§5.1.7αὗται μὲν οὖν πολὺ ὑπὲρ τῶν ἑλῶν ᾤκηνται, πλησίον δὲ τὸ Πατάουιον, πασῶν ἀρίστη τῶν ταύτῃ πόλεων, ἥ γε νεωστὶ λέγεται τιμήσασθαι πεντακοσίους ἱππικοὺς ἄνδρας, καὶ τὸ παλαιὸν δὲ ἔστελλε δώδεκα μυριάδας στρατιᾶς.
这些城市位于远离沼泽的高处,但在它们附近有帕塔维乌姆,这是该地区所有城市中最好的一座,据说它最近核定了五百名骑士阶级的成员,而且在古代它曾派出十二万人的军队。
δηλοῖ δὲ καὶ τὸ πλῆθος τῆς πεμπομένης κατασκευῆς εἰς τὴν Ῥώμην κατʼ ἐμπορίαν τῶν τε ἄλλων καὶ ἐσθῆτος παντοδαπῆς τὴν εὐανδρίαν τῆς πόλεως καὶ τὴν εὐτεχνίαν.
而为了贸易而运往罗马的其他物品以及各式服装等制成品数量之多,也表明了这座城市的人口众多与手艺精湛。
ἔχει δὲ θαλάττης ἀνάπλουν ποταμῷ διὰ τῶν ἑλῶν φερομένῳ σταδίων πεντήκοντα καὶ διακοσίων ἐκ λιμένος μεγάλου· καλεῖται δʼ ὁ λιμὴν Μεδόακος ὁμωνύμως τῷ ποταμῷ.
它拥有一条从一个大港口通过流经沼泽的河流逆流而上两百五十斯塔德的航道;该港口与河流同名,被称为梅多阿库斯。
ἐν δὲ τοῖς ἕλεσι μεγίστη μέν ἐστι Ῥάουεννα, ξυλοπαγὴς ὅλη καὶ διάρρυτος, γεφύραις καὶ πορθμείοις ὁδευομένη.
在沼泽中的城市里,拉文纳是最大的,它完全是由木材建造的,且有水流穿过,通过桥梁和渡船来通行。
δέχεται δʼ οὐ μικρὸν τῆς θαλάττης μέρος ἐν ταῖς πλημμυρίσιν, ὥστε καὶ ὑπὸ τούτων καὶ ὑπὸ ποταμῶν ἐκκλυζόμενον τὸ βορβορῶδες πᾶν ἰᾶται τὴν δυσαερίαν.
它在满潮时接收了相当大一部分的海水,因此,在这些潮汐和河流的冲刷下,所有的淤泥都被清理干净,从而消除了恶劣的空气。
οὕτως γοῦν ὑγιεινὸν ἐξήτασται τὸ χωρίον ὥστε ἐνταῦθα τοὺς μονομάχους τρέφειν καὶ γυμνάζειν ἀπέδειξαν οἱ ἡγεμόνες.
无论如何,这个地方已被证明是非常健康的,以至于统治者们已指定在此养育和训练角斗士。
ἔστι μὲν οὖν καὶ τοῦτο θαυμαστὸν τῶν ἐνθάδε τὸ ἐν ἕλει τοὺς ἀέρας ἀβλαβεῖς εἶναι, καθάπερ καὶ ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ τοῦ θέρους ἡ λίμνη τὴν μοχθηρίαν ἀποβάλλει διὰ τὴν ἀνάβασιν τοῦ ποταμοῦ καὶ τὸν τῶν τελμάτων ἀφανισμόν.
沼泽中的空气无害,这也是此处令人惊奇的一点,就像在靠近埃及的亚历山大,夏天时由于河流的上涨以及积水潭的消失,湖泊失去了其有害的性质一样。
ἀλλὰ καὶ τὸ περὶ τὴν ἄμπελον πάθος θαυμάζειν ἄξιον· φύει μὲν γὰρ αὐτὴν τὰ ἕλη καὶ ποιεῖ ταχὺ καὶ πολὺν ἀποδιδοῦσαν καρπόν, φθείρεται δὲ ἐν ἔτεσι τέτταρσιν ἢ πέντε.
