§5.3.12Ἐνδοτέρω δὲ τῆς κατʼ αὐτὰς ὀρεινῆς ἄλλη ῥάχις ἐστί, μεταξὺ αὐλῶνα καταλείπουσα τὸν κατὰ Ἄλγιδον, ὑψηλὴ μέχρι τοῦ Ἀλβανοῦ ὄρους.
これらの都市がある山脈のさらに内側には別の尾根があり、その間にアルギドゥス近くの谷間を残しており、アルバヌス山まで高くそびえている。
ἐπὶ ταύτης δὴ τὸ Τούσκουλον ἵδρυται πόλις οὐ φαύλως κατεσκευασμένη·
まさにこの尾根の上に、見事に築かれた都市トゥスクルムが位置している。
κεκόσμηται δὲ ταῖς κύκλῳ φυτείαις καὶ οἰκοδομίαις, καὶ μάλιστα ταῖς ὑποπιπτούσαις ἐπὶ τὸ κατὰ τὴν Ῥώμην μέρος.
それは周囲の植栽や建物によって、とりわけローマに面した側の部分に下っているものによって美しく飾られている。
τὸ γὰρ Τοῦσκλον ἐνταῦθα ἐστὶ λόφος εὔγεως καὶ εὔυδρος, κορυφούμενος ἠρέμα πολλαχοῦ καὶ δεχόμενος βασιλείων κατασκευὰς ἐκπρεπεστάτας.
というのも、この地におけるトゥスクルムは肥沃で水の豊かな丘であり、あちこちで緩やかに頂を形成し、極めて壮麗な宮殿風の建築物を受け入れているからである。
συνεχῆ δʼ ἐστὶ καὶ τὰ τῷ Ἀλβανῷ ὄρει ὑποπίπτοντα, τὴν αὐτήν τε ἀρετὴν ἔχοντα καὶ κατασκευήν.
そして、アルバヌス山の麓に位置する場所もこれに連続しており、同じような素晴らしさと建築物を備えている。
ἐφεξῆς δʼ ἐστὶ πεδία, τὰ μὲν πρὸς τὴν Ῥώμην συνάπτοντα καὶ τὰ προάστεια αὐτῆς, τὰ δὲ πρὸς τὴν θάλατταν·
それに続いて平原があり、一方はローマとその郊外に接し、他方は海に接している。
τὰ μὲν οὖν πρὸς τὴν θάλατταν ἧττόν ἐστιν ὑγιεινά, τὰ δὲ ἄλλα εὐάγωγά τε καὶ παραπλησίως ἐξησκημένα.
さて、海に接する側は健康に良くないが、その他の部分は耕作に適しており、同様に見事に整えられている。
μετὰ δὲ τὸ Ἀλβανὸν Ἀρικία ἐστὶ πόλις ἐπὶ τῇ ὁδῷ τῇ Ἀππίᾳ·
アルバヌス山の後には、アッピア街道沿いにアリキアという都市がある。
στάδιοι δʼ εἰσὶν ἐκ τῆς Ῥώμης ἑκατὸν ἑξήκοντα·
ローマからは160スタディオンである。
κοῖλος δʼ ἐστὶν ὁ τόπος, ἔχει δʼ ὅμως ἐρυμνὴν ἄκραν.
その土地は窪んでいるが、それでも険しく堅固なアクロポリスを有している。
ὑπέρκειται δʼ αὐτῆς τὸ μὲν Λανούιον, πόλις Ῥωμαίων, ἐν δεξιᾷ τῆς Ἀππίας ὁδοῦ, ἀφʼ ἧς ἔποπτος ἥ τε θάλαττά ἐστι καὶ τὸ Ἄντιον·
その上方には、アッピア街道の右側にローマ人の都市ラヌウィウムがそびえており、そこからは海とアンティウムが見渡せる。
τὸ δʼ Ἀρτεμίσιον, ὃ καλοῦσι νέμος, ἐκ τοῦ ἐν ἀριστερᾷ μέρους τῆς ὁδοῦ τοῖς ἐξ Ἀρικίας ἀναβαίνουσιν.
また、人々が「ネモス」と呼ぶアルテミシオンは、アリキアから登っていく人々にとって街道の左側の部分にある。
τῆς δʼ Ἀρικίνης τὸ ἱερὸν λέγουσιν ἀφίδρυμά τι τῆς Ταυροπόλου·
アリキアの神殿はタウロボロスの分霊であると言われている。
καὶ γάρ τι βαρβαρικὸν κρατεῖ καὶ Σκυθικὸν περὶ τὸ ἱερὸν ἔθος.
というのも、その神殿の周りには何か野蛮でスキティア的な習俗が支配しているからである。
καθίσταται γὰρ ἱερεὺς ὁ γενηθεὶς αὐτόχειρ τοῦ ἱερωμένου πρότερον δραπέτης ἀνήρ·
すなわち、以前の神官を自らの手で殺害した逃亡者の男が神官に任じられるのである。
ξιφήρης οὖν ἐστιν ἀεὶ περισκοπῶν τὰς ἐπιθέσεις, ἕτοιμος ἀμύνεσθαι.
それゆえ、彼は常に剣を手に、襲撃を警戒して辺りを見回し、身を守る備えをしている。
τὸ δʼ ἱερὸν ἐν ἄλσει, πρόκειται δὲ λίμνη πελαγίζουσα, κύκλῳ δʼ ὀρεινὴ συνεχὴς ὀφρὺς περίκειται καὶ λίαν ὑψηλὴ καὶ τὸ ἱερὸν καὶ τὸ ὕδωρ ἀπολαμβάνουσα ἐν κοίλῳ τόπῳ καὶ βαθεῖ.
