§5.2.8Ἀπὸ πάσης δὲ τῆς μεταξὺ Ποπλωνίου καὶ Πίσης ἱκανῶς αἱ νῆσοι κατοπτεύονται·
ポプロニオンとピサの間のすべての海岸から、それらの島々は十分に眺められる。
ἐπιμήκεις δʼ εἰσὶ καὶ παράλληλοι σχεδὸν αἱ τρεῖς ἐπὶ νότον καὶ Λιβύην τετραμμέναι·
これら三つの島は細長く、ほぼ並行して、南すなわちリビアの方へと向いている。
πολὺ μέντοι τῷ μεγέθει λείπεται τῶν ἄλλων ἡ Αἰθαλία.
しかし、アイサリアは大きさにおいて他の島々よりはるかに劣っている。
ἀπό τε τῆς Λιβύης τὸ ἐγγυτάτω δίαρμά φησιν ὁ χωρογράφος εἰς τὴν Σαρδὼ μίλια τριακόσια.
また、地誌作家はリビアからサルディニアへの最も近い渡航距離は三百マイルであると言う。
μετὰ δὲ τὸ Ποπλώνιον Κόσαι πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης·
ポプロニオンの次は、海から少し高いところにあるコサイの市である。
ἔστι δʼ ἐν κόλπῳ βουνὸς ὑψηλός, ἐφʼ οὗ τὸ κτίσμα·
湾の中に高い丘があり、その上にこの町が建てられている。
ὑπόκειται δʼ Ἡρακλέους λιμὴν καὶ πλησίον λιμνοθάλαττα καὶ παρὰ τὴν ἄκραν τὴν ὑπὲρ τοῦ κόλπου θυννοσκοπεῖον.
その下にはヘラクレスの港があり、近くには潟湖があり、湾の上の岬の傍らにはマグロ見張り所がある。
ἀκολουθεῖ γὰρ ὁ θύννος οὐ τῇ βαλάνῳ μόνον, ἀλλὰ καὶ τῇ πορφύρᾳ παρὰ γῆν, ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας.
なぜなら、マグロはカシの実だけでなく、イボボラをも追って沿岸を進み、外海から始まってシケリアにまで達するからである。
ἀπὸ δὲ τῶν Κοσῶν εἰς Ὤστια παραπλέουσι πολίχνιά ἐστι Γραουίσκοι καὶ Πύργοι καὶ Ἄλσιον καὶ Φρεγῆνα.
コサイからオスティアへと沿岸を航行する人々にとっては、グラウイスコイ、ピュルゴイ、アルシオン、プレゲナという小都市がある。
εἰς μὲν δὴ Γραουίσκους στάδιοι τριακόσιοι, ἐν δὲ τῷ μεταξὺ τόπος ἐστὶ καλούμενος Ῥηγισουίλλα·
グラウイスコイまでは三百スタディオンであり、その間にはレギスウィッラと呼ばれる場所がある。
ἱστόρηται δὲ γενέσθαι τοῦτο βασίλειον Μάλεω τοῦ Πελασγοῦ, ὅν φασι δυναστεύσαντα ἐν τοῖς τόποις μετὰ τῶν συνοίκων Πελασγῶν ἀπελθεῖν ἐνθένδε εἰς Ἀθήνας·
ここはペラスゴス人マレオスの王宮であったと記録されている。 彼はこの地方を、ともに居住したペラスゴス人たちとともに支配した後、ここを去ってアテナイへ向かったと言われている。
τούτου δʼ εἰσὶ τοῦ φύλου καὶ οἱ τὴν Ἄγυλλαν κατεσχηκότες.
アギュッラを占領した人々もまた、この部族に属している。
ἀπὸ δὲ Γραουίσκων εἰς Πύργους μικρὸν ἐλάττους τῶν ἑκατὸν ὀγδοήκοντα, ἔστι δʼ ἐπίνειον τῶν Καιρετανῶν ἀπὸ τριάκοντα σταδίων.
グラウイスコイからピュルゴイまでは百八十スタディオンより少し短く、そこはカイレタノイの港であって、三十スタディオン離れている。
ἔχει δὲ Εἰληθυίας ἱερόν, Πελασγῶν ἵδρυμα, πλούσιόν ποτε γενόμενον·
そこにはエイレイテュイアの神殿があり、これはペラスゴス人の創建であって、かつては富裕であった。
ἐσύλησε δʼ αὐτὸ Διονύσιος ὁ τῶν Σικελιωτῶν τύραννος κατὰ τὸν πλοῦν τὸν ἐπὶ Κύρνον.
