Humanitext Reader

ストラボン · 地理誌 §5.1.7-5.1.8

ヴェネト地方の諸都市とアキレイアおよびティマウオン

148 / 577 箇所 · ギリシア語

要旨

パタウィウムやラヴェンナなど、ヴェネト地方の諸都市の規模、繁栄、特殊な湿地帯の気候・特性について説明する。また、アキレイアの重要性と交易、そしてアドリア海最奥部にあるティマウオンの聖域の自然現象に関する諸説を紹介する。

§5.1.7αὗται μὲν οὖν πολὺ ὑπὲρ τῶν ἑλῶν ᾤκηνται, πλησίον δὲ τὸ Πατάουιον, πασῶν ἀρίστη τῶν ταύτῃ πόλεων, ἥ γε νεωστὶ λέγεται τιμήσασθαι πεντακοσίους ἱππικοὺς ἄνδρας, καὶ τὸ παλαιὸν δὲ ἔστελλε δώδεκα μυριάδας στρατιᾶς.
これらは湿地よりはるか上方に位置しているが、その近くにはこの地域のすべての都市の中で最も優れたパタウィウムがある。 この都市は最近、五百人の騎士を登録したと言われており、古くは十二万の軍勢を送り出した。
δηλοῖ δὲ καὶ τὸ πλῆθος τῆς πεμπομένης κατασκευῆς εἰς τὴν Ῥώμην κατʼ ἐμπορίαν τῶν τε ἄλλων καὶ ἐσθῆτος παντοδαπῆς τὴν εὐανδρίαν τῆς πόλεως καὶ τὴν εὐτεχνίαν.
また、その他のものやあらゆる種類の衣服の交易のためにローマへ送られる工芸品の多さも、この都市の人口の多さと技術の確かさを明らかにしている。
ἔχει δὲ θαλάττης ἀνάπλουν ποταμῷ διὰ τῶν ἑλῶν φερομένῳ σταδίων πεντήκοντα καὶ διακοσίων ἐκ λιμένος μεγάλου·
この都市は、大きな港から二百五十スタディオンの距離を、湿地を流れる川によって海から遡行することができる。
καλεῖται δʼ ὁ λιμὴν Μεδόακος ὁμωνύμως τῷ ποταμῷ.
その港は川と同じ名でメドアクスと呼ばれている。
ἐν δὲ τοῖς ἕλεσι μεγίστη μέν ἐστι Ῥάουεννα, ξυλοπαγὴς ὅλη καὶ διάρρυτος, γεφύραις καὶ πορθμείοις ὁδευομένη.
湿地の中にある都市ではラヴェンナが最大であり、全体が木造で水路が通っており、橋や渡し船によって行き来されている。
δέχεται δʼ οὐ μικρὸν τῆς θαλάττης μέρος ἐν ταῖς πλημμυρίσιν, ὥστε καὶ ὑπὸ τούτων καὶ ὑπὸ ποταμῶν ἐκκλυζόμενον τὸ βορβορῶδες πᾶν ἰᾶται τὴν δυσαερίαν.
この都市は満潮時に海のかなりの部分を受け入れるため、それらの海水や河川によって泥がすべて洗い流され、悪気が治される。
οὕτως γοῦν ὑγιεινὸν ἐξήτασται τὸ χωρίον ὥστε ἐνταῦθα τοὺς μονομάχους τρέφειν καὶ γυμνάζειν ἀπέδειξαν οἱ ἡγεμόνες.
ともかく、この場所は非常に健康に良いことが実証されているため、指導者たちは剣闘士たちをここで養育し、訓練させることを決定したほどである。
ἔστι μὲν οὖν καὶ τοῦτο θαυμαστὸν τῶν ἐνθάδε τὸ ἐν ἕλει τοὺς ἀέρας ἀβλαβεῖς εἶναι, καθάπερ καὶ ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ τοῦ θέρους ἡ λίμνη τὴν μοχθηρίαν ἀποβάλλει διὰ τὴν ἀνάβασιν τοῦ ποταμοῦ καὶ τὸν τῶν τελμάτων ἀφανισμόν.
湿地の中にあって空気が無害であるという、この地のこの特徴もまた驚くべきことであり、それはちょうどエジプトに面したアレクサンドリアにおいて、夏に川の増水と湿地(水たまり)の消失によって、湖が悪しき性質を失うのと同様である。
ἀλλὰ καὶ τὸ περὶ τὴν ἄμπελον πάθος θαυμάζειν ἄξιον·
しかし、ブドウの木に関する現象も驚嘆に値する。
φύει μὲν γὰρ αὐτὴν τὰ ἕλη καὶ ποιεῖ ταχὺ καὶ πολὺν ἀποδιδοῦσαν καρπόν, φθείρεται δὲ ἐν ἔτεσι τέτταρσιν ἢ πέντε.
すなわち、湿地はブドウの木を成長させ、素早く多くの実をもたらすようにするが、四、五年で枯れてしまうのである。
ἔστι δὲ καὶ τὸ Ἀλτῖνον ἐν ἕλει, παραπλήσιον ἔχον τῇ Ῥαουέννῃ τὴν θέσιν.
アルティノンも湿地の中にあり、ラヴェンナと非常によく似た位置を占めている。
μεταξὺ δὲ Βούτριον τῆς Ῥαουέννης πόλισμα καὶ ἡ Σπῖνα, νῦν μὲν κωμίον πάλαι δὲ Ἑλληνὶς πόλις ἔνδοξος.
その中間には、ラヴェンナの小都市ブトリウムと、かつては有名なギリシアの都市であったが、現在は小さな村にすぎないスピナがある。
θησαυρὸς γοῦν ἐν Δελφοῖς Σπινητῶν δείκνυται, καὶ τἆλλα ἱστορεῖται περὶ αὐτῶν ὡς θαλασσοκρατησάντων.
現に、デルポイにはスピナの人々の宝庫が示されており、彼らが制海権を握っていたことについて、その他のことも歴史に記録されている。
φασὶ δὲ καὶ ἐπὶ θαλάττῃ ὑπάρξαι, νῦν δʼ ἐστὶν ἐν μεσογαίᾳ τὸ χωρίον περὶ ἐνενήκοντα τῆς θαλάττης σταδίους ἀπέχον.
