§5.1.9τῆς δὲ τοῦ Διομήδους δυναστείας περὶ τὴν θάλατταν ταύτην αἵ τε Διομήδειοι νῆσοι μαρτύρια καὶ τὰ περὶ Δαυνίους καὶ τὸ Ἄργος τὸ Ἵππιον ἱστορούμενα· περὶ ὧν ἐροῦμεν ἐφʼ ὅσον πρὸς ἱστορίαν χρήσιμον, τὰ δὲ πολλὰ τῶν μυθευομένων ἢ κατεψευσμένων ἄλλως ἐᾶν δεῖ, οἷον τὰ περὶ Φαέθοντα καὶ τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας περὶ τὸν Ἠριδανόν, τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον, καὶ τὰς Ἠλεκτρίδας νήσους τὰς πρὸ τοῦ Πάδου καὶ μελεαγρίδας ἐν αὐταῖς· οὐδὲ γὰρ τούτων οὐδέν ἐστιν ἐν τοῖς τόποις.
关于狄奥墨德斯在这片海域周围的统治,狄奥墨德斯群岛以及关于达乌尼人和阿尔戈斯·希皮乌姆的历史记载都是证据;关于这些,我们将在对历史有用的范围内予以叙述,而必须舍弃大部分神话或虚构的故事,例如关于法厄同以及在埃里达诺斯河(它在地球上任何地方都不存在,尽管据说在帕杜斯河附近)周围变成白杨树的赫利亚得斯,以及位于帕杜斯河前方的埃莱克特里得斯群岛和其中的梅列阿格里得斯;因为在这些地方根本没有这些东西。
τῷ δὲ Διομήδει παρὰ τοῖς Ἑνετοῖς ἀποδεδειγμέναι τινὲς ἱστοροῦνται τιμαί· καὶ γὰρ θύεται λευκὸς ἵππος αὐτῷ, καὶ δύο ἄλση τὸ μὲν Ἥρας Ἀργείας δείκνυται τὸ δʼ Ἀρτέμιδος Αἰτωλίδος.
但据记载,赫内托伊人为狄奥墨德斯确立了某些崇敬;事实上,人们向他献祭白马,并展示了两片圣林,一片是阿尔戈斯的赫拉圣林,另一片是埃托利亚的阿耳忒弥斯圣林。
προσμυθεύουσι δʼ, ὡς εἰκός, τὸ ἐν τοῖς ἄλσεσι τούτοις ἡμεροῦσθαι τὰ θηρία καὶ λύκοις ἐλάφους συναγελάζεσθαι, προσιόντων δὲ τῶν ἀνθρώπων καὶ καταψώντων ἀνέχεσθαι, τὰ δὲ διωκόμενα ὑπὸ τῶν κυνῶν, ἐπειδὰν καταφύγῃ δεῦρο, μηκέτι διώκεσθαι.
他们还像往常一样在神话中补充说,在这些圣林中,野兽变得温顺,鹿与狼成群相处,并且在人类接近并抚摸它们时能够忍受,而被狗追赶的动物一旦逃到这里,就不再受到追赶。
φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτῳ περιτυχεῖν κυνηγέταις λύκον ἐν τοῖς δικτύοις ἔχουσιν· εἰπόντων δὲ κατὰ παιδιάν, εἰ ἐγγυᾶται τὸν λύκον ἐφʼ ᾧτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν, ἀφήσειν αὐτὸν ἐκ τῶν λίνων, ὁμολογῆσαι.
据说,有一个因极其乐意充当保证人并因此受到嘲弄而广为人知的人,遇到了网里网着一只狼的猎人们;猎人们开玩笑说,如果他为这只狼作保,赔偿它所造成的损失,他们就会把狼从网中放走,他便同意了。
ἀφεθέντα δὲ τὸν λύκον ἵππων ἀγέλην ἀπελάσαντα ἀκαυτηριάστων ἱκανὴν προσαγαγεῖν πρὸς τὸν τοῦ φιλεγγύου σταθμόν· τὸν δʼ ἀπολαβόντα τὴν χάριν καυτηριάσαι τε τὰς ἵππους λύκον, καὶ κληθῆναι λυκοφόρους, τάχει μᾶλλον ἢ κάλλει διαφερούσας· τοὺς δʼ ἀπʼ ἐκείνου διαδεξαμένους τό τε καυτήριον φυλάξαι καὶ τοὔνομα τῷ γένει τῶν ἵππων, ἔθος δὲ ποιῆσαι θήλειαν μὴ ἐξαλλοτριοῦν, ἵνα μένοι παρὰ μόνοις τὸ γνήσιον γένος, ἐνδόξου γενομένης ἐνθένδε ἱππείας.
