§4.3.1μετὰ δὲ τὴν Ἀκυιτανὴν μερίδα καὶ τὴν Ναρβωνῖτιν ἡ ἐφεξῆς ἐστι μέχρι τοῦ Ῥήνου παντὸς ἀπὸ τοῦ Λίγηρος ποταμοῦ καὶ τοῦ Ῥοδανοῦ, καθʼ ὃ συνάπτει πρὸς τὸ Λούγδουνον ἀπὸ τῆς πηγῆς κατενεχθεὶς ὁ Ῥοδανός.
アクイタニア区分およびナルボニア区分の次には、リゲル川および(その源泉から流れ下ってルグドゥヌムに接するまでの)ロダノス川から、ライン川全体の全域に至る、それに続く区分がある。
ταύτης δὲ τῆς χώρας τὰ μὲν ἄνω μέρη τὰ πρὸς ταῖς πηγαῖς τῶν ποταμῶν, τοῦ τε Ῥήνου καὶ τοῦ Ῥοδανοῦ, μέχρι μέσων σχεδόν τι τῶν πεδίων ὑπὸ τῷ Λουγδούνῳ τέτακται, τὰ δὲ λοιπὰ καὶ παρωκεανιτικὰ ὑπʼ ἄλλῃ τέτακται μερίδι, ἣν ἰδίως Βέλγαις προσνέμουσιν·
この地方のうち、河川(ライン川とロダノス川)の源泉に近い上方の部分は、平野のほぼ中ほどに至るまで、ルグドゥヌムの下に配置されている。 一方、残りの部分および大洋沿いの部分は、別の区分のもとに配置されており、それは固有の意味でベルガエ人に割り当てられている。
ἡμεῖς δὲ κοινότερον τὰ καθʼ ἕκαστα δηλώσομεν.
しかし我々は、個々の事柄をより包括的に明らかにしよう。
§4.3.2αὐτὸ μὲν δὴ τὸ Λούγδουνον ἐκτισμένον ὑπὸ λόφῳ κατὰ τὴν συμβολὴν τοῦ τε Ἄραρος τοῦ ποταμοῦ καὶ τοῦ Ῥοδανοῦ κατέχουσι Ῥωμαῖοι.
さて、ルグドゥヌム自体は、アラール川とロダノス川の合流点、丘のふもとに築かれており、ローマ人がこれを領有している。
εὐανδρεῖ δὲ μάλιστα τῶν ἄλλων πλὴν Νάρβωνος·
それはナルボを除いて、他のどれよりも人口が極めて多い。
καὶ γὰρ ἐμπορίῳ χρῶνται καὶ τὸ νόμισμα χαράττουσιν ἐνταῦθα τό τε ἀργυροῦν καὶ τὸ χρυσοῦν οἱ τῶν Ῥωμαίων ἡγεμόνες.
というのも、彼らはそこを交易地として利用しており、またローマ人の総督たちはそこで金貨や銀貨を鋳造しているからである。
τό τε ἱερὸν τὸ ἀναδειχθὲν ὑπὸ πάντων κοινῇ τῶν Γαλατῶν Καίσαρι τῷ Σεβαστῷ πρὸ ταύτης ἵδρυται τῆς πόλεως ἐπὶ τῇ συμβολῇ τῶν ποταμῶν·
また、ガリア人全員によって共同で皇帝アウグストゥスに捧げられた神殿が、この都市の手前、両河川の合流点に建立されている。
ἔστι δὲ βωμὸς ἀξιόλογος ἐπιγραφὴν ἔχων τῶν ἐθνῶν ἑξήκοντα τὸν ἀριθμὸν καὶ εἰκόνες τούτων ἑκάστου μία καὶ ἄλλος μέγας.
そこには、その数が六十にのぼる諸部族の名を記した碑文をもつ注目すべき祭壇があり、またこれらの部族のそれぞれの像が一つずつと、もう一つの大きな像がある。
προκάθηται δὲ τοῦ ἔθνους τοῦ Σεγοσιανῶν ἡ πόλις αὕτη, κειμένου μεταξὺ τοῦ Ῥοδανοῦ καὶ τοῦ Λίγηρος·
この都市は、ロダノス川とリゲル川の間に位置するセゴシアノイ族の領土の前面に位置している。
τὰ δʼ ἑξῆς ἔθνη τὰ συντείνοντα πρὸς τὸν Ῥῆνον, τὰ μὲν ὑπὸ τοῦ Δούβιος ὁρίζεται τὰ δʼ ὑπὸ τοῦ Ἄραρος.