シケリアの僭主ディオニュシオスが、キュルノスへの遠征航海の途上でここを略奪した。
ἀπὸ δὲ τῶν Πύργων εἰς Ὤστια διακόσιοι ἑξήκοντα· ἐν δὲ τῷ μεταξὺ τὸ Ἄλσιον καὶ ἡ Φρεγῆνα.
ピュルゴイからオスティアまでは二百六十スタディオンであり、その間にはアルシオンとプレゲナがある。
περὶ μὲν τῆς παραλίας τῆς Τυρρηνικῆς ταῦτα.
ティレニアの沿岸地域については以上である。
§5.2.9Ἐν δὲ τῇ μεσογαίᾳ πόλεις πρὸς ταῖς εἰρημέναις Ἀρρήτιόν τε καὶ Περουσία καὶ Ὀυολσίνιοι καὶ Σούτριον·
内陸部には、既に述べられた都市に加えて、アルレティオン、ペルシア、ウォルシニオイ、スウトリオンがある。
πρὸς δὲ ταύταις πολίχναι συχναί, Βλήρα τε καὶ Φερεντῖνον καὶ Φαλέριοι καὶ Φαλίσκον καὶ Νεπήτα καὶ Στατωνία καὶ ἄλλαι πλείους, αἱ μὲν ἐξ ἀρχῆς συνεστῶσαι, τινὲς δὲ τῶν Ῥωμαίων οἰκισάντων ἢ ταπεινωσάντων, καθάπερ τοὺς Ὀυηίους πολεμήσαντας πολλάκις καὶ τὰς Φιδήνας.
さらにこれらに加えて多くの小都市があり、ブレラ、ペレンティノン、パレリオイ、パリスコン、ネペタ、スタトニア、その他多数がある。 それらの中には、当初から存続しているものもあれば、ローマ人が入植させたり衰退させたりしたものもある。 例えば、何度も戦ったウェイオイやピデナイのように。
ἔνιοι δʼ οὐ Τυρρηνούς φασι τοὺς Φαλερίους ἀλλὰ Φαλίσκους, ἴδιον ἔθνος·
一部の人々は、パレリオイの人々はテュレニア人ではなく、独自の部族であるパリスクス人であると言っている。
τινὲς δὲ καὶ τοὺς Φαλίσκους πόλιν ἰδιόγλωσσον·
また別の人々は、パリスクスは独自の言語を持つ都市であると言う。
οἱ δὲ Αἰκουουμφαλίσκον λέγουσιν ἐπὶ τῇ Φλαμινίᾳ ὁδῷ κείμενον μεταξὺ Ὀκρίκλων καὶ Ῥώμης.
さらに別の人々は、オクリクラとローマの間のフラミニア街道沿いにあるエロウムファリスコンについて語る。
ὑπὸ δὲ τῷ Σωράκτῳ ὄρει Φερωνία πόλις ἐστίν, ὁμώνυμος ἐπιχωρίᾳ τινὶ δαίμονι τιμωμένῃ σφόδρα ὑπὸ τῶν περιοίκων, ἧς τέμενός ἐστιν ἐν τῷ τόπῳ θαυμαστὴν ἱεροποιίαν ἔχον·
ソラクトス山の麓にはフェロニアという都市があり、これは周辺の住民から非常に崇拝されている地元の女神と同名である。 その地には彼女の神域があり、驚くべき祭儀が行われている。
γυμνοῖς γὰρ ποσὶ διεξίασιν ἀνθρακιὰν καὶ σποδιὰν μεγάλην οἱ κατεχόμενοι ὑπὸ τῆς δαίμονος ταύτης ἀπαθεῖς, καὶ συνέρχεται πλῆθος ἀνθρώπων ἅμα τῆς τε πανηγύρεως χάριν, ἣ συντελεῖται κατʼ ἔτος, καὶ τῆς λεχθείσης θέας.
