§5.4.1Ἐπεὶ δʼ ἀπὸ τῶν προσαλπείων ἐθνῶν ἀρξάμενοι καὶ τῶν πρὸς αὐτοῖς ὀρῶν τῶν Ἀπεννίνων, ἔπειθʼ ὑπερβάντες ταῦτα τὴν ἐντὸς ἐπήλθομεν πᾶσαν, ὅση μεταξὺ κεῖται τοῦ Τυρρηνικοῦ πελάγους καὶ τῶν Ἀπεννίνων ὀρῶν τῶν κεκλιμένων πρὸς τὸν Ἀδρίαν μέχρι Σαυνιτῶν Καμπανῶν, νῦν ἐπανιόντες δηλώσομεν τὰ ἐν τοῖς ὄρεσι τούτοις οἰκοῦντα καὶ ταῖς ὑπωρείαις τῆς τε ἐκτὸς μέχρι τῆς παραλίας τῆς Ἀδριατικῆς καὶ τῆς ἐντός.
既然我们从阿尔卑斯山附近的部落以及与之相邻的阿庇宁山脉开始,接着越过这些山脉,走遍了介于第勒尼安海与向亚得里亚海倾斜的阿庇宁山脉之间、直到萨姆尼乌姆人和坎帕尼亚人为止的所有“内侧(意大利)”地区,现在我们返回并阐明居住在这些山脉及其山麓地带的居民,包括直到亚得里亚海沿岸的“外侧”以及“内侧”两部分。
ἀρκτέον δὲ πάλιν ἀπὸ τῶν Κελτικῶν ὅρων.
而我们应当再次从凯尔特人的边界开始。
§5.4.2ἔστι δʼ ἡ Πικεντίνη μετὰ τὰς τῶν Ὀμβρικῶν πόλεις τὰς μεταξὺ Ἀριμίνου καὶ Ἀγκῶνος.
皮肯图姆地区位于阿里米努姆和安康之间的姆布里亚人城市之后。
ὥρμηνται δʼ ἐκ τῆς Σαβίνης οἱ Πικεντῖνοι, δρυοκολάπτου τὴν ὁδὸν ἡγησαμένου τοῖς ἀρχηγέταις, ἀφʼ οὗ καὶ τοὔνομα· πῖκον γὰρ τὸν ὄρνιν τοῦτον ὀνομάζουσι, καὶ νομίζουσιν Ἄρεως ἱερόν.
皮肯图姆人源自萨宾地区,因一只啄木鸟为他们的领袖指引了道路,他们也因此得名;因为他们称这种鸟为“皮克斯”,并认为它是阿瑞斯的圣鸟。
οἰκοῦσι δʼ ἀπὸ τῶν ὀρῶν ἀρξάμενοι μέχρι τῶν πεδίων καὶ τῆς θαλάττης, ἐπὶ μῆκος ηὐξημένην ἔχοντες μᾶλλον ἢ πλάτος τὴν χώραν, ἀγαθὴν πρὸς ἅπαντα, βελτίω δὲ τοῖς ξυλίνοις καρποῖς ἢ τοῖς σιτικοῖς.
他们的居住地从山地一直延伸到平原和大海,其领土在长度上要大于宽度,适合生产一切作物,但树木果实比谷物更为优良。
ἔστι δʼ εὖρος μὲν τὸ ἀπὸ τῶν ὀρῶν ἐπὶ θάλατταν ἀνώμαλον τοῖς διαστήμασι· μῆκος δʼ ἀπὸ Αἴσιος ποταμοῦ μέχρι Κάστρου παράπλουν ἔχον σταδίων ὀκτακοσίων.
从山地到大海的宽度在各处并不均匀;而从埃西斯河到卡斯特鲁姆的长度,沿海航行达八百斯塔迪翁。
πόλεις δʼ Ἀγκὼν μὲν Ἑλληνίς, Συρακουσίων κτίσμα τῶν φυγόντων τὴν Διονυσίου τυραννίδα· κεῖται δʼ ἐπʼ ἄκρας μὲν λιμένα ἐμπεριλαμβανούσης τῇ πρὸς τὰς ἄρκτους ἐπιστροφῇ, σφόδρα δʼ εὔοινός ἐστι καὶ πυροφόρος.
