§5.1.11πόλεις δʼ εἰσὶν ἐντὸς τοῦ Πάδου καὶ περὶ τὸν Πάδον ἐπιφανεῖς Πλακεντία μὲν καὶ Κρεμώνη πλησιαίταται κατὰ μέσην που τὴν χώραν, μεταξὺ δὲ τούτων τε καὶ Ἀριμίνου Πάρμα καὶ Μουτίνη καὶ Βονωνία πλησίον ἤδη Ῥαουέννης καὶ μικρὰ πολίσματα ἀνὰ μέσον τούτων διʼ ὧν ἡ εἰς Ῥώμην ὁδός, Ἄγκαρα Ῥήγιον Λέπιδον Μακροὶ Κάμποι, ὅπου πανήγυρις συντελεῖται κατʼ ἔτος, Κλάτερνα Φόρον Κορνήλιον, Φαουεντία δὲ Καισήνα πρὸς τῷ Σάπι ποταμῷ καὶ τῷ Ῥουβίκωνι ἤδη συνάπτουσι τῷ Ἀριμίνῳ.
パドス川のこちら側およびパドス川の周辺にある著名な都市としては、地域のほぼ中央に非常に近く位置するプラケンティアとクレモネがあり、これらの都市とアリミヌムの間には、パルマ、ムティネ、ボノニアがあって、すでにラウエンナの近くに達している。 また、これらの間にはローマへ至る道が通る小さな町々、すなわちアンカラ、レギウム・レピドゥム、毎年祭礼が催されるマクロイ・カンポイ、クラテルナ、フォロ・コルネリオがあり、ファウエンティアとサピス川沿いにあるカエセナは、ルビコン川のところで、すでにアリミヌムに接している。
τὸ δὲ Ἀρίμινον Ὄμβρων ἐστὶ κατοικία, καθάπερ καὶ ἡ Ῥάουεννα· δέδεκται δʼ ἐποίκους Ῥωμαίους ἑκατέρα.
アリミヌムは、ラウエンナと同様にオンブリコイ人の入植地であるが、どちらもローマ人の植民者を受け入れている。
ἔχει δὲ τὸ Ἀρίμινον λιμένα καὶ ὁμώνυμον ποταμόν.
アリミヌムは港と同名の川を有している。
ἀπὸ δὲ Πλακεντίας εἰς Ἀρίμινον στάδιοι χίλιοι τριακόσιοι.
プラケンティアからアリミヌムまでは千三百スタディオンである。
ὑπὲρ δὲ Πλακεντίας ἐπὶ μὲν τοὺς ὅρους τῆς Κοττίου γῆς Τικῖνον ἐν τριάκοντα ἓξ μιλίοις πόλις, καὶ ὁμώνυμος ὁ παραρρέων ποταμὸς συμβάλλων τῷ Πάδῳ, καὶ Κλαστίδιον καὶ Δέρθων καὶ Ἀκουαιστατιέλλαι μικρὸν ἐν παρόδῳ.
プラケンティアの上方、コッティウスの領地の境界に向かって三十六マイルのところにティキヌムという都市があり、その傍らを流れてパドス川に合流する同名の川がある。 また、クラスティディウム、デルトン、そして少し寄り道をしたところにアクアエ・スタティエッラエがある。
ἡ δʼ εὐθεῖα εἰς Ὤκελον παρὰ τὸν Πάδον καὶ τὸν Δουρίαν ποταμὸν βαραθρώδης ἡ πολλή, πλείους καὶ ἄλλους ἔχουσα ποταμούς, ὧν καὶ τὸν Δρουεντίαν, μιλίων ἐστὶ περὶ ἑξήκοντα.
オケロムへとまっすぐ至る、パドス川とドゥリアス川に沿った道は、その大部分が泥深く、ドゥルエンティア川を含む多くの他の川を越えなければならず、約六十マイルある。
ἐντεῦθεν δὲ ἤδη τὰ Ἄλπεια ὄρη καὶ ἡ Κελτική.
ここから先はすでにアルプス山脈とケルティカである。
ἔστι δὲ ἡ Δέρθων πόλις ἀξιόλογος κειμένη κατὰ μέσην τὴν ὁδὸν τὴν ἀπὸ Γενούας εἰς Πλακεντίαν, ἑκατέρας διέχουσα σταδίους τετρακοσίους·
デルトンは、ゲヌアからプラケンティアへと至る道の中間に位置する注目すべき都市であり、両者からそれぞれ四百スタディオン離れている。
κατὰ δὲ ταύτην τὴν ὁδὸν καὶ Ἀκουαιστατιέλλαι.
