Humanitext Reader

ストラボン · 地理誌 §3.3.7-3.3.8

北部山岳民の生活習慣とローマによる平定

105 / 577 箇所 · ギリシア語

要旨

イベリア半島北部の山岳地帯に暮らす人々の質素で野蛮な生活習慣、独自の習俗、戦闘方法などを説明する。また、ローマ帝国(アウグストゥスとティベリウス)の征服と統治によって彼らが平和化し、一部は文明化されつつある現状を述べる。

§3.3.7̔́απαντες δʼ οἱ ὄρειοι λιτοὶ ὑδροπόται χαμαιεῦναι βαθεῖαν κατακεχυμένοι τὴν κόμην γυναικῶν δίκην·
山岳地帯の住民は皆、質素で、水を飲み、地面に寝て、女性のように長い髪を垂らしている。
μιτρωσάμενοι δὲ τὰ μέτωπα μάχονται.
彼らは額にヘアバンドを巻いて戦う。
τραγοφαγοῦσι δὲ μάλιστα, καὶ τῷ Ἄρει τράγον θύουσι καὶ τοὺς αἰχμαλώτους καὶ ἵππους·
彼らは主に山羊の肉を食べ、アレスに山羊、捕虜、そして馬を捧げる。
ποιοῦσι δὲ καὶ ἑκατόμβας ἑκάστου γένους ἑλληνικῶς.
また、彼らはギリシア風に、各々の種類ごとに百頭の生贄を捧げる。
τελοῦσι δὲ καὶ ἀγῶνας γυμνικοὺς καὶ ὁπλιτικοὺς καὶ ἱππικούς, πυγμῇ καὶ δρόμῳ καὶ ἀκροβολισμῷ καὶ τῇ σπειρηδὸν μάχῃ.
彼らはまた、裸体競技、重装歩兵競技、騎馬競技を執り行い、拳闘、競走、前哨戦、および集団戦を行う。
οἱ δʼ ὄρειοι τὰ δύο μέρη τοῦ ἔτους δρυοβαλάνῳ χρῶνται ξηράναντες καὶ κόψαντες, εἶτα ἀλέσαντες καὶ ἀρτοποιησάμενοι ὥστʼ ἀποτίθεσθαι εἰς χρόνον.
山岳地帯の住民は、年の三分の二の間、カシのどんぐりを乾燥させ、砕き、さらに挽いてパンにし、長期間保存できるようにして利用している。
χρῶνται δὲ καὶ ζύθει·
彼らはまたビールも用いる。
οἴνῳ δὲ σπανίζονται, τὸν δὲ γινόμενον ταχὺ ἀναλίσκουσι κατευωχούμενοι μετὰ τῶν συγγενῶν·
ワインは不足しており、生産されたものは、親族とともに宴会を行ってすぐに消費してしまう。
ἀντʼ ἐλαίου δὲ βουτύρῳ χρῶνται.
オリーブ油の代わりにバターを用いる。
καθήμενοί τε δειπνοῦσι περὶ τοὺς τοίχους καθέδρας οἰκοδομητὰς ἔχοντες, προκάθηνται δὲ καθʼ ἡλικίαν καὶ τιμήν·
彼らは壁の周りに作られた石のベンチに座って食事をし、年齢と地位に応じて順に席に着く。
περιφορητὸν δὲ τὸ δεῖπνον.
食事は回される。
ξυλίνοις δὲ ἀγγείοις χρῶνται, καθάπερ καὶ οἱ Κελτοί.
彼らはケルト人のように木製の容器を用いる。
καὶ παρὰ πότον ὀρχοῦνται πρὸς αὐλὸν καὶ σάλπιγγα χορεύοντες, ἀλλὰ καὶ ἀναλλόμενοι καὶ ὀκλάζοντες·
そして宴会の際には、フルートやラッパに合わせて踊り、飛び跳ねたりしゃがみ込んだりする。
ἐν Βαστητανίᾳ δὲ καὶ γυναῖκες ἀναμὶξ ἀνδράσιν ἀντιλαμβανόμεναι τῶν χειρῶν.
バステタニアでは女性も男性と混ざり合って互いに手を取り合って踊る。
μελανείμονες ἅπαντες τὸ πλέον ἐν σάγοις, ἐν οἷσπερ καὶ στιβαδοκοιτοῦσι, αἱ γυναῖκες δʼ ἐν ἐνδύμασι καὶ ἀνθίναις ἐσθήσεσι διάγουσιν.
大抵は、全員が黒い衣服を着ており、それは彼らがわら布団に寝る際にも用いる荒い外套である。 女性は、長衣や花柄の服を着て暮らす。
ἀντὶ δὲ νομίσματος οἱ λίαν ἐν βάθει φορτίων ἀμοιβῇ χρῶνται ἢ τοῦ ἀργυροῦ ἐλάσματος ἀποτέμνοντες διδόασι.
また貨幣の代わりに、奥地に住む人々は物品の物々交換を行うか、銀の板を切り取って支払う。
τοὺς δὲ θανατουμένους καταπετροῦσι, τοὺς δὲ πατραλοίας ἔξω τῶν ὅρων καταλεύουσι.
死刑に処される者は崖から落として殺し、親殺しは国境の外で石打ちにして殺す。
γαμοῦσι δʼ ὥσπερ οἱ Ἕλληνες.
彼らはギリシア人と同じように結婚する。
τοὺς δὲ ἀρρώστους, ὥσπερ οἱ Ἀσσύριοι τὸ παλαιόν, προτιθέασιν εἰς τὰς ὁδοὺς τοῖς πεπειραμένοις τοῦ πάθους ὑποθήκης χάριν.
病人は、かつてのアッシリア人のように、同じ病気を経験したことのある人々から助言を得るために、路上に寝かされる。
