Humanitext Reader

ストラボン · 地理誌 §3.4.1-3.4.4

イベリア地中海沿岸の地勢とホメロス論争

106 / 577 箇所 · ギリシア語

要旨

イベリア半島の地中海沿岸部および内陸部の地理的特徴と居住民族(バステタノイ人など)について説明し、マラカなどの主要都市を紹介する。また、オデュッセウスの漂流伝説やホメロスの地理的記述をめぐる古代の学術的論争についても言及する。

§3.4.1λοιπὴ δʼ ἐστὶ τῆς Ἰβηρίας ἥ τε ἀπὸ τῶν στηλῶν μέχρι τῆς Πυρήνης καθʼ ἡμᾶς παραλία καὶ ἡ ταύτης ὑπερκειμένη μεσόγαια πᾶσα, τὸ μὲν πλάτος ἀνώμαλος τὸ δὲ μῆκος μικρῷ πλειόνων ἢ τετρακισχιλίων σταδίων·
イベリアの残りの部分は、ヘラクレスの柱からピレネー山脈に至る我々の側の沿岸部と、これに隣接する内陸部すべてであり、幅は不均一だが、長さは4000スタディオンを少し超える。
τὸ δὲ τῆς παραλίας ἔτι πλεῖον καὶ δισχιλίοις σταδίοις εἴρηται.
しかし沿岸部の長さはこれよりもさらに2000スタディオン多いと言われている。
φασὶ δὲ ἀπὸ μὲν Κάλπης τοῦ κατὰ στήλας ὄρους ἐπὶ Καρχηδόνα νέαν δισχιλίους καὶ διακοσίους σταδίους· οἰκεῖσθαι δὲ τὴν ᾐόνα ταύτην ὑπὸ Βαστητανῶν οὓς καὶ Βαστούλους καλοῦσιν, ἐκ μέρους δὲ καὶ ὑπὸ Ὠρητανῶν.
そして人々は言う、柱の近くにある山であるカルペから、カルタゴ・ノウァまでが2200 スタディオンであり、この海岸沿いはバステタノイ人(彼らはバストゥロイ人とも呼ばれる)によって、また部分的にはオレタノイ人によって居住されている。
ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἴβηρα ἄλλους τοσούτους σχεδόν τι (ταύτην δʼ ἔχειν Ἐδητανούς), ἐντὸς δὲ τοῦ Ἴβηρος μέχρι Πυρήνης καὶ τῶν Πομπηίου ἀναθημάτων χιλίους καὶ ἑξακοσίους·
そこからイベロス川まではほぼ同等の距離であり(この地はエデタノイ人が所有している)、イベロス川の内側からピレネー山脈およびポンペイウスの記念碑までは1600スタディオンである。
οἰκεῖν δὲ Ἐδητανῶν τε ὀλίγους καὶ λοιπὸν τοὺς προσαγορευομένους Ἰνδικήτας μεμερισμένους τέτραχα.
そして、エデタノイ人の一部と、残りの部分にはインディケタスと呼ばれる人々が居住しており、彼らは4つに分かれている。
§3.4.2κατὰ μέρος δὲ ἀπὸ Κάλπης ἀρξαμένοις ῥάχις ἐστὶν ὀρεινὴ τῆς Βαστητανίας καὶ τῶν Ὠρητανῶν δασεῖαν ὕλην ἔχουσα καὶ μεγαλόδενδρον, διορίζουσα τὴν παραλίαν ἀπὸ τῆς μεσογαίας.
カルペから順を追って見ていくと、バステタニアとオレタノイの地に山脈があり、鬱蒼とした巨木の森に覆われており、沿岸部を内陸部から隔てている。
πολλαχοῦ δὲ κἀνταῦθά ἐστι χρυσεῖα καὶ ἄλλα μέταλλα.
そこには多くの場所に金鉱やその他の鉱山が存在する。
πόλις δʼ ἐστὶν ἐν τῇ παραλίᾳ ταύτῃ πρώτη Μάλακα, ἴσον διέχουσα τῆς Κάλπης ὅσον καὶ τὰ Γάδειρα·
この沿岸における最初の都市はマラカであり、カルペからの距離はガデイラと同じである。
ἐμπόριον δʼ ἐστὶν τοῖς ἐν τῇ περαίᾳ νομάσι, καὶ ταριχείας δὲ ἔχει μεγάλας.
ここは対岸の遊牧民たちの交易地であり、また大規模な塩漬け魚製造所を有している。
ταύτην τινὲς τῇ Μαινάκῃ τὴν αὐτὴν νομίζουσιν, ἣν ὑστάτην τῶν Φωκαϊκῶν πόλεων πρὸς δύσει κειμένην παρειλήφαμεν, οὐκ ἔστι δέ·
この都市をマイナケと同一視する人々もいるが、私たちはマイナケを、西方に位置するポカイア人の都市のうちで最後のものであると伝え聞いているが、実際にはそうではない。
