Humanitext Reader

ストラボン · 地理誌 §5.1.9-5.1.10

ディオメデス伝承とイストリアおよびパドス河流域のローマ化

149 / 577 箇所 · ギリシア語

要旨

ディオメデスに関する様々な神話やヘネトイ人の「リュコポロイ」と呼ばれる馬の起源伝説を排しつつ、イストリア沿岸やポラの起源を述べ、さらにパドス川南北における諸部族の闘争と、それらがローマの支配下に組み込まれてローマ人へと融和していった歴史的過程を記述している。

§5.1.9τῆς δὲ τοῦ Διομήδους δυναστείας περὶ τὴν θάλατταν ταύτην αἵ τε Διομήδειοι νῆσοι μαρτύρια καὶ τὰ περὶ Δαυνίους καὶ τὸ Ἄργος τὸ Ἵππιον ἱστορούμενα·
ディオメデスのこの海周辺における支配力の証拠としては、ディオメデスの島々と、ダウニオイ人に関する事柄、そしてアルゴス・ヒッピオンについて歴史に語られている事柄がある。
περὶ ὧν ἐροῦμεν ἐφʼ ὅσον πρὸς ἱστορίαν χρήσιμον, τὰ δὲ πολλὰ τῶν μυθευομένων ἢ κατεψευσμένων ἄλλως ἐᾶν δεῖ, οἷον τὰ περὶ Φαέθοντα καὶ τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας περὶ τὸν Ἠριδανόν, τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον, καὶ τὰς Ἠλεκτρίδας νήσους τὰς πρὸ τοῦ Πάδου καὶ μελεαγρίδας ἐν αὐταῖς·
これらについては、歴史に有用な限りにおいて語ることにし、神話的なものや他方で偽られたものの多くは放っておくべきである。 例えばパエトンに関することや、エリダノス川(地上にはどこにも存在しないが、パドス川の近くにあると言われている)の周囲でポプラに姿を変えられたヘリアデス(太陽の娘たち)に関すること、またパドス川の前に位置するエーレクトリデス諸島とそこにおけるメレアグリデスに関することなどである。
οὐδὲ γὰρ τούτων οὐδέν ἐστιν ἐν τοῖς τόποις.
なぜなら、これらのいずれもそれらの場所には存在しないからである。
τῷ δὲ Διομήδει παρὰ τοῖς Ἑνετοῖς ἀποδεδειγμέναι τινὲς ἱστοροῦνται τιμαί·
しかしヘネトイ人の間では、ディオメデスに対していくつかの定められた誉れが捧げられていると記録されている。
καὶ γὰρ θύεται λευκὸς ἵππος αὐτῷ, καὶ δύο ἄλση τὸ μὲν Ἥρας Ἀργείας δείκνυται τὸ δʼ Ἀρτέμιδος Αἰτωλίδος.
実際、彼に対しては白い馬が犠牲として捧げられており、二つの聖林、すなわちアルゴスのヘラの聖林とアイトリアのアルテミスの聖林が示されている。
προσμυθεύουσι δʼ, ὡς εἰκός, τὸ ἐν τοῖς ἄλσεσι τούτοις ἡμεροῦσθαι τὰ θηρία καὶ λύκοις ἐλάφους συναγελάζεσθαι, προσιόντων δὲ τῶν ἀνθρώπων καὶ καταψώντων ἀνέχεσθαι, τὰ δὲ διωκόμενα ὑπὸ τῶν κυνῶν, ἐπειδὰν καταφύγῃ δεῦρο, μηκέτι διώκεσθαι.
彼らはさらに神話的な話として、ありそうなことだが、これらの聖林の中では野生動物が従順になり、狼たちと鹿たちが群れをなして共に過ごし、人間が近づいて撫でても耐え忍び、犬に追われている動物もここへ逃げ込めば、もはや追われることはないと付け加えている。
φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτῳ περιτυχεῖν κυνηγέταις λύκον ἐν τοῖς δικτύοις ἔχουσιν·
また、保証人を引き受けるのを好む者として非常によく知られ、そのことでからかわれていたある人が、網の中に狼を捕らえている猟師たちに遭遇したと言われている。
εἰπόντων δὲ κατὰ παιδιάν, εἰ ἐγγυᾶται τὸν λύκον ἐφʼ ᾧτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν, ἀφήσειν αὐτὸν ἐκ τῶν λίνων, ὁμολογῆσαι.
