Humanitext Reader

斯特拉波 · 地理学 §5.4.10-5.4.11

卡普亚周边诸城与萨姆奈特人的衰亡

第 173 段,共 577 段 · 希腊语

内容简介

斯特拉波介绍了坎帕尼亚内陆城市(以卡普亚为首)的地理情况,叙述了汉尼拔围攻卡西利努姆的往事,并详细记述了曾强大一时的萨姆奈特人在苏拉的彻底镇压下走向毁灭的历史与现状。

§5.4.10Ἐν δὲ τῇ μεσογαίᾳ Καπύη μέν ἐστιν ἡ μητρόπολις, κεφαλὴ τῷ ὄντι κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος· τὰ γὰρ ἄλλα πολίχνια νομίζοιτʼ ἂν κατὰ τὴν σύγκρισιν πλὴν Τεάνου Σιδικίνου· καὶ γὰρ αὕτη ἀξιόλογος.
在内陆地区,卡普亚是其首府,根据其名称的词源,它确实是“头部”;因为与其他小城镇相比,除了泰阿努姆·西迪基努姆之外,其余的只能算是小镇,因为泰阿努姆·西迪基努姆也是值得瞩目的。
κεῖται δʼ ἐπὶ τῇ ὁδῷ τῇ Ἀππίᾳ αὕτη τε καὶ τῶν ἄλλων αἱ ἐπὶ Βρεντέσιον ἄγουσαι ἀπʼ αὐτῆς, Καλατία καὶ Καύδιον καὶ Βενεουεντόν·
位于阿皮亚大道上的有卡普亚本身,以及从那里通往布伦特西翁的其他城镇,即卡拉蒂亚、考迪翁和贝内文托。
ἐπὶ δὲ Ῥώμης Κασιλῖνον ἵδρυται ἐπὶ τῷ Ὀυουλτούρνῳ ποταμῷ, ἐν ᾗ πολιορκούμενοι Πραινεστίνων ἄνδρες τετταράκοντα καὶ πεντακόσιοι πρὸς ἀκμάζοντα Ἀννίβαν ἐπὶ τοσοῦτον ἀντέσχον, ὥσθʼ ὑπὸ λιμοῦ διακοσίων δραχμῶν πραθέντος μυός, ὁ μὲν πωλήσας ἀπέθανεν, ἐσώθη δʼ ὁ πριάμενος.
在通往罗马的方向上,卡西利努姆坐落在沃尔图努斯河畔,在那里,五百四十名被包围的普拉埃内斯特人在汉尼拔鼎盛时期对他进行了长期的抵抗,以至于在饥荒中,一只老鼠被卖到两百德拉克马,卖者因饥饿而死,买者却得以幸存。
ἰδὼν δʼ αὐτοὺς πλησίον τοῦ τείχους σπείροντας γογγύλην ἐθαύμαζεν, ὡς ἔοικεν, ὁ Ἀννίβας τῆς μακροθυμίας, εἰ ἐλπίζοιεν τέως ἀνθέξειν ἕως τελεσφορήσειεν ἡ γογγύλη· καὶ δὴ περιγενέσθαι πάντας φασὶ πλὴν ἀνδρῶν ὀλίγων τῶν ἢ λιμῷ διαλυθέντων ἢ ἐν ταῖς μάχαις.
据说,汉尼拔看到他们在城墙附近播种芜菁,似乎对他们的坚韧感到惊异,心想他们是否希望一直坚守到芜菁结果;事实上,据说除了少数死于饥饿或在战斗中牺牲的人之外,所有人都幸存了下来。
§5.4.11πρὸς δὲ ταῖς ῥηθείσαις ἔτι καὶ αὗται Καμπαναὶ πόλεις εἰσὶν ὧν ἐμνήσθημεν πρότερον, Κάλης τε καὶ Τέανον Σιδικῖνον, ἃς διορίζουσιν αἱ δύο Τύχαι ἐφʼ ἑκάτερα ἱδρυμέναι τῆς Λατίνης ὁδοῦ, καὶ ἔτι Σουέσσουλα καὶ Ἀτέλλα καὶ Νῶλα καὶ Νουκερία καὶ Ἀχέρραι καὶ Ἀβέλλα καὶ ἄλλαι ἔτι ἐλάττους τούτων κατοικίαι, ὧν ἐνίας Σαυνίτιδάς φασιν εἶναι.
除了已提到的城市外,这些也是我们之前提到过的坎帕尼亚城市:卡雷斯和泰阿努姆·西迪基努姆,它们被设立在拉丁大道两侧的两尊幸运女神像所界定;还有苏埃斯拉、阿泰拉、诺拉、努凯里亚、阿凯拉埃、阿贝拉,以及比这些更小的其他定居点,其中一些据说属于萨姆奈特人。
Σαυνῖται δὲ πρότερον μὲν καὶ μέχρι τῆς Λατίνης τῆς περὶ Ἀρδέαν ἐξοδίας ποιούμενοι, μετὰ δὲ ταῦτα αὐτὴν τὴν Καμπανίαν πορθοῦντες πολλὴν ἐκέκτηντο δύναμιν· καὶ γὰρ ἄλλως δεσποτικῶς ἄρχεσθαι μεμαθηκότες ταχὺ ὑπούργουν τοῖς προστάγμασι.
萨姆奈特人以前曾向远至阿尔代亚附近的拉丁地区发动远征,此后又蹂躏了坎帕尼亚本身,从而拥有了强大的力量;因为他们在其他方面已经习惯了接受专制统治,所以迅速服从命令。
νυνὶ δʼ ἐκπεπόνηνται τελέως ὑπό τε ἄλλων καὶ τὸ τελευταῖον ὑπὸ Σύλλα τοῦ μοναρχήσαντος Ῥωμαίων, ὃς ἐπειδὴ πολλαῖς μάχαις καταλύσας τὴν τῶν Ἰταλιωτῶν ἐπανάστασιν τούτους σχεδόν τι μόνους συμμένοντας ἑώρα καὶ ὁμοίως ὁρμῶντας, ὥστε καὶ ἐπʼ αὐτὴν τὴν Ῥώμην ἐλθεῖν, συνέστη πρὸ τοῦ τείχους αὐτοῖς, καὶ τοὺς μὲν ἐν τῇ μάχῃ κατέκοψε κελεύσας μὴ ζωγρεῖν τοὺς δὲ ῥίψαντας τὰ ὅπλα, περὶ τρισχιλίους ἄνδρας ἢ τετρακισχιλίους φασίν, εἰς τὴν δημοσίαν ἔπαυλιν τὴν ἐν τῷ Κάμπῳ καταγαγὼν εἷρξε·
但现在他们已被其他人,尤其是最后由成为罗马独裁者的苏拉彻底消灭。 苏拉在多次战斗中平定了意大利人的叛乱,看到只有这些人几乎独自保持着团结,并以同样的气势甚至向罗马本身进军,便在城墙前与他们交战,并在战斗中斩杀了他们,命令不留俘虏;而那些放下武器的人,据说大约有三千到四千人,他将他们带到战神广场的公共别墅并囚禁起来;三天后,他派兵将他们全部屠杀。
τρισὶ δὲ ὕστερον ἡμέραις ἐπιπέμψας στρατιώτας ἅπαντας ἀπέσφαξε, προγραφάς τε ποιούμενος οὐκ ἐπαύσατο πρὶν ἢ πάντας τοὺς ἐν ὀνόματι Σαυνιτῶν διέφθειρεν ἢ ἐκ τῆς Ἰταλίας ἐξέβαλε·
他不断进行肉体消灭,直到把所有具有萨姆奈特之名的人消灭殆尽或驱逐出意大利。
πρὸς δὲ τοὺς αἰτιωμένους τὴν ἐπὶ τοσοῦτον ὀργὴν ἔφη καταμαθεῖν ἐκ τῆς πείρας, ὡς οὐδέποτʼ ἂν εἰρήνην ἀγάγοι Ῥωμαίων οὐδὲ εἷς, ἕως ἂν συμμένωσι καθʼ ἑαυτοὺς Σαυνῖται.
对于那些谴责他如此愤怒的人,他说他从经验中了解到,只要萨姆奈特人还团结在一起,罗马人就绝不可能享有和平。
τοιγάρ τοι νυνὶ κῶμαι γεγόνασιν αἱ πόλεις· ἔνιαι δʼ ἐκλελοίπασι τελέως, Βοιανὸν Αἰσερνία Πάννα Τελεσία συνεχὴς Ὀυενάφρῳ καὶ ἄλλαι τοιαῦται, ὧν οὐδεμίαν ἄξιον ἡγεῖσθαι πόλιν· ἡμεῖς δʼ ἐπέξιμεν μέχρι τοῦ μετρίου διὰ τὴν τῆς Ἰταλίας δόξαν καὶ δύναμιν.
因此,现在他们的城市都变成了村庄,有些已经完全消失了,如博维亚努姆、伊塞尔尼亚、潘纳、与维纳夫鲁姆相连的泰莱西亚以及其他类似的地方,其中没有一个值得被称为城市;但由于意大利的名声和力量,我们将进行适度的叙述。
Βενεουεντὸν δʼ ὅμως συνέστηκεν εὖ καὶ Ὀυενουσία.
不过,贝内文托和维诺萨依然状况良好。