ἀλλʼ ἐκείνη μὲν ἀπωτέρω τῆς Κάλπης ἐστί, κατεσκαμμένη, τὰ δʼ ἴχνη σώζουσα Ἑλληνικῆς πόλεως, ἡ δὲ Μάλακα πλησίον μᾶλλον, Φοινικικὴ τῷ σχήματι.
すなわち、マイナケの方はカルペからより遠くにあり、破壊されているものの、ギリシアの都市の跡を留めているのに対し、マラカはカルペにより近く、その構造はフェニキア風である。
ἐφεξῆς δʼ ἐστὶν ἡ τῶν Ἐξιτανῶν πόλις, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεται.
次にあるのはエクシタノイ人の都市であり、その名にちなんで塩漬け魚がその名で呼ばれている。
§3.4.3μετὰ ταύτην Ἄβδηρα Φοινίκων κτίσμα καὶ αὐτή.
この後にはアブデラがあり、これもまたフェニキア人の入植地である。
ὑπὲρ δὲ τῶν τόπων ἐν τῇ ὀρεινῇ δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῇ, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἀνὴρ ἐν τῇ Τουρδητανίᾳ παιδεύσας τὰ γραμματικὰ καὶ περιήγησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτῃ.
これら地域の上の山岳地帯にはオデュッセイアという都市が示されており、その中にはアテナの神殿がある、とポセイドニオス、アルテミドロス、そしてトゥルデタニアで文法を教え、この地の諸民族に関する紀行文を著した人物であるミュルレアのアスクレピアデスが言っている。
οὗτος δέ φησιν ὑπομνήματα τῆς πλάνης τῆς Ὀδυσσέως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀσπίδας προσπεπατταλεῦσθαι καὶ ἀκροστόλια.
この人物によれば、オデュッセウスの漂流の記念の品として、アテナ神殿に盾や船首飾りが打ち付けられているということである。
ἐν Καλλαϊκοῖς δὲ τῶν μετὰ Τεύκρου στρατευσάντων τινὰς οἰκῆσαι, καὶ ὑπάρξαι πόλεις αὐτόθι, τὴν μὲν καλουμένην Ἕλληνες τὴν δὲ Ἀμφίλοχοι, ὡς καὶ τοῦ Ἀμφιλόχου τελευτήσαντος δεῦρο καὶ τῶν συνόντων πλανηθέντων μέχρι τῆς μεσογαίας.
またカッライコイ人の地には、テウクロスとともに従軍した人々の一部が居住し、そこには二つの都市、一つは「ヘレネス」、もう一つは「アンフィロコイ」と呼ばれるものが存在したという。 これはアンフィロコスがこの地で亡くなり、彼の同行者たちが内陸部まで彷徨った結果であるという。
καὶ τῶν μεθʼ Ἡρακλέους δέ τινας καὶ τῶν ἀπὸ Μεσσήνης ἱστορῆσθαί φησιν ἐποικῆσαι τὴν Ἰβηρίαν, τῆς δὲ Κανταβρίας μέρος τι κατασχεῖν Λάκωνας καὶ οὗτός φησι καὶ ἄλλοι.
また、ヘラクレスに伴った人々の一部や、メッセネ出身の人々もイベリアに入植したと伝えられていると彼は言い、カンタブリアの一部をラケダイモン人が占拠したと彼も他の人々も述べている。
ἐνταῦθα δὲ καὶ Ὠκέλλαν πόλιν Ὠκέλλα κτίσμα λέγουσι τοῦ μετὰ Ἀντήνορος καὶ τῶν παίδων αὐτοῦ διαβάντος εἰς τὴν Ἰταλίαν.
この地にはオケラという都市もあり、オケラという人物の創建と言われるが、彼はアンテノルやその子供たちとともにイタリアへ渡った人物である。
καὶ ἐν τῇ Λιβύῃ δὲ πεπιστεύκασί τινες τοῖς τῶν Γαδειριτῶν ἐμπόροις προσέχοντες, ὡς καὶ Ἀρτεμίδωρος εἴρηκεν, ὅτι οἱ ὑπὲρ τῆς Μαυρουσίας οἰκοῦντες πρὸς τοῖς ἑσπερίοις Αἰθίοψι Λωτοφάγοι καλοῦνται, σιτούμενοι λωτόν, πόαν τινὰ καὶ ῥίζαν, οὐ δεόμενοι δὲ ποτοῦ, οὐδὲ ἔχοντες διὰ τὴν ἀνυδρίαν, διατείνοντες καὶ μέχρι τῶν ὑπὲρ τῆς Κυρήνης τόπων.
