Humanitext Reader

ストラボン · 地理誌 §4.4.5-4.4.6

ガリア人の生贄と首狩りの悪習および風土

137 / 577 箇所 · ギリシア語

要旨

ガリア人の性格や金飾りの好みのほか、首狩りや生贄といった野蛮な悪習を記述し、さらに大洋の島々における奇妙な女性たちの儀式や伝承、その他ケルト地方の風土や肉体管理の習慣に触れる。

§4.4.5τῷ δʼ ἁπλῷ καὶ θυμικῷ πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι καὶ τὸ φιλόκοσμον·
彼らの素朴で血気盛んな気質には、多くの愚かさと自慢癖、そして装飾を好む傾向が伴っている。
χρυσοφοροῦσί τε γάρ, περὶ μὲν τοῖς τραχήλοις στρεπτὰ ἔχοντες περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς καρποῖς ψέλια, καὶ τὰς ἐσθῆτας βαπτὰς φοροῦσι καὶ χρυσοπάστους οἱ ἐν ἀξιώματι.
というのも、彼らは金を身にまとっており、首にはトルク(ねじり首飾り)をかけ、腕や手首には腕輪をはめている。 そして、地位のある人々は、染められた金糸入りの衣服を着ている。
ὑπὸ τῆς τοιαύτης δὲ κουφότητος ἀφόρητοι μὲν νικῶντες, ἐκπλαγεῖς δʼ ἡττηθέντες ὁρῶνται.
このような軽薄さのゆえに、勝利したときには耐え難いほど傲慢になり、敗北したときには途方に暮れて見える。
πρόσεστι δὲ τῇ ἀνοίᾳ καὶ τὸ βάρβαρον καὶ τὸ ἔκφυλον, ὃ τοῖς προσβόρροις ἔθνεσι παρακολουθεῖ πλεῖστον, τὸ ἀπὸ τῆς μάχης ἀπιόντας τὰς κεφαλὰς τῶν πολεμίων ἐξάπτειν ἐκ τῶν αὐχένων τῶν ἵππων, κομίσαντας δὲ προσπατταλεύειν τοῖς προπυλαίοις.
この愚かさには、北方の諸部族に最もよく見られる、野蛮で常軌を逸した習慣も伴っている。 すなわち、戦いから戻る際に敵の首を馬の首に結びつけ、それを持ち帰って門口に釘で打ち付けることである。
φησὶ γοῦν Ποσειδώνιος αὐτὸς ἰδεῖν ταύτην τὴν θέαν πολλαχοῦ, καὶ τὸ μὲν πρῶτον ἀηθίζεσθαι, μετὰ δὲ ταῦτα φέρειν πρᾴως διὰ τὴν συνήθειαν.
実際、ポセイドニオス自身、この光景をあちこちで目にしたと言っており、最初は不快に思ったが、その後は慣れて平気になったという。
τὰς δὲ τῶν ἐνδόξων κεφαλὰς κεδροῦντες ἐπεδείκνυον τοῖς ξένοις, καὶ οὐδὲ πρὸς ἰσοστάσιον χρυσὸν ἀπολυτροῦν ἠξίουν.
また、著名な人物の首はレバノン杉の油で保存し、異邦人に見せびらかし、それと同重量の金と引き換えにしても引き渡すことをよしとしなかった。
καὶ τούτων δʼ ἔπαυσαν αὐτοὺς Ῥωμαῖοι καὶ τῶν κατὰ τὰς θυσίας καὶ μαντείας ὑπεναντίων τοῖς παρʼ ἡμῖν νομίμοις.
ローマ人は、彼らにこれらの習慣をやめさせ、また私たちの習慣とは相容れない生贄や占いの儀式もやめさせた。
ἄνθρωπον γὰρ κατεσπεισμένον παίσαντες εἰς νῶτον μαχαίρᾳ ἐμαντεύοντο ἐκ τοῦ σφαδασμοῦ.
彼らは、神に捧げられた人間の背中を剣で突き、その悶え方から予言したからである。
ἔθυον δὲ οὐκ ἄνευ δρυϊδῶν.
また、ドルイドなしに生贄を捧げることはなかった。
καὶ ἄλλα δὲ ἀνθρωποθυσιῶν εἴδη λέγεται·
他の人間生贄のやり方も語られている。
καὶ γὰρ κατετόξευόν τινας καὶ ἀνεσταύρουν ἐν τοῖς ἱεροῖς καὶ κατασκευάσαντες κολοσσὸν χόρτου καὶ ξύλων, ἐμβαλόντες εἰς τοῦτον βοσκήματα καὶ θηρία παντοῖα καὶ ἀνθρώπους, ὡλοκαύτουν.
すなわち、ある人々を矢で射殺したり、聖域で木にかけたり、また、草や木で巨像を造り、その中に家畜やあらゆる種類の野獣、そして人間を投げ入れて、丸焼きにしたりしたのである。
§4.4.6Ἐν δὲ τῷ ὠκεανῷ φησιν εἶναι νῆσον μικρὰν οὐ πάνυ πελαγίαν, προκειμένην τῆς ἐκβολῆς τοῦ Λίγηρος ποταμοῦ·
また、大洋の中に、リゲル川の河口の前に位置する、さほど沖合にない小さな島があると彼は言う。
οἰκεῖν δὲ ταύτην τὰς τῶν Σαμνιτῶν γυναῖκας, Διονύσῳ κατεχομένας καὶ ἱλασκομένας τὸν θεὸν τοῦτον τελεταῖς τε καὶ ἄλλαις ἱεροποιίαις ἐξηλλαγμέναις.
そして、この島にはサムニテス人の女性たちが住んでおり、彼女たちはディオニュソスに憑依され、秘儀やその他の変わった宗教儀式によってこの神をなだめているという。
οὐκ ἐπιβαίνειν δὲ ἄνδρα τῆς νήσου, τὰς δὲ γυναῖκας αὐτὰς πλεούσας κοινωνεῖν τοῖς ἀνδράσι καὶ πάλιν ἐπανιέναι.
男がこの島に足を踏み入れることはなく、女性たち自身が船で渡って男たちと交わり、再び戻ってくるのだという。