というのも、この女神に憑依された人々は、素足で大量の燃え盛る炭と灰の上を、傷つくことなく通り抜けるからである。 そして、毎年執り行われる祝祭のため、また上記の呼び物の見物のために、大勢の人々が集まってくる。
μάλιστα δʼ ἐστὶν ἐν μεσογαίᾳ τὸ Ἀρρήτιον πρὸς τοῖς ὄρεσιν.
最も内陸にあるのは山際のアルレティオンである。
ἀπέχει γοῦν τῆς Ῥώμης χιλίους καὶ διακοσίους σταδίους, τὸ δὲ Κλούσιον ὀκτακοσίους·
少なくとも、それはローマから千二百スタディオン離れており、クルシオンは八百スタディオン離れている。
ἐγγὺς δὲ τούτων ἐστὶ καὶ ἡ Περουσία.
これらの近くにはペルシアもある。
προσλαμβάνουσι δὲ πρὸς τὴν εὐδαιμονίαν τῆς χώρας καὶ λίμναι μεγάλαι τε καὶ πολλαὶ οὖσαι·
また、大きくて数多くある湖も、この地方の繁栄に寄与している。
καὶ γὰρ πλέονται καὶ τρέφουσιν ὄψον πολὺ καὶ τῶν πτηνῶν τὰ λιμναῖα·
なぜなら、それらは船で航行可能であり、多くの食用の魚や湖沼の鳥類をはぐくんでいるからである。
τύφη τε καὶ πάπυρος ἀνθήλη τε πολλὴ κατακομίζεται ποταμοῖς εἰς τὴν Ῥώμην, οὓς ἐκδιδόασιν αἱ λίμναι μέχρι τοῦ Τιβέρεως·
また、ガマやパピルス、そして多くのアンテレが、これらの湖からティベリス川にまで流れ出ている川によってローマへと運び下ろされる。
ὧν ἐστιν ἥ τε Κιμινία καὶ ἡ περὶ Ὀυολσινίους καὶ ἡ περὶ Κλούσιον καὶ ἡ ἐγγυτάτω τῆς Ῥώμης καὶ τῆς θαλάττης Σαβάτα·
これらには、キミニア、ウォルシニオイ周辺の湖、クルシオン周辺の湖、そしてローマと海に最も近いサバタがある。
ἀπωτάτω δὲ καὶ δὴ πρὸς Ἀρρητίῳ ἡ Τρασουμέννα, καθʼ ἣν αἱ ἐκ τῆς Κελτικῆς εἰς τὴν Τυρρηνίαν εἰσβολαὶ στρατοπέδοις, αἷσπερ καὶ Ἀννίβας ἐχρήσατο, δυεῖν οὐσῶν, ταύτης τε καὶ τῆς ἐπʼ Ἀριμίνου διὰ τῆς Ὀμβρικῆς.
また、最も遠く、実にアルレティオンの近くにあるのがトラスメンナであり、ここを通って、ガリアからテュレニアへの軍隊の侵入路が通っている。 侵入路は二つあり、一つはこの道、もう一つはウンブリア地方を通ってアリミノンへと至る道であって、ハンニバルもこれらを用いた。
βελτίων μὲν οὖν ἡ ἐπʼ Ἀριμίνου·
もっとも、アリミノンへ向かう道の方が優れている。
ταπεινοῦται γὰρ ἐνταῦθα ἱκανῶς τὰ ὄρη·
そこでは山々が十分に低くなっているからである。
φρουρουμένων δὲ τῶν παρόδων τούτων ἐπιμελῶς, ἠναγκάσθη τὴν χαλεπωτέραν ἑλέσθαι, καὶ ἐκράτησεν ὅμως νικήσας μάχας μεγάλας Φλαμίνιον.
しかし、これらの通路が厳重に警備されていたため、彼はより困難な道を選ばざるを得なかったが、それにもかかわらずフラミニウスを破って大勝利を収めた。
πολλὴ δὲ καὶ τῶν θερμῶν ὑδάτων ἀφθονία κατὰ τὴν Τυρρηνίαν·
また、テュレニアには温泉が非常に豊富にある。
οὐχ ἧττον δʼ εὐανδρεῖ τῶν ἐν Βαΐαις, ἃ διωνόμασται πολὺ πάντων μάλιστα.
そしてそれらは、すべての中で最も名高いバイアエの温泉に劣らず、多くの人々を引き寄せている。