またリビアにおいても、ガデイラの商人たちの言うことを聞いて、一部の人々が確信しているとアルテミドロスも述べている。 すなわち、マウルシアの奥地、西方のアイティオピア人の近くに住む人々がロトパゴイと呼ばんでおり、彼らはハス、すなわちある種の草とその根を食べており、飲み物を必要とせず、また水不足のためにそれを持たず、キュレネの奥地の地域にまで及んでいる、と。
ἄλλοι τε πάλιν καλοῦνται Λωτοφάγοι τὴν ἑτέραν οἰκοῦντες τῶν πρὸ τῆς μικρᾶς Σύρτεως νήσων, τὴν Μήνιγγα.
また別のロトパゴイと呼ばれる人々は、小シルティスの前にある島々の一方であるメニンクスに居住している。
§3.4.4οὐ δὴ θαυμάζοι τις ἂν οὔτε τοῦ ποιητοῦ τὰ περὶ τὴν Ὀδυσσέως πλάνην μυθογραφήσαντος τοῦτον τὸν τρόπον, ὥστʼ ἔξω στηλῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει τὰ πολλὰ διαθέσθαι τῶν λεγομένων περὶ αὐτοῦ (τὰ γὰρ ἱστορούμενα ἐγγὺς ἦν καὶ τόποις καὶ τοῖς ἄλλοις τῶν ὑπʼ ἐκείνου πεπλασμένων, ὥστε οὐκ ἀπίθανον ἐποίει τὸ πλάσμα), οὔτʼ εἴ τινες αὐταῖς τε ταύταις ταῖς ἱστορίαις πιστεύσαντες καὶ τῇ πολυμαθείᾳ τοῦ ποιητοῦ καὶ πρὸς ἐπιστημονικὰς ὑποθέσεις ἔτρεψαν τὴν Ὁμήρου ποίησιν, καθάπερ Κράτης τε ὁ Μαλλώτης ἐποίησε καὶ ἄλλοι τινές.
したがって、詩人がオデュッセウスの漂流についてこのように神話的に記述し、彼について語られることの大半を柱の外のアトランティコ海に配置したこと(というのも、実際に伝えられている歴史的な事実が、場所の面でもその他の面でも彼の創作したものに近かったため、その創作をあり得そうにない話にしないようにしたからである)を、人々は決して驚くべきではない。 また、こうした伝説そのものや詩人の博識さを信じて、ホメロスの詩を科学的な仮説へと向け直した人々、たとえばマロスのクラテスや他の人々がそうしたことについても同様である。
οἱ δʼ οὕτως ἀγροίκως ἐδέξαντο τὴν ἐπιχείρησιν τὴν τοιαύτην ὥστε οὐ μόνον τὸν ποιητὴν σκαπανέως ἢ θεριστοῦ δίκην ἐκ πάσης τῆς τοιαύτης ἐπιστήμης ἐξέβαλον, ἀλλὰ καὶ τοὺς ἁψαμένους τῆς τοιαύτης πραγματείας μαινομένους ὑπέλαβον·
しかし、別の人々は、そのような試みを非常に粗野に受け取ったため、詩人を、掘削人や収穫人のように、そうしたあらゆる学術的知識から締め出しただけでなく、そのような研究に着手した人々をも狂人と見なした。
συνηγορίαν δὲ ἢ ἐπανόρθωσιν ἤ τι τοιοῦτον ἕτερον εἰς τὰ λεχθέντα ὑπʼ ἐκείνων εἰσενεγκεῖν οὐκ ἐθάρρησεν οὔτε τῶν γραμματικῶν οὔτε τῶν περὶ τὰ μαθήματα δεινῶν οὐδείς.
そして彼らの言説に対して、擁護や訂正、あるいはその他のそのような支援をもたらすことを、文法家たちも数学に通じた者たちも、誰もあえてしようとはしなかった。
καίτοι ἔμοιγε δοκεῖ δυνατὸν εἶναι καὶ συνηγορῆσαι πολλοῖς τῶν λεχθέντων καὶ εἰς ἐπανόρθωσιν ἄγειν καὶ μάλιστα ταῦτα ὅσα Πυθέας παρεκρούσατο τοὺς πιστεύσαντας αὐτῷ κατὰ ἄγνοιαν τῶν τε ἑσπερίων τόπων καὶ τῶν προσβόρρων τῶν παρὰ τὸν ὠκεανόν.
しかしながら、私にとっては、語られたことの多くを擁護し、訂正へと導くことが可能であるように思われる。 特にピュテアスが、海洋に沿った西方の地域や北方の地域に対する人々の無知を利用して、自分を信じた人々を欺いた点についてはそうである。
ἀλλὰ ταῦτα μὲν ἐάσθω λόγον ἔχοντα ἴδιον καὶ μακρόν.
しかし、これらについては割愛しよう、これらはそれ自体で独自の長大な議論を必要とするからである。