但关于葡萄藤的现象也同样值得惊奇:因为沼泽孕育了它,使其迅速且大量地结果,但它在四五年内就会枯死。
ἔστι δὲ καὶ τὸ Ἀλτῖνον ἐν ἕλει, παραπλήσιον ἔχον τῇ Ῥαουέννῃ τὴν θέσιν.
阿尔蒂努姆也在沼泽中,其位置与拉文纳非常相似。
μεταξὺ δὲ Βούτριον τῆς Ῥαουέννης πόλισμα καὶ ἡ Σπῖνα, νῦν μὲν κωμίον πάλαι δὲ Ἑλληνὶς πόλις ἔνδοξος.
而在它们之间,有属于拉文纳的小城镇布特里翁,以及斯皮纳,现在虽是一个小村庄,但在古代是一座著名的希腊城市。
θησαυρὸς γοῦν ἐν Δελφοῖς Σπινητῶν δείκνυται, καὶ τἆλλα ἱστορεῖται περὶ αὐτῶν ὡς θαλασσοκρατησάντων.
至少在德尔斐展示有斯皮纳人的宝库,关于他们曾称霸海洋的其他事迹也有历史记载。
φασὶ δὲ καὶ ἐπὶ θαλάττῃ ὑπάρξαι, νῦν δʼ ἐστὶν ἐν μεσογαίᾳ τὸ χωρίον περὶ ἐνενήκοντα τῆς θαλάττης σταδίους ἀπέχον.
据说它过去曾位于海滨,而如今该地处于内陆,距离海洋约九十斯塔德。
καὶ ἡ Ῥάουεννα δὲ Θετταλῶν εἴρηται κτίσμα· οὐ φέροντες δὲ τὰς τῶν Τυρρηνῶν ὕβρεις ἐδέξαντο ἑκόντες τῶν Ὀμβρικῶν τινάς, οἳ καὶ νῦν ἔχουσι τὴν πόλιν, αὐτοὶ δʼ ἀπεχώρησαν ἐπʼ οἴκου.
此外,拉文纳也被说是特萨利亚人所建;但他们因无法忍受泰勒尼亚人的暴虐,便自愿接纳了一部分翁布里人,后者至今仍占有这座城市,而特萨利亚人自己则返回了家园。
αὗται μὲν οὖν ἐπὶ πλέον περιέχονται τοῖς ἕλεσιν ὥστε καὶ κλύζεσθαι.
因此,这些城市在更大程度上被沼泽包围,以至于被水冲刷。
§5.1.8ὀπιτέργιον δὲ καὶ ορδία καὶ Ἀτρία καὶ Ὀυικετία καὶ ἄλλα τοιαῦτα πολισμάτια ἧττον μὲν ὑπὸ τῶν ἑλῶν ἐνοχλεῖται, μικροῖς δʼ ἀνάπλοις πρὸς τὴν θάλατταν συνῆπται.
奥皮特尔吉乌姆、奥尔迪亚、阿特里亚、维凯提亚以及其他此类小城镇受沼泽的影响较小,它们通过较短的逆流航道与海洋相连。
τὴν δʼ Ἀτρίαν ἐπιφανῆ γενέσθαι πόλιν φασίν, ἀφʼ ἧς καὶ τοὔνομα τῷ κόλπῳ γενέσθαι τῷ Ἀδρίᾳ μικρὰν μετάθεσιν λαβόν.