ἔθος δʼ εἶναι κατʼ ἐνιαυτὸν ἅπαξ τὸ ἱερὸν ἀποστεγάζεσθαι καὶ στεγάζεσθαι πάλιν αὐθημερὸν πρὸ δύσεως, ἑκάστης φορτίον ἐπιφερούσης·
また、年に一度、神殿の屋根を剥ぎ、同じ日の日没前に再び屋根を葺き直す習慣があり、その際、各自が資材を持ち寄る。
ἧς δʼ ἂν ἐκπέσῃ τὸ φορτίον, διασπᾶσθαι ταύτην ὑπὸ τῶν ἄλλων·
資材を落とした女性は、他の者たちによって八つ裂きにされる。
φερούσας δὲ τὰ μέρη περὶ τὸ ἱερὸν μετʼ εὐασμοῦ μὴ παύεσθαι πρότερον, πρὶν παύσωνται τῆς λύττης·
そして、彼女の体の部位を「エウオイ」という叫び声とともに神殿の周りに運び、狂気が収まるまでそれをやめない。
ἀεὶ δὲ συμβαίνειν ὥστε τινὰ ἐμπίπτειν τὴν τοῦτο πεισομένην.
そして、この目に遭う者が必ず現れるのだという。
τούτου δʼ ἔτι μυθωδέστερον εἴρηκεν Ἀρτεμίδωρος τὸ περὶ τοὺς κόρακας συμβαῖνον.
アルテミドロスは、これよりもさらに神話じみた話として、カラスに関する出来を語っている。
λιμένα γάρ τινα τῆς παρωκεανίτιδος ἱστορεῖ δύο κοράκων ἐπονομαζόμενον, φαίνεσθαι δʼ ἐν τούτῳ δύο κόρακας τὴν δεξιὰν πτέρυγα παράλευκον ἔχοντας·
すなわち、彼は大洋沿いの地方にある「二羽のカラスの港」と名付けられた港について語っており、そこには右の翼の一部が白い二羽のカラスが現れるという。
τοὺς οὖν περί τινων ἀμφισβητοῦντας, ἀφικομένους δεῦρο ἐφʼ ὑψηλοῦ τόπου σανίδα θέντας ἐπιβάλλειν ψαιστά, ἑκάτερον χωρίς·
何らかの争いごとを抱える者たちがここへやって来て、高い場所に板を置き、それぞれ別々にいけにえの菓子をその上に載せる。
τοὺς δʼ ὄρνεις ἐπιπτάντας τὰ μὲν ἐσθίειν τὰ δὲ σκορπίζειν·
すると鳥たちが飛んできて、一方を食べて他方をまき散らす。
οὗ δʼ ἂν σκορπισθῇ τὰ ψαιστά, ἐκεῖνον νικᾶν.
その菓子がまき散らされた方の者が勝つのである。
ταῦτα μὲν οὖν μυθωδέστερα λέγει, περὶ δὲ τῆς Δήμητρος καὶ Κόρης πιστότερα, ὅτι φησὶν εἶναι νῆσον πρὸς τῇ Βρεττανικῇ, καθʼ ἣν ὅμοια τοῖς ἐν Σαμοθρᾴκῃ περὶ τὴν Δήμητρα καὶ τὴν Κόρην ἱεροποιεῖται.
これらのことはかなり神話じみていると彼は言うが、デメテルとコレーに関してはより信頼できることとして、ブリタニアの近くに、サモトラケにおける儀式と同様の、デメテルとコレーに関する宗教儀式が行われている島があると述べている。
καὶ τοῦτο δὲ τῶν πιστευομένων ἐστίν, ὅτι ἐν τῇ Κελτικῇ φύεται δένδρον ὅμοιον συκῇ, καρπὸν δʼ ἐκφέρει παραπλήσιον κιοκράνῳ κορινθιουργεῖ·
また、次のようなことも信じられている。 すなわち、ケルト地方にはイチジクに似た木が生えており、コリント式の柱頭に酷似した実を結ぶ。
ἐπιτμηθεὶς δʼ οὗτος ἀφίησιν ὀπὸν θανάσιμον πρὸς τὰς ἐπιχρίσεις τῶν βελῶν.
この実を切り開くと、矢に塗るための致命的な毒液が分泌される。
καὶ τοῦτο δὲ τῶν θρυλουμένων ἐστίν, ὅτι πάντες Κελτοὶ ἡδόνικοί τέ εἰσι καὶ οὐ νομίζεται παρʼ αὐτοῖς αἰσχρὸν τὸ τῆς ἀκμῆς ἀφειδεῖν τοὺς νέους.
さらに、次のようなことも世間で噂されている。 すなわち、すべてのケルト人は快楽を好み、彼らの間では、若者たちがその盛りの肉体を惜しみなく提供することを恥とみなさない。
Ἔφορος δὲ ὑπερβάλλουσάν τε τῷ μεγέθει λέγει τὴν Κελτικήν, ὥστε ἧσπερ νῦν Ἰβηρίας καλοῦμεν ἐκείνοις τὰ πλεῖστα προσνέμειν μέχρι Γαδείρων, φιλέλληνάς τε ἀποφαίνει τοὺς ἀνθρώπους, καὶ πολλὰ ἰδίως λέγει περὶ αὐτῶν οὐκ ἐοικότα τοῖς νῦν.
エポロスは、ケルト地方がその大きさにおいて並外れており、私たちが現在イベリアと呼んでいる地域の大部分をガデイラにいたるまで彼らに割り当てるほどであると述べており、彼らを親ギリシア的な人々であるとし、現在とは似つかない、彼らに関する多くの独自の事柄を述べている。
ἴδιον δὲ καὶ τοῦτο·
また、次のようなことも独特である。
ἀσκεῖν γὰρ αὐτοὺς μὴ παχεῖς εἶναι μηδὲ προγάστορας, τὸν δʼ ὑπερβαλλόμενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαι.
すなわち、彼らは太らないこと、太鼓腹にならないように努めており、若者のうちベルトのサイズを超えてしまった者は罰せられる。
ταῦτα μὲν περὶ τῆς ὑπὲρ τῶν Ἄλπεων Κελτικῆς.
以上が、アルプスを越えたケルト地方に関する記述である。