词汇与语法注释

  1. §5.4.10κεφαλὴ τῷ ὄντι κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος — 此处提到了当时流行的通俗词源学说,即将地名“卡普亚”(Capua)与拉丁语中表示“头部”的词 *caput* 联系起来。希腊语的 *kephale* 在此作为拉丁语该词的直译使用。
  2. §5.4.10αὕτη τε — 代词 *haute* 指的不是紧接在前的泰阿努姆·西迪基努姆(Teanum Sidicinum),而是本节的主题卡普亚(Capua)。因为泰阿努姆·西迪基努姆位于拉丁大道(Via Latina),而卡普亚则是阿皮亚大道(Via Appia)的起点和主要站点,如此方能与后续对该大道的叙述相符合。
  3. §5.4.10ἐπὶ δὲ Ῥώμης — 介词 *epi* 加上属格表示运动或位置的朝向(“朝向……”)。在此指从卡普亚的角度出发“在通向罗马的方向上”。
  4. §5.4.11δεσποτικῶς ἄρχεσθαι μεμαθηκότες — 不定式 *archesthai* 在此作被动语态,意为“被统治”。这解释了为什么萨姆奈特人传统上习惯于在专制方式下接受统治,因而能够迅速服从(其领袖或罗马将领的)命令。

引用这一段

斯特拉波, 地理学 §5.4.10-5.4.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.10-5.4.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。