据说阿特里亚曾是一座著名的城市,亚得里亚海湾的名字就是从它而来的,只是字眼上作了微小的改动。
Ἀκυληία δʼ, ἥπερ μάλιστα τῷ μυχῷ πλησιάζει, κτίσμα μέν ἐστι Ῥωμαίων ἐπιτειχισθὲν τοῖς ὑπερκειμένοις βαρβάροις, ἀναπλεῖται δὲ ὁλκάσι κατὰ τὸν Νατίσωνα ποταμὸν ἐπὶ πλείστους ἑξήκοντα σταδίους.
而阿奎莱亚最接近湾的内侧最深处,是罗马人建立的、作为防御其上方蛮族的堡垒,商船可沿纳提索河逆流而上多达六十斯塔德。
ἀνεῖται δʼ ἐμπόριον τοῖς περὶ τὸν Ἴστρον τῶν Ἰλλυριῶν ἔθνεσι· κομίζουσι δʼ οὗτοι μὲν τὰ ἐκ θαλάττης, καὶ οἶνον ἐπὶ ξυλίνων πίθων ἁρμαμάξαις ἀναθέντες καὶ ἔλαιον, ἐκεῖνοι δʼ ἀνδράποδα καὶ βοσκήματα καὶ δέρματα.
这里也作为通商口岸,向居住在伊斯特罗斯河周围的伊里利亚部族开放;这些人运来海产品,以及用四轮马车装载于木桶中的葡萄酒和橄榄油,而那些人则带来奴隶、牲畜和皮革。
ἔξω δʼ ἐστὶ τῶν Ἑνετικῶν ὅρων ἡ Ἀκυληία.
但阿奎莱亚在赫内托伊人的边界之外。
διορίζονται δὲ ποταμῷ ῥέοντι ἀπὸ τῶν Ἀλπείων ὀρῶν, ἀνάπλουν ἔχοντι καὶ διακοσίων σταδίων ἐπὶ τοῖς χιλίοις εἰς Νωρηίαν πόλιν, περὶ ἣν Γναῖος Κάρβων συμβαλὼν Κίμβροις οὐδὲν ἔπραξεν.
它们被一条从阿尔卑斯山脉流下的河流所划分,该河有一条长达一千两百斯塔德的航道,可逆流而上通往诺雷亚城,在其附近格奈乌斯·卡尔博与辛布里人交战,但无功而返。
ἔχει δὲ ὁ τόπος οὗτος χρυσιοπλύσια εὐφυῆ καὶ σιδηρουργεῖα.
这个地方拥有优良的淘金场和铁工作坊。
ἐν αὐτῷ δὲ τῷ μυχῷ τοῦ Ἀδρίου καὶ ἱερὸν τοῦ Διομήδους ἐστὶν ἄξιον μνήμης, τὸ Τίμαυον· λιμένα γὰρ ἔχει καὶ ἄλσος ἐκπρεπὲς καὶ πηγὰς ἑπτὰ ποταμίου ὕδατος εὐθὺς εἰς τὴν θάλατταν ἐκπίπτοντος, πλατεῖ καὶ βαθεῖ ποταμῷ.
在亚得里亚海的最深处,还有一座值得一提的狄奥墨德斯圣殿,即蒂马乌姆;因为它拥有一个港口、一片壮丽的圣林,以及七个河水水源,这些水源汇聚成一条宽而深的河流,直接流入大海。
Πολύβιος δʼ εἴρηκε πλὴν μιᾶς τὰς ἄλλας ἁλμυροῦ ὕδατος, καὶ δὴ καὶ τοὺς ἐπιχωρίους πηγὴν καὶ μητέρα τῆς θαλάττης ὀνομάζειν τὸν τόπον.
但波利比乌斯说,除了一个水源之外,其余的水源都是咸水,而且当地人甚至称该地为海洋的源头和母亲。
Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον καταπίπτειν εἰς βέρεθρον, εἶθʼ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῇ θαλάττῃ τὴν ἐκβολὴν ποιεῖσθαι.
而波塞多尼乌斯则说,蒂马乌斯河从山上流下,坠入一个深渊,然后通过地下运送约一百三十斯塔德,在海边形成其出口。