§3.1.5ταῦτα μὲν οὖν οὕτως ἔχειν ἐγχωρεῖ καὶ δεῖ πιστεύειν·
したがって、これらのことはそのようである(その通りである)ことがあり得るし、信じるべきである。
ἃ δὲ τοῖς πολλοῖς καὶ χυδαίοις ὁμοίως εἴρηκεν, οὐ πάνυ.
しかし、彼が多くの大衆と同様に言ったことについては、全くそうではない。
λέγειν γὰρ δή φησι Ποσειδώνιος τοὺς πολλοὺς μείζω δύνειν τὸν ἥλιον ἐν τῇ παρωκεανίτιδι μετὰ ψόφου παραπλησίως ὡσανεὶ σίζοντος τοῦ πελάγους κατὰ σβέσιν αὐτοῦ διὰ τὸ ἐμπίπτειν εἰς τὸν βυθόν.
なぜなら、ポセイドニオスが言うには、大衆は大洋沿いの地域では太陽がより大きく沈み、あたかも海が(太陽が)深海に落下することによる消滅のために(ジュッという音を立てて)シューシュー鳴っているかのような、それに類する音を伴うと言っているとのことである。
ψεῦδος δʼ εἶναι καὶ τοῦτο καὶ τὸ παραχρῆμα νύκτα ἀκολουθεῖν μετὰ τὴν δύσιν·
そして、これ(その音)も、日の入りの直後にただちに夜が続くということも、ともに嘘である(と彼は言う)。
οὐ γὰρ παραχρῆμα, μικρὸν δʼ ὕστερον, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πελάγεσι τοῖς μεγάλοις.
なぜなら、ただちではなく、他の大きな海におけるのと同様に、少し後だからである。
ὅπου μὲν γὰρ εἰς ὄρη δύεται, πλείω τὸν μετὰ δύσιν χρόνον τῆς ἡμέρας συμβαίνειν ἐκ τοῦ παραφωτισμοῦ, ἐκεῖ δὲ πλείω μὲν οὐκ ἐπακολουθεῖν, μὴ μέντοι μηδὲ παραχρῆμα συνάπτειν τὸ σκότος, καθάπερ καὶ ἐν τοῖς μεγάλοις πεδίοις.
というのも、太陽が山々に沈む場所では、余光のゆえに日の入り後の昼の時間がより長くなるのに対し、あそこ(大洋)ではより長い時間が続くことはないものの、とはいえ、大きな平野におけるのと同様に、暗闇がただちに結びつくわけでもないからである。
τὴν δὲ τοῦ μεγέθους φαντασίαν αὔξεσθαι μὲν ὁμοίως κατά τε τὰς δύσεις καὶ τὰς ἀνατολὰς ἐν τοῖς πελάγεσι διὰ τὸ τὰς ἀναθυμιάσεις πλείους ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι·
また、太陽の大きさの見かけの像は、日の入りのときも日の出のときも同様に、海において増大するが、それは湿気からより多くの蒸気が立ちのぼるからである。
διὰ δὲ τούτων ὡς διʼ ὑάλων κλωμένην τὴν ὄψιν πλατυτέρας δέχεσθαι τὰς φαντασίας, καθάπερ καὶ διὰ νέφους ξηροῦ καὶ λεπτοῦ βλέπουσαν δυόμενον ἢ ἀνατέλλοντα τὸν ἥλιον ἢ τὴν σελήνην, ἡνίκα καὶ ἐνερευθὲς φαίνεσθαι τὸ ἄστρον.
そして、これら(蒸気)を通して、まるでガラスを通して見るかのように視線が屈折し、より広がった像を受け取るのであり、これは乾燥した薄い雲を通して、沈みゆく、あるいは昇りゆく太陽や月を見るときに、その天体が赤っぽく見えるのと同様である。
τὸ δὲ ψεῦδος ἐλέγξαι φησὶ τριάκονθʼ ἡμέρας διατρίψας ἐν Γαδείροις καὶ τηρήσας τὰς δύσεις.
彼は、ガデイラに30日間滞在し、日の入りを観察したことで、その嘘を論駁したと述べている。
ὁ δέ γε Ἀρτεμίδωρος ἑκατονταπλασίονά φησι δύεσθαι τὸν ἥλιον καὶ αὐτίκα νύκτα καταλαμβάνειν.