被释放的狼赶走了一群没有烙印的足量马匹,并把它们带到了这位保人的马厩;他接受了这一报恩,并给马匹打上了“狼”的烙印,这些马被称为吕科福洛伊,它们以速度而非美丽见长;而从他那里继承下来的人们保留了烙印和该马种的名字,并形成了一种不转让母马的习俗,以便让纯正的品种仅留在他们自己手中,该地源出的马术也因此变得有名。
νυνὶ δέ, ὥσπερ ἔφαμεν, πᾶσα ἐκλέλοιπεν ἡ τοιαύτη ἄσκησις.
但现在,正如我们所说,所有这些训练都已完全废绝。
μετὰ δὲ τὸ Τίμαυον ἡ τῶν Ἰστρίων ἐστὶ παραλία μέχρι Πόλας, ἣ πρόσκειται τῇ Ἰταλίᾳ.
在蒂马乌姆之后,是伊斯特里亚人的海岸,一直延伸到邻近意大利的普拉。
μεταξὺ δὲ φρούριον Τεργέστε Ἀκυληίας διέχον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους· ἡ δὲ Πόλα ἵδρυται μὲν ἐν κόλπῳ λιμενοειδεῖ νησίδια ἔχοντι εὔορμα καὶ εὔκαρπα, κτίσμα δʼ ἐστὶν ἀρχαῖον Κόλχων τῶν ἐπὶ τὴν Μήδειαν ἐκπεμφθέντων, διαμαρτόντων δὲ τῆς πράξεως καὶ καταγνόντων ἑαυτῶν φυγήν
τὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸς
ὡς Καλλίμαχος εἴρηκεν
ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας.
在这之间有特尔杰斯特要塞,距离阿奎莱亚一百八十斯塔德;普拉建在一个港口状的海湾中,拥有易于停泊且物产丰富的岛屿,是奉命追捕美狄亚的科尔基斯人的古老定居点,但他们因任务失败并自认该受流放之罚—— “希腊人会称其为流亡者之城,正如卡利马科斯所说,但他们的语言将其命名为普拉。
τὰ μὲν δὴ πέραν τοῦ Πάδου χωρία οἵ τε Ἑνετοὶ νέμονται καὶ οἱ μέχρι Πόλας.
” 如今,帕杜斯河对岸的地区由赫内托伊人和直到普拉的居民所占领。
ὑπὲρ δὲ τῶν Ἑνετῶν Κάρνοι καὶ Κενόμανοι καὶ Μεδόακοι καὶ Ἴνσουβροι, ὧν οἱ μὲν πολέμιοι τοῖς Ῥωμαίοις ὑπῆρξαν, Κενόμανοι δὲ καὶ Ἑνετοὶ συνεμάχουν καὶ πρὸ τῆς Ἀννίβα στρατείας, ἡνίκα Βοΐους καὶ Ἰνσούβρους ἐπολέμουν, καὶ μετὰ ταῦτα.
在赫内托伊人上方居住着卡尔尼人、塞诺马尼人、梅多阿科伊人和因苏布雷人,其中一些人曾与罗马人为敌,但塞诺马尼人和赫内托伊人无论是在汉尼拔远征之前与波伊人和因苏布雷人交战时,还是在这些事情之后,都是同盟者。
§5.1.10οἱ δʼ ἐντὸς τοῦ Πάδου κατέχουσι μὲν ἅπασαν ὅσην ἐγκυκλοῦται τὰ Ἀπέννινα ὄρη πρὸς τὰ Ἄλπεια μέχρι Γενούας καὶ τῶν Σαβάτων.