また、かつては海沿いにあったと言われているが、現在この場所は内陸にあり、海から約九十スタディオン離れている。
καὶ ἡ Ῥάουεννα δὲ Θετταλῶν εἴρηται κτίσμα·
さらにラヴェンナもテッサリア人による創建と言われている。
οὐ φέροντες δὲ τὰς τῶν Τυρρηνῶν ὕβρεις ἐδέξαντο ἑκόντες τῶν Ὀμβρικῶν τινάς, οἳ καὶ νῦν ἔχουσι τὴν πόλιν, αὐτοὶ δʼ ἀπεχώρησαν ἐπʼ οἴκου.
彼らはテュレニア人の乱暴に耐えかねて、好んでオンブリコイ人の一部を受け入れた。 彼らが現在もその都市を占有しており、テッサリア人自身は故郷へと退去した。
αὗται μὲν οὖν ἐπὶ πλέον περιέχονται τοῖς ἕλεσιν ὥστε καὶ κλύζεσθαι.
これらは湿地によってより大きく囲まれており、水に洗われるほどである。
§5.1.8ὀπιτέργιον δὲ καὶ ορδία καὶ Ἀτρία καὶ Ὀυικετία καὶ ἄλλα τοιαῦτα πολισμάτια ἧττον μὲν ὑπὸ τῶν ἑλῶν ἐνοχλεῖται, μικροῖς δʼ ἀνάπλοις πρὸς τὴν θάλατταν συνῆπται.
オピテルギウム、オルディア、アトリア、ウィケティア、およびその他の同様の小都市は、湿地による害をそれほど受けておらず、海への短い遡行航路によって結ばれている。
τὴν δʼ Ἀτρίαν ἐπιφανῆ γενέσθαι πόλιν φασίν, ἀφʼ ἧς καὶ τοὔνομα τῷ κόλπῳ γενέσθαι τῷ Ἀδρίᾳ μικρὰν μετάθεσιν λαβόν.
アトリアはかつて高名な都市であったと言われ、その名から、わずかな変更を経てアドリア海(の湾)の名前が付けられたとされる。
Ἀκυληία δʼ, ἥπερ μάλιστα τῷ μυχῷ πλησιάζει, κτίσμα μέν ἐστι Ῥωμαίων ἐπιτειχισθὲν τοῖς ὑπερκειμένοις βαρβάροις, ἀναπλεῖται δὲ ὁλκάσι κατὰ τὸν Νατίσωνα ποταμὸν ἐπὶ πλείστους ἑξήκοντα σταδίους.
アキレイアは、湾の最奥部に最も近く、上方に住む野蛮人に対する防壁としてローマ人によって築かれた都市であるが、ナティソ川を商船で最大六十スタディオン遡行することができる。
ἀνεῖται δʼ ἐμπόριον τοῖς περὶ τὸν Ἴστρον τῶν Ἰλλυριῶν ἔθνεσι·
また、イストロス川の周辺に住むイリュリア人の諸部族のために、交易地として開放されている。
κομίζουσι δʼ οὗτοι μὲν τὰ ἐκ θαλάττης, καὶ οἶνον ἐπὶ ξυλίνων πίθων ἁρμαμάξαις ἀναθέντες καὶ ἔλαιον, ἐκεῖνοι δʼ ἀνδράποδα καὶ βοσκήματα καὶ δέρματα.
これらは海からの産物や、木製の樽に載せて四輪馬車で運ぶワインやオリーブ油を持ち込み、あちらは奴隷や家畜、毛皮を持ち込む。
ἔξω δʼ ἐστὶ τῶν Ἑνετικῶν ὅρων ἡ Ἀκυληία.
なお、アキレイアはヘネトイ人の境界の外にある。
διορίζονται δὲ ποταμῷ ῥέοντι ἀπὸ τῶν Ἀλπείων ὀρῶν, ἀνάπλουν ἔχοντι καὶ διακοσίων σταδίων ἐπὶ τοῖς χιλίοις εἰς Νωρηίαν πόλιν, περὶ ἣν Γναῖος Κάρβων συμβαλὼν Κίμβροις οὐδὲν ἔπραξεν.
それらの境界は、アルプス山脈から流れる川によって区切られており、その川はノレイアの街まで千二百スタディオンの遡行航路を有している。 その街の近くで、グナエウス・カルボはキンブリ人と交戦したものの何も達成できなかった。
ἔχει δὲ ὁ τόπος οὗτος χρυσιοπλύσια εὐφυῆ καὶ σιδηρουργεῖα.
この場所には豊かな砂金採取場と鉄工所がある。
ἐν αὐτῷ δὲ τῷ μυχῷ τοῦ Ἀδρίου καὶ ἱερὸν τοῦ Διομήδους ἐστὶν ἄξιον μνήμης, τὸ Τίμαυον·
このアドリア海のまさに最奥部には、言及に値するディオメデスの神殿、ティマウオンもある。
λιμένα γὰρ ἔχει καὶ ἄλσος ἐκπρεπὲς καὶ πηγὰς ἑπτὰ ποταμίου ὕδατος εὐθὺς εἰς τὴν θάλατταν ἐκπίπτοντος, πλατεῖ καὶ βαθεῖ ποταμῷ.
というのも、そこには港と壮麗な聖林、そしてすぐに広くて深い川となって海に流れ込む、川の水の七つの水源があるからである。
Πολύβιος δʼ εἴρηκε πλὴν μιᾶς τὰς ἄλλας ἁλμυροῦ ὕδατος, καὶ δὴ καὶ τοὺς ἐπιχωρίους πηγὴν καὶ μητέρα τῆς θαλάττης ὀνομάζειν τὸν τόπον.
しかしポリュビオスは、そのうちの一つを除いて他は塩水であり、そのため現地の人々はその場所を「海の源であり母」と呼んでいると述べている。
Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον καταπίπτειν εἰς βέρεθρον, εἶθʼ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῇ θαλάττῃ τὴν ἐκβολὴν ποιεῖσθαι.
一方、ポセイドニオスは、ティマウオス川は山から流れてきて深淵に落ち込み、それから地下を約百三十スタディオン運ばれて海辺に河口を作ると述べている。

