§5.2.10τῇ δὲ Τυρρηνίᾳ παραβέβληται κατὰ τὸ πρὸς ἕω μέρος ἡ Ὀμβρική, τὴν ἀρχὴν ἀπὸ τῶν Ἀπεννίνων λαβοῦσα, καὶ ἔτι περαιτέρω μέχρι τοῦ Ἀδρίου.
在蒂勒尼安的东侧,翁布里亚与之并行,它起自阿平宁山脉,并进一步延伸至亚得里亚海。
ἀπὸ γὰρ δὴ Ῥαουέννης ἀρξάμενοι κατέχουσιν οὗτοι τὰ πλησίον καὶ ἐφεξῆς Σάρσιναν Ἀρίμινον Σήναν καὶ Μάρινον.
实际上,这群人以拉文纳为起点,占领了邻近的地区,并依次占领了萨尔西纳、阿里米农、塞纳和马里农。
αὐτοῦ δʼ ἐστὶ καὶ ὁ Αἶσις ποταμὸς καὶ τὸ Κίγγουλον ὄρος καὶ Σεντῖνον καὶ Μέταυρος ποταμὸς καὶ τὸ ἱερὸν τῆς Τύχης.
就在那个地方,还有埃西斯河、钦古鲁姆山、森蒂努姆、梅陶罗斯河以及泰姬神庙。
περὶ γὰρ τούτους τοὺς τόπους ἐστὶ τὰ ὅρια τῆς Ἰταλίας τῆς πρότερον καὶ τῆς Κελτικῆς κατὰ τὸ πρὸς τῇ θαλάττῃ ταύτῃ μέρος, καίπερ μετατιθέντων πολλάκις τῶν ἡγεμόνων.
因为在这些地方的周边,曾是昔日的意大与凯尔特领地在这片海洋一侧的边界,尽管统治者们经常改变它们。
πρότερον μέν γε τὸν Αἶσιν ἐποιοῦντο ὅριον, πάλιν δὲ τὸν Ῥουβίκωνα ποταμόν.
起初,他们至少以埃西斯河为界,后来又以卢比孔河为界。
ἔστι δʼ ὁ μὲν Αἶσις μεταξὺ Ἀγκῶνος καὶ Σήνας, ὁ δὲ Ῥουβίκων μεταξὺ Ἀριμίνου καὶ Ῥαουέννης, ἄμφω δʼ ἐκπίπτουσιν εἰς τὸν Ἀδρίαν.
埃西斯河位于安康和塞纳之间,卢比孔河则在阿里米农和拉文纳之间,两条河都流入亚得里亚海。
νυνὶ δὲ συμπάσης τῆς μέχρι Ἄλπεων ἀποδειχθείσης Ἰταλίας, τούτους μὲν τοὺς ὅρους ἐᾶν δεῖ, τὴν δʼ Ὀμβρικὴν καθʼ ὴν οὐδὲν ἧττον μέχρι καὶ Ῥαουέννης ὁμολογοῦσιν ἅπαντες διατείνειν· οἰκεῖται γὰρ ὑπὸ τούτων.
但是现在,由于直到阿尔卑斯山脉的整个地区都被划定为意大利,这些边界应当置之不理,而至于翁布里亚,应当按照所有人均同意的、它确实一直延伸到拉文纳的范围来描述;因为那里有他们居住。
εἰς μὲν δὴ Ἀρίμινον ἐνθένδε περὶ τριακοσίους φασίν, ἐκ δὲ Ἀριμίνου τὴν ἐπὶ Ῥώμης ἰόντι κατὰ τὴν Φλαμινίαν ὁδὸν διὰ τῆς Ὀμβρικῆς ἅπασα ἡ ὁδός ἐστι μέχρι Ὀκρίκλων καὶ τοῦ Τιβέρεως σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις.
据人们说,从这里到阿里米农大约有三百斯塔迪翁,而对于从阿里米农出发、沿着弗拉米尼亚大道穿过翁布里亚前往罗马的人来说,直到奥克里库拉和台伯河的全部路程为一千三百五十斯塔迪翁。
τοῦτο μὲν δὴ μῆκος, τὸ δὲ πλάτος ἀνώμαλόν ἐστι.