語釈・文法注

  1. §4.4.5τῷ δʼ ἁπλῷ καὶ θυμικῷ — 形容詞中性単数形が抽象名詞のように用いられており、後ろの動詞 `πρόσεστι` に伴う与格(あるいは所有の与格)。「彼らの単純で血気盛んな気質には…が伴っている」と解釈される。
  2. §4.4.5τὸ ἀπὸ τῆς μάχης ἀπιόντας τὰς κεφαλὰς τῶν πολεμίων ἐξάπτειν — 冠詞付き不定詞 `τὸ ... ἐξάπτειν` は、先行する `τὸ βάρβαρον καὶ τὸ ἔκφυλον`(野蛮で常軌を逸した習慣)の内容を具体的に説明する同格節。不定詞の意味上の主語は、分詞 `ἀπιόντας`(対格複数)から示される「彼ら」である。
  3. §4.4.6ἧς δʼ ἂν ἐκπέσῃ τὸ φορτίον — 関係代名詞 `ἧς` は女性単数属格で、直後の `διασπᾶσθαι ταύτην`(彼女が八つ裂きにされる)の `ταύτην` を先行詞とする関係節を導く。`ἂν` と接続法 `ἐκπέσῃ` の組み合わせにより、「(荷を落とす者は誰であれ)その落とした女性は…」という一般化された条件・仮定を表す。
  4. §4.4.6τὸν δʼ ὑπερβαλλόμενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαι — 受動態不定詞 `ζημιοῦσθαι`(罰せられる)の主語は対格 `τὸν ὑπερβαλλόμενον` であり、もう一つの対格 `τὸ τῆς ζώνης μέτρον` は「制限(基準)を超過したことに関して」という関係の対格、あるいは `ὑπερβαλλόμενον` の直接目的語である。

この箇所を引用する

ストラボン, 地理誌 §4.4.5-4.4.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.4.5-4.4.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。