὰ γενόμενα τῷ ἔτει τούτῳ καθιερῶσαι, νικήσαντες δὲ τῶν γενομένων τὰ μὲν κατέθυσαν τὰ δὲ καθιέρωσαν·
关于萨姆奈特人,还流传着这样一种传说:萨宾人在与温布里亚人长期作战时,像一些希腊人那样许愿,要将那一年里出生的一切都献给神明;在获胜后,他们把出生之物中的一部分作了牺牲献祭,另一部分则奉献给神。
ἀφορίας δὲ γενηθείσης, εἶπέ τις ὡς ἐχρῆν καθιερῶσαι καὶ τὰ τέκνα.
但后来发生饥荒时,有人说他们也应该把孩子们献给神。
οἱ δʼ ἐποίησαν τοῦτο καὶ τοὺς γενομένους τότε παῖδας Ἄρεως ἐπεφήμισαν, ἀνδρωθέντας δʼ ἔστειλαν εἰς ἀποικίαν, ἡγήσατο δὲ ταῦρος·
于是他们照办了,把当时出生的孩子们奉为阿雷斯之子,当他们长大成人后,便派遣他们去建立殖民地,而有一头公牛在前面引路。
ἐν δὲ τῇ τῶν Ὀπικῶν κατευνασθέντος (ἐτύγχανον δὲ κωμηδὸν ζῶντες) ἐκβαλόντες ἐκείνους ἱδρύθησαν αὐτόθι καὶ τὸν ταῦρον ἐσφαγίασαν τῷ Ἄρει τῷ δόντι αὐτὸν ἡγεμόνα κατὰ τὴν τῶν μάντεων ἀπόφασιν.
当公牛在奥皮基人的土地上躺下时(他们当时碰巧散居在村落里),他们驱逐了那些人并定居在当地,并根据预言家们的宣告,将这头公牛献祭给那给予他们向导的阿雷斯。
εἰκὸς δὲ διὰ τοῦτο καὶ Σαβέλλους αὐτοὺς ὑποκοριστικῶς ἀπὸ τῶν γονέων προσαγορευθῆναι, Σαμνίτας δʼ ἀπʼ ἄλλης αἰτίας, οὓς οἱ Ἕλληνες Σαυνίτας λέγουσι.
因此,他们因父母的名字而被爱称式地称为“萨贝利人”,而因另一种原因被称为“萨姆奈特人”——即希腊人所称的“萨乌尼泰人”,这是合乎情理的。
τινὲς δὲ καὶ Λάκωνας συνοίκους αὐτοῖς γενέσθαι φασὶ καὶ διὰ τοῦτο καὶ φιλέλληνας ὑπάρξαι, τινὰς δὲ καὶ Πιτανάτας καλεῖσθαι.
有些人还说,拉科尼亚人也曾与他们共同居住,因此他们也是亲希腊的,其中有些人甚至被称为“皮塔纳泰人”。
δοκεῖ δὲ καὶ Ταραντίνων πλάσμα τοῦτʼ εἶναι, κολακευόντων ὁμόρους καὶ μέγα δυναμένους ἀνθρώπους καὶ ἅμα ἐξοικειουμένων, οἵ γε καὶ ὀκτὼ μυριάδας ἔστελλόν ποτε τῆς πεζῆς στρατιᾶς, ἱππέας δʼ ὀκτακισχιλίους.
但这似乎是加一点阿谀奉承的塔兰托人的捏造,他们以此来迎合自己的邻居——一个拥有强大力量的民族,并企图与他们攀亲,因为这些邻居曾一度派出八万步兵和八千骑兵。
φασὶ δὲ νόμον εἶναι παρὰ τοῖς Σαυνίταις καλὸν καὶ προτρεπτικὸν πρὸς ἀρετήν· οὐ γὰρ ἔξεστι διδόναι τὰς θυγατέρας οἷς ἂν ἐθέλωσιν, ἀλλὰ κρίνεσθαι κατὰ ἔτος δέκα μὲν παρθένους δέκα δὲ τῶν νέων τοὺς ἀρίστους καὶ τὰς ἀρίστας· τούτων τῷ πρώτῳ τὴν πρώτην δίδοσθαι, τῷ δευτέρῳ τὴν δευτέραν καὶ ἑξῆς οὕτως· ἐὰν δʼ ὁ λαβὼν τὸ γέρας μεταβαλόμενος γένηται πονηρός, ἀτιμάζουσι καὶ ἀφαιροῦνται τὴν δοθεῖσαν.