この道沿いにアクアエ・スタティエッラエもある。
ἀπὸ δὲ Πλακεντίας εἰς μὲν Ἀρίμινον εἴρηται·
プラケンティアからアリミヌムまでは述べた通りである。
εἰς δὲ Ῥάουενναν κατάπλους τῷ Πάδῳ δυεῖν ἡμερῶν καὶ νυκτῶν.
ラウエンナまでは、パドス川を舟で下って二日二晩かかる。
πολὺ δὲ καὶ τῆς ἐντὸς τοῦ Πάδου κατείχετο ὑπὸ ἑλῶν, διʼ ὧν Ἀννίβας χαλεπῶς διῆλθε προϊὼν ἐπὶ Τυρρηνίαν·
パドス川のこちら側の地域も多くが湿地帯に覆われており、ハンニバルはテュレニアへ進撃する際にそこを困難を極めて通過した。
ἀλλʼ ἀνέψυξε τὰ πεδία ὁ Σκαῦρος διώρυγας πλωτὰς ἀπὸ τοῦ Πάδου μέχρι Πάρμης ἄγων.
しかし、スカウルスがパドス川からパルマまで航行可能な運河を引くことによって、これらの平原を乾燥させた。
κατὰ γὰρ Πλακεντίαν ὁ Τρεβίας συμβάλλων τῷ Πάδῳ καὶ ἔτι πρότερον ἄλλοι πλείους πληροῦσι πέραν τοῦ μετρίου.
というのも、プラケンティアの近くでトレビアス川がパドス川に合流し、さらにそれ以前にも他の多くの川が合流して、度を越えて氾濫させるからである。
οὗτος δὲ ὁ Σκαῦρος ἐστὶν ὁ καὶ τὴν Αἰμιλίαν ὁδὸν στρώσας τὴν διὰ Πισῶν καὶ Λούνης μέχρι Σαβάτων κἀντεῦθεν διὰ Δέρθωνος·
このスカウルスこそが、ピサエとルナを経てサバタに至り、そこからデルトンを通るエミリア街道を敷設した人物である。
ἄλλη δʼ ἐστὶν Αἰμιλία διαδεχομένη τὴν Φλαμινίαν.
しかし、フラミニア街道に続く別のエミリア街道がある。
συνυπάτευσαν γὰρ ἀλλήλοις Μάρκος Λέπιδος καὶ Γάιος Φλαμίνιος· καθελόντες δὲ Λίγυας ὁ μὲν τὴν Φλαμινίαν ἔστρωσεν ἐκ Ῥώμης διὰ Τυρρηνῶν καὶ τῆς Ὀμβρικῆς μέχρι τῶν περὶ Ἀρίμινον τόπων, ὁ δὲ τὴν ἑξῆς μέχρι Βονωνίας κἀκεῖθεν εἰς Ἀκυληίαν παρὰ τὰς ῥίζας τὰς τῶν Ἄλπεων ἐγκυκλούμενος τὰ ἕλη.
というのも、マルクス・レピドゥスとガイウス・フラミニウスは同僚執政官であり、リグリア人を討伐した後、一方はローマからテュレニアとオンブリカを経てアリミヌム周辺の地域に至るフラミニア街道を敷き、他方はそれに続く街道をボノニアまで、さらにそこからアルプス山脈の麓に沿って湿地帯を迂回しながらアキレイアまで敷いたからである。
ὅριον δὲ τῆς χώρας ταύτης, ἣν ἐντὸς Κελτικὴν καλοῦμεν, πρὸς τὴν λοιπὴν Ἰταλίαν τό τε Ἀπέννινον ὄρος τὸ ὑπὲρ τῆς Τυρρηνίας ἀπεδέδεικτο καὶ ὁ Αἶσις ποταμός, ὕστερον δὲ ὁ Ῥουβίκων, εἰς τὸν Ἀδρίαν ἐκδιδόντες ἀμφότεροι.
私たちが『アルプス以南のケルティカ』と呼ぶこの地域と、イタリアの残りの部分との境界は、テュレニアの上方にあるアペニン山脈とアイシス川、のちにはルビコン川と定められており、両河川ともアドリア海に注いでいる。
§5.1.12τῆς δʼ ἀρετῆς τῶν τόπων τεκμήριον ἥ τʼ εὐανδρία καὶ τὰ μεγέθη τῶν πόλεων καὶ ὁ πλοῦτος, οἷς πᾶσιν ὑπερβέβληνται τὴν ἄλλην Ἰταλίαν οἱ ταύτῃ Ῥωμαῖοι.
