§5.2.10τῇ δὲ Τυρρηνίᾳ παραβέβληται κατὰ τὸ πρὸς ἕω μέρος ἡ Ὀμβρική, τὴν ἀρχὴν ἀπὸ τῶν Ἀπεννίνων λαβοῦσα, καὶ ἔτι περαιτέρω μέχρι τοῦ Ἀδρίου.
また、ティレニアの東側にはウンブリアが並んでおり、アペニン山脈に端を発し、さらにその先のアドリア海にまで及んでいる。
ἀπὸ γὰρ δὴ Ῥαουέννης ἀρξάμενοι κατέχουσιν οὗτοι τὰ πλησίον καὶ ἐφεξῆς Σάρσιναν Ἀρίμινον Σήναν καὶ Μάρινον.
実際、ラウェンナを起点として、彼らは近隣の地域、順にサルシナ、アリミノン、セナ、マリノンを占有している。
αὐτοῦ δʼ ἐστὶ καὶ ὁ Αἶσις ποταμὸς καὶ τὸ Κίγγουλον ὄρος καὶ Σεντῖνον καὶ Μέταυρος ποταμὸς καὶ τὸ ἱερὸν τῆς Τύχης.
まさにその場所には、アイシス川、キングロン山、センティノン、メタウロス川、そしてテュケの神殿もある。
περὶ γὰρ τούτους τοὺς τόπους ἐστὶ τὰ ὅρια τῆς Ἰταλίας τῆς πρότερον καὶ τῆς Κελτικῆς κατὰ τὸ πρὸς τῇ θαλάττῃ ταύτῃ μέρος, καίπερ μετατιθέντων πολλάκις τῶν ἡγεμόνων.
なぜなら、これらの地域の周辺には、支配者たちがしばしば変更したにもかかわらず、この海に面した側におけるかつてのイタリアとケルティケの境界があるからである。
πρότερον μέν γε τὸν Αἶσιν ἐποιοῦντο ὅριον, πάλιν δὲ τὸν Ῥουβίκωνα ποταμόν.
かつては少なくともアイシス川を境界としていたが、後にはルビコン川を境界とした。
ἔστι δʼ ὁ μὲν Αἶσις μεταξὺ Ἀγκῶνος καὶ Σήνας, ὁ δὲ Ῥουβίκων μεταξὺ Ἀριμίνου καὶ Ῥαουέννης, ἄμφω δʼ ἐκπίπτουσιν εἰς τὸν Ἀδρίαν.
アイシス川はアンコンとセナの間にあり、ルビコン川はアリミノンとラウェンナの間にあって、両方ともアドリア海へと流れ込んでいる。
νυνὶ δὲ συμπάσης τῆς μέχρι Ἄλπεων ἀποδειχθείσης Ἰταλίας, τούτους μὲν τοὺς ὅρους ἐᾶν δεῖ, τὴν δʼ Ὀμβρικὴν καθʼ ὴν οὐδὲν ἧττον μέχρι καὶ Ῥαουέννης ὁμολογοῦσιν ἅπαντες διατείνειν·
しかし現在では、アルプスに至るまでの全域がイタリアと指定されたため、これらの境界については不問に付すべきであり、ウンブリア地方については、それがやはりラウェンナにまで及んでいるということは誰もが認めている(その範囲に従って記述すべきである)。
οἰκεῖται γὰρ ὑπὸ τούτων.
というのも、そこは彼らによって居住されているからである。
εἰς μὲν δὴ Ἀρίμινον ἐνθένδε περὶ τριακοσίους φασίν, ἐκ δὲ Ἀριμίνου τὴν ἐπὶ Ῥώμης ἰόντι κατὰ τὴν Φλαμινίαν ὁδὸν διὰ τῆς Ὀμβρικῆς ἅπασα ἡ ὁδός ἐστι μέχρι Ὀκρίκλων καὶ τοῦ Τιβέρεως σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις.
さて、ここからアリミノンまでは約三百スタディオンだと言われており、アリミノンからフラミニア街道に沿ってウンブリア地方を通りローマへと向かう者にとって、オクリクロイおよびティベリス川に至るまでの全行程は千三百五十スタディオンである。
τοῦτο μὲν δὴ μῆκος, τὸ δὲ πλάτος ἀνώμαλόν ἐστι.