在这些城市中,安康是希腊城市,是由逃避狄奥尼修斯僭主统治的叙拉古人所建;它坐落在一个岬角上,该岬角向北弯曲包围了港口,这里盛产葡萄酒和小麦。
πλησίον δʼ αὐτῆς Αὔξουμον πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης· εἶτα Σεπτέμπεδα καὶ * Πνευεντία καὶ Ποτεντία καὶ Φίρμον Πικηνόν· ἐπίνειον δὲ ταύτης Κάστελλον.
在它附近是奥克斯穆姆城,位于海面稍上方;然后是塞普滕佩达、普内温蒂亚、波滕蒂亚和皮肯菲尔姆,其外港是卡斯泰鲁姆。
ἐφεξῆς δὲ τὸ τῆς Κύπρας ἱερόν, Τυρρηνῶν ἵδρυμα καὶ κτίσμα· τὴν δʼ Ἥραν ἐκεῖνοι Κύπραν καλοῦσιν· εἶτα Τρουεντῖνος ποταμὸς καὶ πόλις ἐπώνυμος· εἶτα Καστρουνόουν καὶ ὁ Ματρῖνος ποταμός, ῥέων ἀπὸ τῆς Ἀδριανῶν πόλεως, ἔχων ἐπίνειον τῆς Ἀδρίας ἐπώνυμον ἑαυτοῦ.
紧接着是库普拉神庙,由第勒尼安人建立和建造;他们将赫拉称为“库普拉”;然后是特鲁恩图斯河及同名城市;然后是卡斯特鲁姆·诺乌姆和马特里努斯河,该河从哈德里亚城流出,拥有一个与自己同名的哈德里亚外港。
ἔστι δʼ ἐν τῇ μεσογαίᾳ καὶ αὕτη καὶ τὸ Ἄσκλον τὸ Πικηνόν, ἐρυμνότατον χωρίον καὶ ἐφʼ ᾧ κεῖται τὸ τεῖχος, καὶ τὰ περικείμενα ὄρη στρατοπέδοις οὐ βάσιμα.
在内陆地区有这座城市以及皮肯阿斯克鲁姆,这是一个极其险要的地方,城墙就建在上面,周围的山脉对于军队来说是无法通过的。
ὑπὲρ δὲ τῆς Πικεντίνης Ὀυηστῖνοι τε καὶ Μαρσοὶ καὶ Πελίγνοι καὶ Μαρρουκῖνοι καὶ Φρεντανοί, Σαυνιτικὸν ἔθνος, τὴν ὀρεινὴν κατέχουσιν ἐφαπτόμενοι μικρὰ τῆς θαλάττης.
在皮肯图姆地区上方,维斯蒂尼人、马尔西人、佩利尼人、马鲁基尼人和弗伦塔尼人(属于萨姆尼乌姆族群)占领了山地,仅有少许部分接触到海洋。
ἔστι δὲ τὰ ἔθνη ταῦτα μικρὰ μὲν ἀνδρικώτατα δὲ καὶ πολλάκις τὴν ἀρετὴν ταύτην ἐπιδεδειγμένα Ῥωμαίοις, πρῶτον μὲν ἡνίκα ἐπολέμουν, δεύτερον δὲ ὅτε συνεστράτευον, τρίτον δʼ ὅτε δεόμενοι τυχεῖν ἐλευθερίας καὶ πολιτείας μὴ τυγχάνοντες ἀπέστησαν καὶ τὸν Μαρσικὸν καλούμενον ἐξῆψαν πόλεμον, Κορφίνιον, τὴν τῶν Πελίγνων μητρόπολιν, κοινὴν ἅπασι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ῥώμης, ὁρμητήριον τοῦ πολέμου, μετονομασθεῖσαν Ἰταλικήν, καὶ ἐνταῦθα δὴ τοὺς συνεπομένους ἀθροίσαντες καὶ χειροτονήσαντες ὑπάτους καὶ στρατηγούς· δύο δʼ ἔτη συνέμειναν ἐν τῷ πολέμῳ μέχρι διεπράξαντο τὴν κοινωνίαν περὶ ἧς ἐπολέμουν.