猟師たちが冗談半分に、もし彼がその狼の保証人となって狼が犯した損害を弁済するなら、網から放してやろうと言ったところ、彼は承諾した。
ἀφεθέντα δὲ τὸν λύκον ἵππων ἀγέλην ἀπελάσαντα ἀκαυτηριάστων ἱκανὴν προσαγαγεῖν πρὸς τὸν τοῦ φιλεγγύου σταθμόν·
放された狼は、烙印の押されていない十分な数の馬の群れを追い払って、その保証を好む男の牧舎へと連れてきた。
τὸν δʼ ἀπολαβόντα τὴν χάριν καυτηριάσαι τε τὰς ἵππους λύκον, καὶ κληθῆναι λυκοφόρους, τάχει μᾶλλον ἢ κάλλει διαφερούσας·
男はその好意を受け取り、馬たちに『狼』の烙印を押し、それらはリュコポロイと呼ばれ、美しさというよりはむしろその速さにおいて傑出していた。
τοὺς δʼ ἀπʼ ἐκείνου διαδεξαμένους τό τε καυτήριον φυλάξαι καὶ τοὔνομα τῷ γένει τῶν ἵππων, ἔθος δὲ ποιῆσαι θήλειαν μὴ ἐξαλλοτριοῦν, ἵνα μένοι παρὰ μόνοις τὸ γνήσιον γένος, ἐνδόξου γενομένης ἐνθένδε ἱππείας.
そして彼からそれを受け継いだ子孫たちは、烙印と馬の品種へのその名称を維持し、血統の純粋さを自分たちの中だけに留めるために、雌馬を他人に譲渡しないことを慣習とした。 この地から生じた馬術は有名になったのである。
νυνὶ δέ, ὥσπερ ἔφαμεν, πᾶσα ἐκλέλοιπεν ἡ τοιαύτη ἄσκησις.
しかし現在では、私たちが述べたように、そのような実践は完全に廃れてしまっている。
μετὰ δὲ τὸ Τίμαυον ἡ τῶν Ἰστρίων ἐστὶ παραλία μέχρι Πόλας, ἣ πρόσκειται τῇ Ἰταλίᾳ.
ティマウオンの先には、イタリアに隣接するポラに至るまでのイストリア人の沿岸部がある。
μεταξὺ δὲ φρούριον Τεργέστε Ἀκυληίας διέχον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους·
その中間にはアキレイアから百八十スタディオン離れたテルゲステという砦がある。
ἡ δὲ Πόλα ἵδρυται μὲν ἐν κόλπῳ λιμενοειδεῖ νησίδια ἔχοντι εὔορμα καὶ εὔκαρπα, κτίσμα δʼ ἐστὶν ἀρχαῖον Κόλχων τῶν ἐπὶ τὴν Μήδειαν ἐκπεμφθέντων, διαμαρτόντων δὲ τῆς πράξεως καὶ καταγνόντων ἑαυτῶν φυγήν τὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸς ὡς Καλλίμαχος εἴρηκεν ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας.
ポラは、避難しやすく実り豊かな小島を擁する、港のような湾の中に築かれており、メディアを追って派遣されたものの、任務に失敗して自らに亡命の宣告を下したコルキス人たちの古代の植民都市である。 ギリシア人ならそこを『亡命者たちの町』と呼んだであろう、とカリマコスが言っているように。 しかし、彼らの言語はそこをポラと名付けた。
τὰ μὲν δὴ πέραν τοῦ Πάδου χωρία οἵ τε Ἑνετοὶ νέμονται καὶ οἱ μέχρι Πόλας.
パドス川の向こう側の地域は、ヘネトイ人とポラに至るまでの人々が領有している。
ὑπὲρ δὲ τῶν Ἑνετῶν Κάρνοι καὶ Κενόμανοι καὶ Μεδόακοι καὶ Ἴνσουβροι, ὧν οἱ μὲν πολέμιοι τοῖς Ῥωμαίοις ὑπῆρξαν, Κενόμανοι δὲ καὶ Ἑνετοὶ συνεμάχουν καὶ πρὸ τῆς Ἀννίβα στρατείας, ἡνίκα Βοΐους καὶ Ἰνσούβρους ἐπολέμουν, καὶ μετὰ ταῦτα.