しかし、アルテミドロスは、太陽が100倍の大きさになって沈み、ただちに夜が襲いかかると述べている。
ὡς μὲν οὖν αὐτὸς εἶδε τοῦτο ἐν τῷ ἱερῷ ἀκρωτηρίῳ, οὐχ ὑποληπτέον προσέχοντας τῇ ἀποφάσει αὐτοῦ·
それゆえ、彼自身が聖なる岬でこれを見たということは、彼の主張に注意を払うならば、受け入れるべきではない。
ἔφη γὰρ νύκτωρ μηδένα ἐπιβαίνειν, ὥστʼ οὐδὲ δυομένου ἡλίου οὐδεὶς ἂν ἐπιβαίνοι, εἴπερ εὐθὺς ἡ νὺξ καταλαμβάνει.
なぜなら、彼は夜間には誰も立ち入らないと言ったのであり、したがって、もし本当に直ちに夜が襲いかかるのだとすれば、太陽が沈むときにも誰も立ち入らないはずだからである。
ἀλλʼ οὐδʼ ἐν ἄλλῳ τόπῳ τῆς παρωκεανίτιδος·
しかし、大洋沿いの他のいかなる場所でもそうではない。
καὶ γὰρ τὰ Γάδειρα ἐπὶ τῷ ὠκεανῷ, καὶ ὁ Ποσειδώνιος ἀντιμαρτυρεῖ καὶ ἄλλοι πλείους.
実際、ガデイラも大洋に面しているが、ポセイドニオスや他の多くの人々が、それに反する証言をしている。
§3.1.6τῆς δὲ συνεχοῦς τῷ ἱερῷ ἀκρωτηρίῳ παραλίας ἡ μὲν ἐστὶν ἀρχὴ τοῦ ἑσπερίου πλευροῦ τῆς Ἰβηρίας μέχρι τῆς ἐκβολῆς τοῦ Τάγου ποταμοῦ, ἡ δὲ τοῦ νοτίου μέχρι ἄλλου ποταμοῦ τοῦ Ἄνα καὶ τῆς ἐκβολῆς αὐτοῦ.
聖なる岬に連続する海岸線のうち、一方はタゴス川の河口にいたるイベリアの西辺の始まりであり、他方は別の川であるアナス川とその河口にいたる南辺の(始まり)である。
φέρεται δʼ ἀπὸ τῶν ἑῴων μερῶν ἑκάτερος, ἀλλʼ ὁ μὲν ἐπʼ εὐθείας εἰς τὴν ἑσπέραν ἐκδίδωσι πολὺ μείζων ὢν θατέρου, ὁ δʼ Ἄνας πρὸς νότον ἐπιστρέφει τὴν μεσοποταμίαν ἀφορίζων, ἣν Κελτικοὶ νέμονται τὸ πλέον καὶ τῶν Λυσιτανῶν τινὲς ἐκ τῆς περαίας τοῦ Τάγου μετοικισθέντες ὑπὸ Ῥωμαίων·
どちらの川も東の地域から流れてくるが、一方は直線的に西へと注ぎ、もう一方よりもはるかに大きい。 他方、アナス川は南へと曲がり、二つの川の間の地域を画定している。 この地域は主としてケルト人が領有しており、また、ローマ人によってタゴス川の対岸から移住させられたルシタニア人の一部も領有している。
ἐν δὲ τοῖς ἄνω μέρεσι καὶ Καρπητανοὶ καὶ Ὠρητανοὶ καὶ Ὀυεττώνων συχνοὶ νέμονται.
また、上流の地域においては、カルペタニア人とオレタニア人、そしてウェットニア人の少なからぬ人々が暮らしている。
αὕτη μὲν οὖν ἡ χώρα μετρίως ἐστὶν εὐδαίμων, ἡ δʼ ἐφεξῆς πρὸς ἕω κειμένη καὶ νότον ὑπερβολὴν οὐκ ἀπολείπει πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην ἀρετῆς χάριν καὶ τῶν ἐκ γῆς καὶ θαλάττης ἀγαθῶν.
