§4.1.12τὴν δʼ ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ Ὀυόλκαι νέμονται τὴν πλείστην, οὓς Ἀρηκομίσκους προσαγορεύουσι.
另一方面,在河流对岸,沃尔凯人占领了土地的绝大部分,人们称他们为阿雷科米斯基人。
τούτων δʼ ἐπίνειον ἡ Νάρβων λέγεται, δικαιότερον δʼ ἂν καὶ τῆς ἄλλης Κελτικῆς λέγοιτο· τοσοῦτον ὑπερβέβληται τῷ πλήθει τῶν χρωμένων τῷ ἐμπορίῳ.
纳尔邦被称为他们的外港,但若说它也是凯尔特其他地区的外港则更为恰当,因为利用这一贸易港口的人数是如此之多,以至于远远超过了其他地方。
οἱ μὲν οὖν Ὀυόλκαι γειτονεύουσι τῷ Ῥοδανῷ, τοὺς Σάλυας ἔχοντες ἀντιπαρήκοντας αὐτοῖς ἐν τῇ περαίᾳ καὶ τοὺς Καουάρους.
沃尔凯人与罗讷河相邻,在对岸有与他们并行的萨利人和卡乌瓦雷斯人。
ἐπικρατεῖ δὲ τὸ τῶν Καουάρων ὄνομα, καὶ πάντας οὕτως ἤδη προσαγορεύουσι τοὺς ταύτῃ βαρβάρους, οὐδὲ βαρβάρους ἔτι ὄντας, ἀλλὰ μετακειμένους τὸ πλέον εἰς τὸν τῶν Ῥωμαίων τύπον καὶ τῇ γλώττῃ καὶ τοῖς βίοις, τινὰς δὲ καὶ τῇ πολιτείᾳ.
然而,卡乌瓦雷斯人的名称占了上风,人们如今已经这样称呼该地区的所有蛮族,实际上他们已不再是蛮族,而是在语言、生活方式上,甚至有些人在公民权上,绝大部分都已经转变为罗马人的模式。
ἄλλα δʼ ἔστιν ἄδοξα ἔθνη καὶ μικρά, παρακείμενα τοῖς Ἀρηκομίσκοις μέχρι Πυρήνης.
在阿雷科米斯基人邻近地区,直到比利牛斯山,还有其他一些无名且弱小的部族。
μητρόπολις δὲ τῶν Ἀρηκομίσκων ἐστὶ Νέμαυσος, κατὰ μὲν τὸν ἀλλότριον ὄχλον καὶ τὸν ἐμπορικὸν πολὺ Νάρβωνος λειπομένη, κατὰ δὲ τὸν πολιτικὸν ὑπερβάλλουσα· ὑπηκόους γὰρ ἔχει κώμας τέτταρας καὶ εἴκοσι τῶν ὁμοεθνῶν εὐανδρίᾳ διαφερούσας, συντελούσας εἰς αὐτήν, ἔχουσα καὶ τὸ καλούμενον Λάτιον, ὥστε τοὺς ἀξιωθέντας ἀγορανομίας καὶ ταμιείας ἐν Νεμαύσῳ Ῥωμαίους ὑπάρχειν· διὰ δὲ τοῦτο οὐδʼ ὑπὸ τοῖς προστάγμασι τῶν ἐκ τῆς Ῥώμης στρατηγῶν ἐστι τὸ ἔθνος τοῦτο.
阿雷科米斯基人的首府是内毛苏斯,在外来人群和商业贸易方面虽远逊于纳尔邦,但在政治地位上却予以超越;因为它管辖着同族的二十四个村落,这些村落人口兴旺,向内毛苏斯纳税归属,并且该市还享有所谓的拉丁权,因此在内毛苏斯被授以市场监督官和财务官职位的人便能成为罗马公民;正因如此,这个部族甚至不受来自罗马的总督的命令管辖。
ἵδρυται δʼ ἡ πόλις κατὰ τὴν ὁδὸν τὴν ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰταλίαν, θέρους μὲν εὔβατον οὖσαν χειμῶνος δὲ καὶ ἔαρος πηλώδη καὶ ποταμόκλυστον.
这座城市座落在从伊比利亚通往意大利的道路旁,该道路在夏天便于通行,但在冬天和春天则泥泞不堪且常被洪水淹没。
τινὰ μὲν οὖν τῶν ῥευμάτων πορθμείοις περᾶται, τινὰ δὲ γεφύραις ταῖς μὲν ξύλων πεποιημέναις ταῖς δὲ λίθων.
因此,有些河流是通过渡船横渡的,有些则是通过木制或石制的桥梁跨越的。
ποιοῦσι δὲ τὰς ἐκ τῶν ὑδάτων δυσκολίας οἱ χείμαρροι καὶ μέχρι τοῦ θέρους ἔσθʼ ὅτε ἐκ τῶν Ἄλπεων καταφερόμενοι μετὰ τὴν ἀπότηξιν τῶν χιόνων.
水流带来的困难是由山洪造成的,在积雪融化之后,这些山洪有时甚至到夏天还会从阿尔卑斯山奔流而下。
τῆς δʼ ὁδοῦ τῆς λεχθείσης ἡ μὲν εὐθὺς ἐπὶ τὰς Ἄλπεις ἐστί, καθάπερ εἴπομεν, ἡ σύντομος διὰ Ὀυοκοντίων· ἡ δὲ διὰ τῆς παραλίας τῆς Μασσαλιωτικῆς καὶ τῆς Λιγυστικῆς μακροτέρα μέν, τὰς δʼ ὑπερθέσεις τὰς εἰς τὴν Ἰταλίαν εὐμαρεστέρας ἔχει, ταπεινουμένων ἐνταῦθα ἤδη τῶν ὀρῶν.
在上述道路中,一条如前所述直达阿尔卑斯山,是通过沃孔蒂人领地的捷径;而另一条经过马萨里和利古里亚沿海地区的道路虽然较长,但通往意大利的越岭通道较为平缓,因为这里的山脉已经变低。
διέχει δʼ ἡ Νέμαυσος τοῦ μὲν Ῥοδανοῦ περὶ ἑκατὸν σταδίους, καθʼ ὃ ἐν τῇ περαίᾳ πολίχνιον ἔστι Ταρούσκων, τῆς δὲ Νάρβωνος ἑπτακοσίους εἴκοσι.
内毛苏斯距离罗讷河约一百个斯塔迪翁,在对岸对应着塔鲁斯科人的一个小镇,而距离纳尔邦则为七百二十个斯塔迪翁。
πρὸς δὲ τὸ Κέμμενον ὄρος συνάπτοντες, ἐπιλαμβάνοντες δὲ καὶ τὸ νότιον πλευρὸν αὐτοῦ μέχρι τῶν ἀκρωτηρίων οἰκοῦσι τῶν τε Ὀυολκῶν οἱ Τεκτόσαγες καλούμενοι καὶ ἄλλοι τινές.
靠近凯姆梅农山并占据其南坡直至山脚的,是被称为特克托萨格斯人的沃尔凯人以及其他一些部族。
περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον.
至于其他人,我们稍后再作论述。