ヘネトイ人の上方には、カルノイ人、ケノマノイ人、メドアコイ人、インスブロイ人が住んでいる。 彼らのうち、ある者たちはローマ人と敵対していたが、ケノマノイ人とヘネトイ人は、ハンニバルの遠征前、ボイオイ人やインスブロイ人と戦っていた時から、またその後も同盟していた。
§5.1.10οἱ δʼ ἐντὸς τοῦ Πάδου κατέχουσι μὲν ἅπασαν ὅσην ἐγκυκλοῦται τὰ Ἀπέννινα ὄρη πρὸς τὰ Ἄλπεια μέχρι Γενούας καὶ τῶν Σαβάτων.
パドス川のこちら側の人々は、アペニン山脈がアルプス山脈に向けて、ゲヌアおよびサバタに至るまで囲んでいるすべての地域を占有している。
κατεῖχον δὲ Βόιοι καὶ Λίγυες καὶ Σένονες καὶ Γαιζᾶται τὸ πλέον· τῶν δὲ Βοΐων ἐξελαθέντων, ἀφανισθέντων δὲ καὶ τῶν Γαιζατῶν καὶ Σενόνων, λείπεται τὰ Λιγυστικὰ φῦλα καὶ τῶν Ῥωμαίων αἱ ἀποικίαι.
かつてはボイオイ人、リグエス人、セノネス人、ガイザタイ人がその大部分を占有していたが、ボイオイ人が追放され、ガイザタイ人とセノネス人も消滅したため、リグリア人の諸部族とローマ人の植民都市が残されている。
τοῖς δὲ Ῥωμαίοις ἀναμέμικται καὶ τὸ τῶν Ὀμβρικῶν φῦλον, ἔστι δʼ ὅπου καὶ Τυρρηνῶν.
ローマ人にはオンブリコイ人の部族も混ざり合っており、場所によってはテュレニア人の部族も混ざっている。
ταῦτα γὰρ ἄμφω τὰ ἔθνη πρὸ τῆς τῶν Ῥωμαίων ἐπὶ πλέον αὐξήσεως εἶχέ τινα πρὸς ἄλληλα περὶ πρωτείων ἅμιλλαν, καὶ μέσον ἔχοντα τὸν Τίβεριν ποταμὸν ῥᾳδίως ἐπιδιέβαινεν ἀλλήλοις.
これら両部族は、ローマ人が大いに台頭する前、覇権をめぐって互いに争っており、ティベリス川を中間に挟んで、容易に互いの領土を越えて侵入し合っていた。
καὶ εἴ πού τινας ἐκστρατείας ἐποιοῦντο ἐπʼ ἄλλους οἱ ἕτεροι, καὶ τοῖς ἑτέροις ἔρις ἦν μὴ ἀπολείπεσθαι τῆς εἰς τοὺς αὐτοὺς τόπους ἐξόδου·
そして、もし一方が他国に対して遠征を行うことがあれば、他方にとっても同じ場所への出兵で取り残されないよう競争が生じた。
καὶ δὴ καὶ τῶν Τυρρηνῶν στειλάντων στρατιὰν εἰς τοὺς περὶ τὸν Πάδον βαρβάρους καὶ πραξάντων εὖ, ταχὺ δὲ πάλιν ἐκπεσόντων διὰ τὴν τρυφήν, ἐπεστράτευσαν οἱ ἕτεροι τοῖς ἐκβαλοῦσιν·
現に、テュレニア人がパドス川周辺の野蛮人たちに対して軍隊を送り、成果を収めたものの、彼らの贅沢さゆえにすぐに再び追い出された時、他方は彼らを追い出した者たちに対して遠征を行った。
εἶτʼ ἐκ διαδοχῆς τῶν τόπων ἀμφισβητοῦντες πολλὰς τῶν κατοικιῶν τὰς μὲν Τυρρηνικὰς ἐποίησαν τὰς δʼ Ὀμβρικάς·
その後、彼らはその場所の領有をめぐって交互に争い、ある居住地をテュレニア人のものとし、別の居住地をオンブリコイ人のものとした。
πλείους δὲ τῶν Ὀμβρικῶν, οἳ ἐγγυτέρω ἦσαν οἱ δὲ Ῥωμαῖοι παραλαβόντες καὶ πέμψαντες ἐποίκους πολλαχοῦ συνεφύλαξαν καὶ τὰ τῶν προεποικησάντων γένη.
オンブリコイ人の居住地の方が多かったが、それは彼らの方が近くにいたからである。 ローマ人はこれらを引き継ぎ、多くの場所に植民者を送って、以前から住んでいた者たちの系統をも共に保護した。
καὶ νῦν Ῥωμαῖοι μέν εἰσιν ἅπαντες, οὐδὲν δʼ ἧττον Ὄμβροι τε τινὲς λέγονται καὶ Τυρρηνοί, καθάπερ Ἑνετοὶ καὶ Λίγυες καὶ Ἴνσουβροι.
そして現在では全員がローマ人であるが、それにもかかわらず、ヘネトイ人やリグエス人、インスブロイ人と同様に、今でもオンブリコイ人やテュレニア人と呼ばれる者たちがいる。