語釈・文法注

  1. §3.4.2ἀπὸ Κάλπης ἀρξαμένοις — 与格分詞 `ἀρξαμένοις` は、地理的叙述において「カルペから順に進む者(読者・観察者)にとって」という、判断の主体や視点を示す与格(基準・関係の与格)として機能している。
  2. §3.4.4οὐ δὴ θαυμάζοι τις ἂν — `ἄν` を伴う希求法(潜在の希求法)で、「誰も驚かないであろう(驚くべきではない)」という緩やかな主張を表す。後続の `οὔτε... οὔτε...`(〜も、〜も〜ない)によって、驚くべきではない対象が2つ並列されている。
  3. §3.4.4ὥστʼ ἔξω στηλῶν... διαθέσθαι — 接続詞 `ὥστε`(`ὥστʼ`)が不定詞 `διαθέσθαι` を伴い、前文の「このように神話化した」結果(「〜するほどに」または「その結果〜となった」)を表す。不定詞の主語は、主節の主語である `ποιητής`(属格 `ποιητοῦ`)と同一。
  4. §3.4.4ὅσα Πυθέας παρεκρούσατο — `παρεκρούσατο`(欺いた、騙した)は、ここでは「自分を信じた人々」を対格(`τοὺς πιστεύσαντας`)で取り、「〜の点において」を関係代名詞(`ὅσα`)で示す、二重対格に類似した構造(または「〜に関して欺いた」という限定の対格を伴う用法)である。

この箇所を引用する

ストラボン, 地理誌 §3.4.1-3.4.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.4.1-3.4.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。