この地域の豊かさの証拠は、人口の多さ、都市の規模、そして富であり、これらすべてにおいて、この地に住むローマ人はイタリアの他の地域を凌駕している。
καὶ γὰρ ἡ γεωργουμένη γῆ πολλοὺς καὶ παντοίους ἐκφέρει καρπούς, καὶ αἱ ὗλαι τοσαύτην ἔχουσι βάλανον ὥστʼ ἐκ τῶν ἐντεῦθεν ὑοφορβίων ἡ Ῥώμη τρέφεται τὸ πλέον.
実際、耕作地は多くの様々な作物を産出し、森林には非常に多くのドングリが実るため、ローマは主としてこの地から送られる豚の群れによって養われている。
ἔστι δὲ καὶ κεγχροφόρος διαφερόντως διὰ τὴν εὐυδρίαν·
また、水が豊富であるため、とりわけキビを多く産出し、これは飢饉に対する最大の救いとなる。
τοῦτο δὲ λιμοῦ μέγιστόν ἐστιν ἄκος·
なぜなら、キビはあらゆる気候に耐え、他の穀物が不足したとしても、決して枯渇することがないからである。
πρὸς ἅπαντας γὰρ καιροὺς ἀέρων ἀντέχει καὶ οὐδέποτʼ ἐπιλείπειν δύναται, κἂν τοῦ ἄλλου σίτου γένηται σπάνις.
また、素晴らしいタール製造所もある。
ἔχει δὲ καὶ πιττουργεῖα θαυμαστά.
ワインの豊富さはその貯蔵樽が示している。
τοῦ δʼ οἴνου τὸ πλῆθος μηνύουσιν οἱ πίθοι·
木製の樽は家よりも大きいのである。
ξύλινοι γὰρ μείζους οἴκων εἰσί· προσλαμβάνει δὲ πολὺ ἡ τῆς πίττης εὐπορία πρὸς τὸ εὐκώνητον.
また、タールが豊富に入手できることが、ワインを安価に提供することに大いに貢献している。
ἐρέαν δὲ τὴν μὲν μαλακὴν οἱ περὶ Μουτίνην τόποι καὶ τὸν Σκουλτάνναν ποταμὸν φέρουσι πολὺ πασῶν καλλίστην, τὴν δὲ τραχεῖαν ἡ Λιγυστικὴ καὶ ἡ τῶν Ἰνσούβρων, ἐξ ἧς τὸ πλέον τῆς οἰκετείας τῶν Ἰταλιωτῶν ἀμπέχεται, τὴν δὲ μέσην οἱ περὶ Πατάουιον, ἐξ ἧς οἱ τάπητες οἱ πολυτελεῖς καὶ γαυσάπαι καὶ τὸ τοιοῦτον εἶδος πᾶν, ἀμφίμαλλόν τε καὶ ἑτερόμαλλον.
羊毛については、ムティネ周辺の地域とスクルタンナ川流域が、あらゆるものの中で群を抜いて最も上質な柔らかい羊毛を産出し、粗い羊毛はリグリア地方とインスブロイ人の地が産出し、それからイタリアの人々の召使いたちの衣類の大部分が作られている。 中間の質のものはパタウィウム周辺が産出し、それから豪華な絨毯やガウサペス、および両面起毛や片面起毛の同種の製品がすべて作られている。
τὰ δὲ μέταλλα νυνὶ μὲν οὐχ ὁμοίως ἐνταῦθα σπουδάζεται διὰ τὸ λυσιτελέστερα ἴσως εἶναι τὰ ἐν τοῖς ὑπεραλπείοις Κελτοῖς καὶ τῇ Ἰβηρίᾳ, πρότερον δὲ ἐσπουδάζετο, ἐπεὶ καὶ ἐν Ὀυερκέλλοις χρυσωρυχεῖον ἦν·
鉱山については、現在では、アルプス以北のケルティカやイベリアにあるものの方がおそらく採算が合うため、この地では同様には重視されていない。 しかし、かつては重視されており、ウェルケッロイにも金鉱山があった。
κώμη δʼ ἐστὶ πλησίον Ἰκτουμούλων, καὶ ταύτης κώμης, ἄμφω δʼ εἰσὶ περὶ Πλακεντίαν.
そこはイクツムロイの近くの村であり、この村も、両方ともプラケンティアの近くにある。
αὕτη μὲν δὴ ἡ πρώτη μερὶς τῆς Ἰταλίας μέχρι δεῦρο περιωδεύσθω.
イタリアのこの第一の地域については、ここまでで巡り終えることにしよう。