διφθερίνοις τε πλοίοις ἐχρῶντο ἕως ἐπὶ Βρούτου διὰ τὰς πλημμυρίδας καὶ τὰ τενάγη, νυνὶ δὲ καὶ τὰ μονόξυλα ἤδη σπάνια.
彼らはブルトゥスの時代まで、満潮や湿地帯のために革製の舟を用いていたが、今や丸木舟さえもすでに稀になっている。
ἅλες πορφυροῖ, τριφθέντες δὲ λευκοί.
塩は紫色だが、すり潰すと白くなる。
ἔστι δὲ τῶν ὀρείων ὁ βίος οὗτος, ὧνπερ ἔφην, λέγω δὲ τοὺς τὴν βόρειον πλευρὰν ἀφορίζοντας τῆς Ἰβηρίας, Καλλαϊκοὺς καὶ Ἄστουρας καὶ Καντάβρους μέχρι Ὀυασκώνων καὶ τῆς Πυρήνης·
私が言った山岳地帯の住民、すなわち、イベリアの北の側面を画定している人々、カッライコイ人、アストゥレス人、およびウァスコネス人やピレネー山脈に至るまでのカンタブリ人の生活は、このようなものである。
ὁμοειδεῖς γὰρ ἁπάντων οἱ βίοι.
なぜなら、すべての人の生活様式が同種だからである。
ὀκνῶ δὲ τοῖς ὀνόμασι πλεονάζειν φεύγων τὸ ἀηδὲς τῆς γραφῆς, εἰ μή τινι πρὸς ἡδονῆς ἐστιν ἀκούειν Πλευταύρους καὶ Βαρδυήτας καὶ Ἀλλότριγας καὶ ἄλλα χείρω καὶ ἀσημότερα τούτων ὀνόματα.
私は、文章が不快になるのを避けるため、名前を列挙しすぎるのを躊躇している。 もし、プレイタウロイ人、バルデュエタイ人、アロトリゲス人、あるいはこれらよりもさらに響きが悪く無名な名前を聞くのが、誰かにとって心地よいのでなければの話だが。
§3.3.8τὸ δὲ δυσήμερον καὶ ἀγριῶδες οὐκ ἐκ τοῦ πολεμεῖν συμβέβηκε μόνον ἀλλὰ καὶ διὰ τὸν ἐκτοπισμόν·
彼らの過酷な性質や野生的な生活は、戦争ばかりに由来するのではなく、辺境に住んでいることにも起因している。
καὶ γὰρ ὁ πλοῦς ἐπʼ αὐτοὺς μακρὸς καὶ αἱ ὁδοί, δυσεπίμικτοι δʼ ὄντες ἀποβεβλήκασι τὸ κοινωνικὸν καὶ τὸ φιλάνθρωπον.
実際、彼らに至る航路も陸路も長く、接触しにくいために、彼らは協調性や人間的な親切心を失ってしまったのだ。
ἧττον δὲ νῦν τοῦτο πάσχουσι διὰ τὴν εἰρήνην καὶ τὴν τῶν Ῥωμαίων ἐπιδημίαν·
しかし今日では、平和とローマ人の滞在のおかげで、彼らはこの影響を被ることが少なくなっている。
ὅσοις δʼ ἧττον τοῦτο συμβαίνει, χαλεπώτεροί εἰσι καὶ θηριωδέστεροι.
だが、こうしたローマの浸透が少ない人々ほど、より荒々しく野生的な状態にある。
τοιαύτης δʼ οὔσης καὶ ἀπὸ τῶν τόπων λυπρότητος ἐνίοις καὶ τῶν ὀρῶν, εἰκὸς ἐπιτείνεσθαι τὴν τοιαύτην ἀτοπίαν.
このような不毛さが、一部の人々にとって土地や山から由来しているため、そうした荒々しさが増大することは自然なことである。
ἀλλὰ νῦν, ὡς εἶπον, πέπαυται πολεμοῦντα πάντα·
しかし現在では、私が言ったように、すべての戦争は終わっている。
τούς τε γὰρ συνέχοντας ἔτι νῦν μάλιστα τὰ λῃστήρια Καντάβρους καὶ τοὺς γειτονεύοντας αὐτοῖς κατέλυσεν ὁ Σεβαστὸς Καῖσαρ, καὶ ἀντὶ τοῦ πορθεῖν τοὺς τῶν Ῥωμαίων συμμάχους στρατεύουσι νῦν ὑπὲρ τῶν Ῥωμαίων οἵ τε Κωνιακοὶ καὶ οἱ πρὸς ταῖς πηγαῖς τοῦ Ἴβηρος οἰκοῦντες Πληντουίσοι. ὅ τʼ ἐκεῖνον διαδεξάμενος Τιβέριος τριῶν ταγμάτων στρατιωτικὸν ἐπιστήσας τοῖς τόποις, τὸ ἀποδειχθὲν ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος, οὐ μόνον εἰρηνικοὺς ἀλλὰ καὶ πολιτικοὺς ἤδη τινὰς αὐτῶν ἀπεργασάμενος τυγχάνει.
というのも、今なお略奪を主に続けていたカンタブリ人とその隣人たちをアウグストゥス・カエサルが征服したからであり、ローマの同盟者を略奪する代わりに、コニアコイ人やイベロス川の源流近くに住むプレントゥイソイ人は、今やローマ人のために従軍しているのである。 そして彼の後を継いだティベリウスは、アウグストゥス・カエサルによって配備された三つの軍団の軍事力をその地に留めて監視させ、彼らの一部を、今や平和的なだけでなく、すでに市民的生活を営む存在にすることに成功している。