神殿は森の中にあり、その前には海のように広い湖が広がっており、周囲には連なる山の険しい崖が取り囲んでいて、非常に高く、神殿と湖水を深く窪んだ場所に閉じ込めている。
τὰς μὲν οὖν πηγὰς ὁρᾶν ἔστιν, ἐξ ὧν ἡ λίμνη πληροῦται·
さて、そこからは湖を満たす源泉を見ることができる。
τούτων δʼ ἐστὶν ἡ Ἠγερία καλουμένη, δαίμονός τινος ἐπώνυμος·
これらの中に、ある女神の名にちなんで呼ばれるエゲリアがある。
αἱ δʼ ἀπορρύσεις ἐνταῦθα μὲν ἄδηλοί εἰσιν, ἔξω δὲ δείκνυνται πόρρω πρὸς τὴν ἐπιφάνειαν ἀνέχουσαι.
しかし流出路は、ここでは見えないが、はるか外側で地上に現れ出ているのが示されている。
§5.3.13πλησίον δʼ ἐστὶ τῶν χωρίων τούτων καὶ Ἀλβανὸν ὄρος πολὺ ὑπερκῦπτον τοῦ Ἀρτεμισίου καὶ τῶν περὶ αὐτὸ ὀφρύων, καίπερ ὑψηλῶν οὐσῶν καὶ ὀρθίων ἱκανῶς.
これらの場所の近くにはまた、アルバヌス山もあり、アルテミシオンやその周囲の崖(それらは十分に高く、かなり切り立っているのであるが)よりもはるかに高くそびえ立っている。
ἔχει δὲ καὶ τοῦτο λίμνην πολὺ μείζω τῆς κατὰ τὸ Ἀρτεμίσιον.
この山も、アルテミシオンの湖よりもはるかに大きな湖を有している。
προσωτέρω δὲ τούτων αἱ λεχθεῖσαι πρότερον πόλεις τῆς Λατίνης εἰσί.
これらよりもさらに遠くに、以前に述べたラティウムの都市がある。
μάλιστα δʼ ἐν μεσογαίᾳ τῶν Λατίνων πόλεων ἐστὶν ἡ Ἄλβα ὁμοροῦσα Μαρσοῖς·
ラティウムの都市の中で最も内陸にあるのは、マルシ人と国境を接するアルバである。
ἵδρυται δʼ ἐφʼ ὑψηλοῦ πάγου λίμνης Φουκίνας πλησίον, πελαγίας τὸ μέγεθος·
これは、海のように巨大なフキヌス湖の近くの、高い丘の上に位置している。
χρῶνται δʼ αὐτῇ μάλιστα μὲν Μαρσοὶ καὶ πάντες οἱ πλησιόχωροι.
この湖は、主にマルシ人や、すべての近隣住民によって利用されている。
φασὶ δʼ αὐτὴν καὶ πληροῦσθαί ποτε μέχρι τῆς ὀρεινῆς καὶ ταπεινοῦσθαι πάλιν ὥστʼ ἀναψύχειν τοὺς λιμνωθέντας τόπους καὶ γεωργεῖσθαι παρέχειν, εἴτε μεταστάσεις τῶν κατὰ βάθους ὑγρῶν σποράδην καὶ ἀδήλως γίνονται πάλιν δʼ ἐπισυρρέουσιν, ἢ τελέως ἐκλείπουσιν αἱ πηγαὶ καὶ πάλιν συνθλίβονται, καθάπερ ἐπὶ τοῦ Ἀμενάνου συμβαίνειν φασὶ τοῦ διὰ Κατάνης ῥέοντος·
また人々は、この湖がかつては山地まで満ち、再び水位が下がって、湖底となっていた場所を干上がらせ、農業に利用できるようにすると言っている。 これは、地下深くの水分が散発的にかつ目に見えない形で移動して再び流れ込んでくるためか、あるいは、カタネを流れるアメナノス川について言われているように、源泉が完全に枯れて再び湧き出るためである。
ἐκλείπει γὰρ ἐπὶ πολλὰ ἔτη καὶ πάλιν ῥεῖ.
というのも、アメナノス川は何年も枯れていて、再び流れるからである。
ἐκ δὲ τῆς Φουκίνας εἶναι τὰς πηγὰς ἱστοροῦσι τοῦ Μαρκίου ὕδατος τοῦ τὴν Ῥώμην ποτίζοντος καὶ παρὰ τἆλλα εὐδοκιμοῦντος ὕδατα.
人々は、ローマに水を供給し、他の水と比べても名高いマルキア水道の源泉が、フキヌス湖から来ていると伝えている。
τῇ δὲ Ἄλβᾳ διὰ τὸ ἐν βάθει τῆς χώρας ἱδρῦσθαι καὶ διὰ τὸ εὐερκὲς ἀντὶ φρουρᾶς ἐχρήσαντο πολλάκις Ῥωμαῖοι, τοὺς φυλακῆς δεομένους ἐνταῦθα καθείργοντες.
ローマ人は、アルバが内陸奥深くに位置していることと、その強固な防備のために、しばしばここを監視を要する人々を幽閉する要塞代わりに利用した。