这确实是它的长度,而宽度则不均匀。
πόλεις δʼ εἰσὶν αἱ ἐντὸς τῶν Ἀπεννίνων ὀρῶν ἄξιαι λόγου κατʼ αὐτὴν μὲν τὴν Φλαμινίαν ὁδὸν οἵ τε Ὀκρίκλοι πρὸς τῷ Τιβέρει καὶ * λαρολονι καὶ Ναρνία, διʼ ἧς ῥεῖ ὁ Νὰρ ποταμός, συμβάλλων τῷ Τιβέρει μικρὸν ὑπὲρ Ὀκρίκλων, πλωτὸς οὐ μεγάλοις σκάφεσιν· εἶτα Κάρσουλοι καὶ Μηουανία, παρʼ ἣν ῥεῖ ὁ Τενέας, καὶ οὗτος ἐλάττοσι σκάφεσι κατάγων ἐπὶ τὸν Τίβεριν τὰ ἐκ τοῦ πεδίου.
在阿平宁山脉内部值得一提的城市中,紧邻弗拉米尼亚大道的有台伯河附近的奥克里库拉、*拉罗罗尼,以及纳尔河流经的纳尔尼亚(该河在奥克里库拉稍上方汇入台伯河,可通航中小型船只);然后是卡尔苏洛伊和梅瓦尼亚,特内亚斯河流经梅瓦尼亚,该河也用较小的船只将平原上的产品运送至台伯河。
καὶ ἄλλαι δʼ εἰσὶ κατοικίαι διὰ τὴν ὁδὸν πληθυνόμεναι μᾶλλον ἢ διὰ πολιτικὸν σύστημα, Φόρον Φλαμίνιον καὶ Νουκερία ἡ τὰ ξύλινα ἀγγεῖα ἐργαζομένη καὶ Φόρον Σεμπρώνιον.
此外,还有其他因公路而繁荣而非因政治体制而兴起的定居点:弗拉米尼乌姆广场、制造木质器皿的努凯里亚,以及森普罗尼乌姆广场。
ἐν δεξιᾷ δὲ τῆς ὁδοῦ βαδίζοντι ἐκ τῶν Ὀκρίκλων εἰς Ἀρίμινον Ἰντέραμνά ἐστι καὶ Σπολήτιον καὶ Αἴσιον καὶ Καμέρτης, ἐν αὐτοῖς τοῖς ὁρίζουσι τὴν Πικεντίνην ὄρεσι.
对于从奥克里库拉步行前往阿里米农的人来说,道路右侧有因特拉姆纳、斯波莱蒂翁、埃西翁和卡梅尔特斯,它们就位于与皮肯蒂内接壤的山脉中。
κατὰ δὲ θάτερα μέρη Ἀμερία τε καὶ Τοῦδερ εὐερκὴς πόλις, καὶ Εἰσπέλλον καὶ Ἰγούιον, πλησίον τοῦτο ἤδη τῶν ὑπερβολῶν τοῦ ὄρους.
在另一侧则有阿美里亚、防守坚固的城市图德尔,以及埃斯佩隆和伊古伊翁,后者已经靠近山脉的山口。
ἅπασα δʼ εὐδαίμων ἡ χώρα, μικρῷ δʼ ὀρειοτέρα, ζειᾷ μᾶλλον ἢ πυρῷ τοὺς ἀνθρώπους τρέφουσα·
整个地区都很富庶,只是稍微多山,用大麦(斯佩尔特小麦)而非小麦来养活居民。
ὀρεινὴ δὲ καὶ ἡ Σαβίνη ἐφεξῆς οὖσα ταύτῃ, παραβεβλημένη τὸν αὐτὸν τρόπον ὅνπερ αὕτη τῇ Τυρρηνικῇ· καὶ τῆς Λατίνης δὲ ὅσα πλησιάζει τούτοις τε καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τραχύτερά ἐστιν.
与此相邻的萨比纳也是多山地区,它以与翁布意亚平行于蒂勒尼安相同的方式延伸着;而拉提姆中靠近这些地区和阿平宁山脉的部分也更为险峻。
ἄρχεται μὲν οὖν τὰ δύο ἔθνη ταῦτα ἀπὸ τοῦ Τιβέρεως καὶ τῆς Τυρρηνίας, ἐκτείνεται δὲ ἐπὶ τὰ Ἀπέννινα ὄρη πρὸς τῷ Ἀδρίᾳ λοξὰ παρεμβάλλοντα, ἡ δὲ Ὀμβρικὴ καὶ παραλλάττουσα, ὡς εἴρηται, μέχρι τῆς θαλάττης.
因此,这两个部落起于台伯河和蒂勒尼安,一直延伸到朝向亚得里亚海倾斜横卧的阿平宁山脉,而翁布里亚正如前文所述,甚至越过山脉一直延伸到海边。
περὶ μὲν οὖν τῶν Ὀμβρικῶν ἱκανῶς εἴρηται.
关于翁布里亚人的情况,就已经说得足够了。