語釈・文法注

  1. 5.1.9τῆς δὲ τοῦ Διομήδους δυναστείας — 名詞 `μαρτύρια` に対する属格関係を示す。文頭に置かれて強調されており、「ディオメデスの支配力の証拠(として〜がある)」という意味関係を構成する。
  2. 5.1.9τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας — `ἀπαιγειρόομαι`(ポプラに変えられる)という稀な動詞の現在受動分詞。神話において太陽の娘たち(ヘリアデス)が悲しみのあまりポプラの木に変形した超自然的な変容プロセスを、直接的に描写している。
  3. 5.1.9φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτῳ περιτυχεῖν — 長大な対格不定詞(A.C.I.)構文。主語は対格 `τινα`(分詞 `γνωριζόμενον` と `σκωπτόμενον` がこれを修飾する)、不定詞は `περιτυχεῖν` である。挿入された `ὡς εἴη` は、主節が伝聞(`φασί`)であるために斜格希求法(optativus obliquus)が用いられており、男が保証人好きであったという世間の評判を間接的に示している。
  4. 5.1.9ἐφʼ ᾧτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν — `ἐφʼ ᾧτε`(または `ἐφʼ ᾧ`)に未来不定詞 `διαλύσειν` が続くことで、特定の新約や合意の条件(「〜するという条件のもとで」)を導入している。
  5. 5.1.9τὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸς — カリマコスの詩の引用部。小辞 `κεν`(ホメロス等にみられるアッティカ方言の `ἄν` に相当)とアオリスト希求法 `ενίσποι`(`ἐνέπω` のアオリスト)の組み合わせにより、反実仮想または潜在的な可能性(「ギリシア人ならそこを亡命者の町と呼んだであろうに」)を表している。

この箇所を引用する

ストラボン, 地理誌 §5.1.9-5.1.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.1.9-5.1.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。