这些民族虽然弱小,但极其勇敢,并多次向罗马人展示了这种勇气,首先是在他们开战时,其次是在他们共同服役时,第三是在他们请求获得自由和公民权而未得,因而起义并点燃了所谓的“马尔西战争”时。 他们将佩利尼人的首府科尔菲尼乌姆指定为所有意大利人代替罗马的共同城市和战争基地,并改名为“伊塔利卡”,他们正是在这里聚集了追随者并选举了执政官和将领;他们在战争中坚持了两年,直到获得了他们为之奋斗的公民权。
Μαρσικὸν δὲ ὠνόμασαν τὸν πόλεμον ἀπὸ τῶν ἀρξάντων τῆς ἀποστάσεως, καὶ μάλιστα ἀπὸ Πομπαιδίου.
他们以发起叛乱的人,尤其是以彭派迪乌斯的名字,将这场战争命名为“马尔西战争”。
τὰ μὲν οὖν ἄλλα κωμηδὸν ζῶσιν, ἔχουσι δὲ καὶ πόλεις ὑπὲρ μὲν τῆς θαλάττης τό τε Κορφίνιον καὶ Σούλμωνα καὶ Μαρούιον καὶ Τεατέαν τὴν τῶν Μαρρουκίνων μητρόπολιν.
至于其他方面,他们过着村落生活,但也有城市:在内陆有科尔菲尼乌姆、苏尔莫、马鲁维乌姆和马鲁基尼人的首府特阿特。
ἐπʼ αὐτῇ δὲ τῇ θαλάττῃ τό τε Ἄτερνον, ὅμορον τῇ Πικεντίνῃ, ὁμώνυμον δὲ τῷ ποταμῷ τῷ διορίζοντι τήν τε Ὀυηστίνην καὶ τὴν Μαρρουκίνην.
在海边则是阿特尔努姆,它与皮肯图姆地区接壤,与划分维斯蒂尼和马鲁基尼领土的河流同名。
ῥεῖ γὰρ ἐκ τῆς Ἀμιτερνίνης, διὰ δὲ Ὀυηστίνων, παραλιπὼν ἐν δεξιᾷ τοὺς Μαρρουκίνους ὑπὲρ τῶν Πελίγνων κειμένους, ζεύγματι περατός.
因为该河从阿米特尔努姆地区流出,穿过维斯蒂尼地区,将位于佩利尼人上方的马鲁基尼人留在右侧,并可通过一座桥梁横渡。
τὸ δὲ πόλισμα τὸ ἐπώνυμον αὐτοῦ Ὀυηστίνων μέν ἐστι, κοινῷ δʼ ἐπινείῳ χρῶνται καὶ οἱ Πελίγνοι καὶ οἱ Μαρρουκῖνοι· διέχει δὲ τὸ ζεῦγμα τέτταρας καὶ εἴκοσι σταδίους ἀπὸ Κορφινίου.
与河同名的城镇属于维斯蒂尼人,但佩利尼人和马鲁基尼人也将其作为共同的外港;而该桥距离科尔菲尼乌姆二十四斯塔迪翁。
μετὰ δὲ Ἄτερνον Ὄρτων ἐπίνειον Φρεντανῶν, καὶ Βοῦκα καὶ αὐτὴ Φρεντανῶν, ὅμορος Τεάνῳ τῷ Ἀπούλῳ.
在阿特尔努姆之后是奥尔顿,即弗伦塔尼人的外港,以及同样属于弗伦塔尼人的布卡,它与阿普里亚的特阿努姆接壤。
μεταξὺ δὲ Ὄρτωνος καὶ Ἀτέρνου ὁ Σάγρος ποταμὸς ὁρίζων τοὺς Φρεντανοὺς ἀπὸ τῶν Πελίγνων.
在奥尔顿和阿特尔努姆之间是萨格鲁斯河,它将弗伦塔尼人与佩利尼人分开。
ὁ δὲ παράπλους ἀπὸ τῆς Πικεντίνης ἐπὶ τοὺς Ἀπούλους, οὓς οἱ Ἕλληνες Δαυνίους καλοῦσι, σταδίων ἐστὶν ὅσον τετρακοσίων ἐνενήκοντα.
从皮肯图姆地区到希腊人称为达乌尼亚人的阿普里亚人的沿海航程约为四百九十斯塔迪翁。