而帕杜斯河此岸的人们占领了亚平宁山脉向阿尔卑斯山脉合围直至格努亚和沙巴塔的所有土地。
κατεῖχον δὲ Βόιοι καὶ Λίγυες καὶ Σένονες καὶ Γαιζᾶται τὸ πλέον· τῶν δὲ Βοΐων ἐξελαθέντων, ἀφανισθέντων δὲ καὶ τῶν Γαιζατῶν καὶ Σενόνων, λείπεται τὰ Λιγυστικὰ φῦλα καὶ τῶν Ῥωμαίων αἱ ἀποικίαι.
波伊人、利古里亚人、塞诺内斯人和盖萨泰人曾占领其大部分;但由于波伊人被驱逐,盖萨泰人和塞诺内斯人也已消失,只留下了利古里亚部族和罗马人的殖民地。
τοῖς δὲ Ῥωμαίοις ἀναμέμικται καὶ τὸ τῶν Ὀμβρικῶν φῦλον, ἔστι δʼ ὅπου καὶ Τυρρηνῶν.
罗马人中也混杂有翁布里部族,在某些地方也有泰勒尼亚部族。
ταῦτα γὰρ ἄμφω τὰ ἔθνη πρὸ τῆς τῶν Ῥωμαίων ἐπὶ πλέον αὐξήσεως εἶχέ τινα πρὸς ἄλληλα περὶ πρωτείων ἅμιλλαν, καὶ μέσον ἔχοντα τὸν Τίβεριν ποταμὸν ῥᾳδίως ἐπιδιέβαινεν ἀλλήλοις.
因为这两个民族在罗马人更大规模兴起之前,曾为了争夺霸权而相互竞争,并以台伯河为界,很容易相互越界侵入。
καὶ εἴ πού τινας ἐκστρατείας ἐποιοῦντο ἐπʼ ἄλλους οἱ ἕτεροι, καὶ τοῖς ἑτέροις ἔρις ἦν μὴ ἀπολείπεσθαι τῆς εἰς τοὺς αὐτοὺς τόπους ἐξόδου· καὶ δὴ καὶ τῶν Τυρρηνῶν στειλάντων στρατιὰν εἰς τοὺς περὶ τὸν Πάδον βαρβάρους καὶ πραξάντων εὖ, ταχὺ δὲ πάλιν ἐκπεσόντων διὰ τὴν τρυφήν, ἐπεστράτευσαν οἱ ἕτεροι τοῖς ἐκβαλοῦσιν· εἶτʼ ἐκ διαδοχῆς τῶν τόπων ἀμφισβητοῦντες πολλὰς τῶν κατοικιῶν τὰς μὲν Τυρρηνικὰς ἐποίησαν τὰς δʼ Ὀμβρικάς·
如果其中一方对其他人发起远征,另一方也会争先恐后地出发前往相同的地方;事实上,当泰勒尼亚人向帕杜斯河周围的蛮族派出军队并取得成功,但很快又因奢侈而再次被驱逐时,另一方则对驱逐他们的人发起了远征;随后,他们轮流争夺这些地方,使许多定居点有的变成泰勒尼亚人的,有的变成翁布里人的;而翁布里人的更多,因为他们离得更近。
πλείους δὲ τῶν Ὀμβρικῶν, οἳ ἐγγυτέρω ἦσαν οἱ δὲ Ῥωμαῖοι παραλαβόντες καὶ πέμψαντες ἐποίκους πολλαχοῦ συνεφύλαξαν καὶ τὰ τῶν προεποικησάντων γένη.
罗马人接管后,在许多地方派遣了殖民者,并共同保护了先期定居者的种族。
καὶ νῦν Ῥωμαῖοι μέν εἰσιν ἅπαντες, οὐδὲν δʼ ἧττον Ὄμβροι τε τινὲς λέγονται καὶ Τυρρηνοί, καθάπερ Ἑνετοὶ καὶ Λίγυες καὶ Ἴνσουβροι.
现在他们都是罗马人,但尽管如此,仍有一些人被称为翁布里人和泰勒尼亚人,就像赫内托伊人、利古里亚人和因苏布雷人一样。