これが長さであり、幅は一様ではない。
πόλεις δʼ εἰσὶν αἱ ἐντὸς τῶν Ἀπεννίνων ὀρῶν ἄξιαι λόγου κατʼ αὐτὴν μὲν τὴν Φλαμινίαν ὁδὸν οἵ τε Ὀκρίκλοι πρὸς τῷ Τιβέρει καὶ * λαρολονι καὶ Ναρνία, διʼ ἧς ῥεῖ ὁ Νὰρ ποταμός, συμβάλλων τῷ Τιβέρει μικρὸν ὑπὲρ Ὀκρίκλων, πλωτὸς οὐ μεγάλοις σκάφεσιν·
アペニン山脈の内側にある注目すべき都市のうち、フラミニア街道そのものに沿っては、ティベリス川の近くにあるオクリクロイ、および*ラロロニ、そしてナル川が流れるナルニアがあり、この川はオクリクロイの少し上流でティベリス川と合流しており、大きくない舟なら航行可能である。
εἶτα Κάρσουλοι καὶ Μηουανία, παρʼ ἣν ῥεῖ ὁ Τενέας, καὶ οὗτος ἐλάττοσι σκάφεσι κατάγων ἐπὶ τὸν Τίβεριν τὰ ἐκ τοῦ πεδίου.
それからカルスロイとメウアニアがあり、その傍らをテネアス川が流れており、この川もまた、より小さな舟によって、平野からの産物をティベリス川へと運び下ろしている。
καὶ ἄλλαι δʼ εἰσὶ κατοικίαι διὰ τὴν ὁδὸν πληθυνόμεναι μᾶλλον ἢ διὰ πολιτικὸν σύστημα, Φόρον Φλαμίνιον καὶ Νουκερία ἡ τὰ ξύλινα ἀγγεῖα ἐργαζομένη καὶ Φόρον Σεμπρώνιον.
また、他にも街道のおかげで人口が増えた(繁栄した)集落があり、政治的な体制によるというよりは、フォルム・フラミニウム、そして木製の容器を製造しているヌケリア、そしてフォルム・センプロニウムである。
ἐν δεξιᾷ δὲ τῆς ὁδοῦ βαδίζοντι ἐκ τῶν Ὀκρίκλων εἰς Ἀρίμινον Ἰντέραμνά ἐστι καὶ Σπολήτιον καὶ Αἴσιον καὶ Καμέρτης, ἐν αὐτοῖς τοῖς ὁρίζουσι τὴν Πικεντίνην ὄρεσι.
オクリクロイからアリミノンへ向かって街道を歩いて行く者にとって右側には、インテラムナ、スポレティオン、アイシオン、そしてカメルテスがあり、これらはピケンティネとの境をなす山々そのものの中にある。
κατὰ δὲ θάτερα μέρη Ἀμερία τε καὶ Τοῦδερ εὐερκὴς πόλις, καὶ Εἰσπέλλον καὶ Ἰγούιον, πλησίον τοῦτο ἤδη τῶν ὑπερβολῶν τοῦ ὄρους.
他方には、アメリアと、守りの堅い都市であるトゥデル、そしてエイスペッロンとイグイオンがあり、このイグイオンはすでに山脈の峠の近くにある。
ἅπασα δʼ εὐδαίμων ἡ χώρα, μικρῷ δʼ ὀρειοτέρα, ζειᾷ μᾶλλον ἢ πυρῷ τοὺς ἀνθρώπους τρέφουσα·
この地方は全体として恵まれているが、少しばかり山がちであり、小麦というよりはスペルト小麦で人々を養っている。
ὀρεινὴ δὲ καὶ ἡ Σαβίνη ἐφεξῆς οὖσα ταύτῃ, παραβεβλημένη τὸν αὐτὸν τρόπον ὅνπερ αὕτη τῇ Τυρρηνικῇ·
これに隣接するサビナも山がちであり、これ(ウンブリア)がティレニアに沿っているのと同じ方法で沿っている。
καὶ τῆς Λατίνης δὲ ὅσα πλησιάζει τούτοις τε καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τραχύτερά ἐστιν.
また、ラティウム地方のうち、これらやアペニン山脈に近接する部分も、より険しい。
ἄρχεται μὲν οὖν τὰ δύο ἔθνη ταῦτα ἀπὸ τοῦ Τιβέρεως καὶ τῆς Τυρρηνίας, ἐκτείνεται δὲ ἐπὶ τὰ Ἀπέννινα ὄρη πρὸς τῷ Ἀδρίᾳ λοξὰ παρεμβάλλοντα, ἡ δὲ Ὀμβρικὴ καὶ παραλλάττουσα, ὡς εἴρηται, μέχρι τῆς θαλάττης.
したがって、これら二つの部族はティベリス川およびティレニアから始まり、アドリア海に向けて斜めに横たわるアペニン山脈へと延びているが、ウンブリア地方は、言われたように、さらにそれを越えて海にまで達している。
περὶ μὲν οὖν τῶν Ὀμβρικῶν ἱκανῶς εἴρηται.
ウンブリア地方については、十分に語られた。