語釈・文法注

  1. §5.1.7τιμήσασθαι — 動詞τιμάωの中間動詞不定詞過去(アオリスト)で、ここではローマの国勢調査(ケンスス)において「(市民の資産を)査定する、登録する」という意味。パタウィウムが五百人の騎士(の資産基準を満たす者)を登録したという歴史的事実を指す。
  2. §5.1.7ἐκκλυζόμενον τὸ βορβορῶδες πᾶν ἰᾶται τὴν δυσαερίαν — 分詞ἐκκλυζόμενον(中性単数主格)が名詞τὸ βορβορῶδες πᾶν(「すべての泥地、堆積した泥」)を修飾する主格独立構文(あるいは対格独立構文)。動詞ἰᾶται(「治療する、改善する」)の主語をラヴェンナ市(Ῥάουεννα、女性名詞)と捉え、「(海水や河川によって)すべての泥が洗い流されることで、[ラヴェンナ市が]悪気を改善する」と解釈するのが自然である。
  3. §5.1.8κομίζουσι δʼ οὗτοι μὲν... ἐκεῖνοι δʼ... — 指示代名詞οὗτοι(「これら」)とἐκεῖνοι(「あれら」)の対比。文脈上、οὗτοιは手前の主節の主体であるアキレイアの商人(あるいはそこに住むローマ人)を指し、海産物やワイン、オリーブ油を運ぶ。一方、ἐκεῖνοιは直前の節に現れた「イストロス川周辺のイリュリア人の諸部族」を指し、奴隷、家畜、毛皮をアキレイアにもたらす。

この箇所を引用する

ストラボン, 地理誌 §5.1.7-5.1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.1.7-5.1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。