語釈・文法注

  1. §3.3.7ὥστʼ ἀποτίθεσθαι — 接続詞 ὥστε に不定詞 ἀποτίθεσθαι(保存する、蓄える)が続き、結果または目的を表す節を形成している。ここでは「保存できるように(パンを作る)」という意図・結果を表す。
  2. §3.3.7οἱ λίαν ἐν βάθει — 前置詞句 ἐν βάθει(深部に)に副詞 λίαν(大いに、非常に)が加わり、定冠詞 οἱ によって名詞化されている。「極めて奥地に(住む人々)」を指す。
  3. §3.3.7εἰ μή τινι πρὸς ἡδονῆς ἐστιν — πρὸς ἡδονῆς εἶναι は「快い、好ましい」を意味する慣用表現。属格 ἡδονῆς を伴う前置詞 πρός が性質や好悪の傾向を示す。τίνι は与格で「〜にとって」を意味する。
  4. §3.3.8τὸ δὲ δυσήμερον — 形容詞 δυσήμερος(荒れ模様の、過酷な、不快な)の中性単数形に冠詞が付いて名詞化されたもの。「過酷な性質」あるいは「不気味な気質」を指す。
  5. §3.3.8τὸ ἀποδειχθὲν ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος — 中性分詞句で、直前の τριῶν ταγμάτων στρατιωτικὸν(3軍団の軍事力)と同格として機能している。全体として「アウグストゥス・カエサルによって配備されたその軍事力」を指す。

この箇所を引用する

ストラボン, 地理誌 §3.3.7-3.3.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.3.7-3.3.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。