据说,在萨姆奈特人中有一条极好且能激发美德的法律:因为他们不允许把女儿嫁给自己想嫁的任何人,而是每年要在最优秀的青年男女中,评选出十名少女和十名青年;在这些人中,第一名要许配给第一名,第二名给第二名,以此类推;但如果获得这一奖赏的人改变了,变得邪恶,他们就会剥夺其荣誉,并夺回许配给他的女子。
ἑξῆς δʼ εἰσὶν Ἱρπῖνοι, καὐτοὶ Σαυνῖται· τοὔνομα δʼ ἔσχον ἀπὸ τοῦ ἡγησαμένου λύκου τῆς ἀποικίας· ἵρπον γὰρ καλοῦσιν οἱ Σαυνῖται τὸν λύκον· συνάπτουσι δὲ Λευκανοῖς τοῖς μεσογαίοις.
紧接着是希尔皮尼人,他们也是萨姆奈特人;他们的名字来源于引导他们进行殖民的狼,因为萨姆奈特人称狼为“希尔波斯”;他们与内陆的卢卡尼亚人接壤。
περὶ μὲν Σαυνιτῶν ταῦτα.
关于萨姆奈特人的情况就是这些。
§5.4.13καμπανοῖς δὲ συνέβη διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἐπʼ ἴσον ἀγαθῶν ἀπολαῦσαι καὶ κακῶν.
对于坎帕尼亚人来说,由于土地的富饶,他们同样享受了福祉,也遭受了灾祸。
ἐπὶ τοσοῦτον γὰρ ἐξετρύφησαν ὥστʼ ἐπὶ δεῖπνον ἐκάλουν πρὸς ζεύγη μονομάχων, ὁρίζοντες ἀριθμὸν κατὰ τὴν τῶν δείπνων ἀξίαν.
因为他们变得如此奢侈,以至于邀请成对的角斗士来赴宴,根据宴会的档次来确定其人数。
Ἀννίβα δʼ ἐξ ἐνδόσεως λαβόντος αὐτούς, δεξάμενοι χειμαδίοις τὴν στρατιὰν οὕτως ἐξεθήλυναν ταῖς ἡδοναῖς ὥσθʼ ὁ Ἀννίβας ἔφη νικῶν κινδυνεύειν ἐπὶ τοῖς ἐχθροῖς γενέσθαι, γυναῖκας ἀντὶ τῶν ἀνδρῶν τοὺς στρατιώτας ἀπολαβών.
当汉尼拔通过他们的投降而接管他们时,他们接纳了他的军队进入冬营,并用享乐使士兵们变得如此软弱,以至于汉尼拔说,他虽然胜利了,却有落入敌人手中的危险,因为他领回的是女人而非男人作为他的士兵。
Ῥωμαῖοι δὲ κρατήσαντες πολλοῖς κακοῖς ἐσωφρόνισαν αὐτούς, ὕστατα δὲ καὶ κατεκληρούχησαν τὴν γῆν.
但罗马人在征服他们之后,用许多惩罚使他们清醒过来,最后甚至分配了他们的土地。
νυνὶ μέντοι μετʼ εὐπραγίας διάγουσι τοῖς ἐποίκοις ὁμονοήσαντες, καὶ τὸ ἀξίωμα φυλάττουσι τὸ ἀρχαῖον καὶ τῷ μεγέθει τῆς πόλεως καὶ κατʼ εὐανδρίαν.
不过,现在他们与移民和睦相处,生活富足,无论是城市规模还是人口兴旺方面,都保留着古代的尊严。
μετὰ δὲ τὴν Καμπανίαν καὶ τὴν Σαυνῖτιν ἐπὶ μὲν τῇ Τυρρηνικῇ θαλάττῃ τὸ τῶν Πικέντων ἔθνος οἰκεῖ, μικρὸν ἀπόσπασμα τῶν ἐν τῷ Ἀδρίᾳ Πικεντίνων, ὑπὸ Ῥωμαίων μετῳκισμένον εἰς τὸν Ποσειδωνιάτην κόλπον, ὃς νῦν Παιστανὸς καλεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστός, ἐν μέσῳ τῷ κόλπῳ κειμένη.