ライン川の方へ伸びているその次の諸部族は、あるものはドゥビス川によって、あるものはアラール川によって境界を定められている。
οὗτοι μὲν οὖν, ὡς εἴρηται πρότερον, ἀπὸ τῶν Ἄλπεων καὶ αὐτοὶ κατενεχθέντες ἔπειτʼ εἰς ἓν ῥεῖθρον συμπεσόντες εἰς τὸν Ῥοδανὸν καταφέρονται·
さて、これらの川は、以前に述べられたように、自身もアルプス山脈から流れ下り、その後に一つの流れに合流して、ロダノス川へと流れ込む。
ἄλλος δʼ ἐστὶν ὁμοίως ἐν ταῖς Ἄλπεσι τὰς πηγὰς ἔχων, Σηκοάνας ὄνομα.
もう一つの川があり、それも同様にアルプス山脈にその源泉を有しており、名をセコアナスという。
ῥεῖ δʼ εἰς τὸν ὠκεανὸν παράλληλος τῷ Ῥήνῳ διὰ ἔθνους ὁμωνύμου, συνάπτοντος τῷ Ῥήνῳ τὰ πρὸς ἕω, τὰ δʼ εἰς τἀναντία τῷ Ἄραρι, ὅθεν αἱ κάλλισται ταριχεῖαι τῶν ὑείων κρεῶν εἰς τὴν Ῥώμην κατακομίζονται.
この川はライン川と平行に大洋へと流れており、同名の部族の地を通る。 この部族は、東側ではライン川に接し、反対側ではアラール川に接しており、そこから豚肉の最も優れた塩漬けがローマへと運ばれていく。
μεταξὺ μὲν οὖν τοῦ Λίγηρος καὶ τοῦ Ἄραρος οἰκεῖ τὸ τῶν Αἰδούων ἔθνος, πόλιν ἔχον Καβυλλῖνον ἐπὶ τῷ Ἄραρι καὶ φρούριον Βίβρακτα.
さて、リゲル川とアラール川の間にはハエドゥイ族が居住しており、アラール川沿いにカビュリノスという都市を、またビブラクタという要塞を有している。
οἱ δὲ Αἴδουοι καὶ συγγενεῖς Ῥωμαίων ὠνομάζοντο καὶ πρῶτοι τῶν ταύτῃ προσῆλθον πρὸς τὴν φιλίαν καὶ συμμαχίαν.
ハエドゥイ族はローマ人の親族とも呼ばれ、この地域の者たちの中で最初に友情と同盟の関係に入った。
πέραν δὲ τοῦ Ἄραρος οἰκοῦσιν οἱ Σηκοανοί, διάφοροι καὶ τοῖς Ῥωμαίοις ἐκ πολλοῦ γεγονότες καὶ τοῖς Αἰδούοις, ὅτι πρὸς Γερμανοὺς προσεχώρουν πολλάκις κατὰ τὰς ἐφόδους αὐτῶν τὰς ἐπὶ τὴν Ἰταλίαν, καὶ ἐπεδείκνυντό γε οὐ τὴν τυχοῦσαν δύναμιν, ἀλλὰ καὶ κοινωνοῦντες αὐτοῖς ἐποίουν μεγάλους καὶ ἀφιστάμενοι μικρούς·
アラール川の向こう側にはセコアノイ族が住んでおり、彼らは以前からローマ人に対してもハエドゥイ族に対しても敵対関係にあった。 なぜなら、ゲルマン人がイタリアへ侵入する際に、彼らはしばしばゲルマン人の側に味方したからであり、彼らは並外れた力を示し、彼らと行動を共にすることによって彼らを強大にし、また離反することによって彼らを弱小にしたからである。
πρὸς δὲ τοὺς Αἰδούους καὶ διὰ ταῦτα μέν, ἀλλʼ ἐπέτεινε τὴν ἔχθραν ἡ τοῦ ποταμοῦ ἔρις τοῦ διείργοντος αὐτούς, ἑκατέρου τοῦ ἔθνους ἴδιον ἀξιοῦντος εἶναι τὸν Ἄραρα καὶ ἑαυτῷ προσήκειν τὰ διαγωγικὰ τέλη·
ハエドゥイ族に対する敵意は、これらの理由のためでもあったが、彼らを隔てている川をめぐる争いによってさらに増幅された。 すなわち、両部族のそれぞれがアラール川は自らの所有物であり、通行税は自らに帰属すべきだと主張したからである。
νυνὶ δʼ ὑπὸ τοῖς Ῥωμαίοις ἅπαντʼ ἐστί.
しかし現在では、すべてはローマ人の支配下にある。