さて、この地方は適度に豊かであるが、これに続いて東および南に位置する地方は、その卓越性と、陸および海からの恵みのゆえに、全居住世界と比較されるとき、比類のないものである。
αὕτη δʼ ἐστὶν ἣν ὁ Βαῖτις διαρρεῖ ποταμός, ἀπὸ τῶν αὐτῶν μερῶν τὴν ἀρχὴν ἔχων ἀφʼ ὧνπερ καὶ ὁ Ἄνας καὶ ὁ Τάγος, μέσος πως ἀμφοῖν τούτων ὑπάρχων κατὰ μέγεθος·
この地方こそは、バイティス川が貫流する地方であり、この川はアナス川やタゴス川とまったく同じ地域に源流を持ち、大きさにおいてこれら二つの川のほぼ中間に位置している。
παραπλησίως μέντοι τῷ Ἄνᾳ κατʼ ἀρχὰς ἐπὶ τὴν ἑσπέραν ῥυεὶς εἶτʼ ἐπιστρέφει πρὸς νότον καὶ κατὰ τὴν αὐτὴν ἐκδίδωσι τούτῳ παραλίαν.
しかしながら、最初はアナス川と同様に西へと流れるが、その後に南へと曲がり、これと同じ海岸線へと注いでいる。
καλοῦσι δʼ ἀπὸ μὲν τοῦ ποταμοῦ Βαιτικήν, ἀπὸ δὲ τῶν ἐνοικούντων Τουρδητανίαν·
そして、彼らは川の名にちなんで(この地方を)バイティカと呼び、住民の名にちなんでトゥルデタニアと呼ぶ。
τοὺς δʼ ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδούλους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομίζοντες οἱ δʼ ἑτέρους·
また、住民たちのことをトゥルデタニア人およびトゥルドゥリア人と呼ぶが、ある人々は彼らを同一とみなし、他の人々は異なる(民族)とみなしている。
ὧν ἐστι καὶ Πολύβιος συνοίκους φήσας τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους·
彼らのうちにはポリュビオスもおり、彼はトゥルドゥリア人がトゥルデタニア人の北に隣り合って住んでいると述べている。
νυνὶ δʼ ἐν αὐτοῖς οὐδεὶς φαίνεται διορισμός.
しかし、現在では彼らの間にいかなる区別も見られない。
σοφώτατοι δʼ ἐξετάζονται τῶν Ἰβήρων οὗτοι καὶ γραμματικῇ χρῶνται καὶ τῆς παλαιᾶς μνήμης ἔχουσι συγγράμματα καὶ ποιήματα καὶ νόμους ἐμμέτρους ἑξακισχιλίων ἐπῶν, ὥς φασι·
これらの人々はイベリア人の中で最も賢明であるとみなされており、文字を使用し、古い歴史の記録や詩、そして彼らが言うには6,000詩行からなる韻文の法律を有している。
καὶ οἱ ἄλλοι δʼ Ἴβηρες χρῶνται γραμματικῇ, οὐ μιᾷ δʼ ἰδέᾳ· οὐδὲ γὰρ γλώττῃ μιᾷ.
そして、他のイベリア人も文字を使用しているが、同一の形式ではなく、それは同一の言語を使用していないからでもある。
τείνει δὲ ἡ χώρα αὕτη ἡ ἐντὸς τοῦ Ἄνα πρὸς ἕω μὲν μέχρι τῆς Ὠρητανίας, πρὸς νότον δὲ μέχρι τῆς παραλίας τῆς ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα μέχρι στηλῶν.
そして、アナス川の内側にあるこの地方は、東においてはオレタニアにいたるまで、南においてはアナス川の河口から(ヘラクレスの)柱にいたる海岸線まで広がっている。
ἀνάγκη δὲ διὰ πλειόνων περὶ αὐτῆς εἰπεῖν καὶ τῶν σύνεγγυς τόπων, ὅσα συντείνει πρὸς τὸ μαθεῖν τὴν εὐφυΐαν τῶν τόπων καὶ τὴν εὐδαιμονίαν.
それゆえ、この地方および近隣の地域について、その土地の優れた天賦の性質や豊かさを理解するのに役立つ限りのことを、より詳細に語る必要がある。