在坎帕尼亚和萨姆尼乌姆之后,第勒尼安海沿岸居住着皮肯特斯人的部族,他们是亚得里亚海沿岸皮肯蒂尼人的一个小分支,被罗马人移居到波塞多尼亚湾(现在称为派斯塔诺斯湾),波塞多尼亚城现在被称为派斯托斯,坐落在海湾的中部。
μεταξὺ δὲ τῶν Σειρηνουσσῶν καὶ τῆς Ποσειδωνίας Μαρκῖνα, Τυρρηνῶν κτίσμα οἰκούμενον ὑπὸ Σαυνιτῶν.
在塞壬诸岛和波塞多尼亚之间是马尔基纳,它是第勒尼安人所建,现由萨姆奈特人居住。
ἐντεῦθεν εἰς Πομπηίαν διὰ Νουκερίας οὐ πλειόνων ἑκατὸν καὶ εἴκοσι σταδίων ἐστὶν ὁ ἰσθμός.
从这里穿过努凯里亚到庞贝的峡地,不超过一百二十斯塔迪亚。
διήκουσι δʼ οἱ Πίκεντες μέχρι τοῦ Σιλάριδος ποταμοῦ τοῦ ὁρίζοντος ἀπὸ ταύτης τῆς χώρας τὴν ἀρχαίαν Ἰταλίαν, ἐφʼ οὗ τοῦτʼ ἴδιον ἱστοροῦσιν περὶ τοῦ ὕδατος ὄντος ποτίμου, τὸ καθιέμενον εἰς αὐτὸ φυτὸν ἀπολιθοῦσθαι φυλάττον τὴν χρόαν καὶ τὴν μορφήν.
皮肯特斯人延伸至西拉里斯河,该河将古意大利与这个地区划分开来;关于这条河,人们记录了其水源的一个奇特属性:尽管其水是可以饮用的,但投入其中的植物都会石化,并保留其颜色和形状。
τῶν δὲ Πικέντων ὑπῆρχε μητρόπολις Πικεντία, νυνὶ δὲ κωμηδὸν ζῶσιν ἀπωσθέντες ὑπὸ Ῥωμαίων διὰ τὴν πρὸς Ἀννίβαν κοινωνίαν· ἀντὶ δὲ στρατείας ἡμεροδρομεῖν καὶ γραμματοφορεῖν ἀπεδείχθησαν ἐν τῷ τότε δημοσίᾳ, καθάπερ καὶ Λευκανοὶ καὶ Βρέττιοι κατὰ τὰς αὐτὰς αἰτίας· ἐπετείχισαν δʼ αὐτοῖς Σάλερνον Ῥωμαῖοι φρουρᾶς χάριν μικρὸν ὑπὲρ τῆς θαλάττης· εἰσὶ δʼ ἀπὸ Σειρηνουσσῶν ἐπὶ Σίλαριν στάδιοι διακόσιοι ἑξήκοντα.
皮肯特斯人的首府曾是皮肯蒂亚,但现在他们因为与汉尼拔结盟而被罗马人驱逐,散居在村落里;当时,他们被指定作为公职人员担任信使和送信员以代替服兵役,就像卢卡尼亚人和布雷蒂人因同样的原因被指定一样;罗马人在略高于海面的地方建立起萨莱诺作为防守他们的据点;而从塞壬诸岛到西拉里斯河的距离为两百六十斯塔迪亚。

词汇与语法注释

  1. ¦p.344¦τοὺς γενομένους τότε παῖδας Ἄρεως ἐπεφήμισαν — 动词 `ἐπιφημίζω` 意为“命名”或“宣布献给某神”。在此处它与属格 `Ἄρεως`(阿雷斯的)连用,意为“他们宣布当时出生的孩子们是献给阿雷斯的”。`Ἄρεως` 起所有格属格的作用。
  2. ¦p.344¦οἷς ἂν ἐθέλωσιν — 关系代名词 `οἷs` 省略了其与格先行词(如 `τούτοις`,“给那些人”),并被吸引为与格。助词 `ἄν` 与虚拟式 `ἐθέλωσιν` 连用,引导一个泛指关系从句(“无论他们想给谁”)。
  3. ¦p.345¦τὸ καθιέμενον εἰς αὐτὸ φυτὸν ἀπολιθοῦσθαι — 这个不定式短语作为同位语,具体解释了前文的 `τοῦτο`(这)和 `ἴδιον`(特有属性)。冠词 `τὸ` 使不定式 `ἀπολιθοῦσθαι`(石化)名词化,其逻辑主语是宾格的 `φυτόν`(植物)。

引用这一段

斯特拉波, 地理学 §5.4.12-5.4.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.12-5.4.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。