§2.5.33μετὰ δὲ τὴν Ἀσίαν ἐστὶν ἡ Λιβύη συνεχὴς οὖσα τῇ τε Αἰγύπτῳ καὶ τῇ Αἰθιοπίᾳ, τὴν μὲν καθʼ ἡμᾶς ᾐόνα ἐπʼ εὐθείας ἔχουσα, σχεδόν τι μέχρι στηλῶν ἀπὸ Ἀλεξανδρείας ἀρξαμένην, πλὴν τῶν Σύρτεων καὶ εἴ πού τις ἄλλη κόλπων ἐπιστροφὴ μετρία καὶ τῶν ταύτην ποιούντων ἀκρωτηρίων ἐξοχή·
アジアの次には、リビアがあり、これはエジプトおよびエチオピアに連続しており、一方では、我々の海に面する沿岸地帯を直線上に持っていて、それはアレクサンドリアから始まってほぼ柱に至るまで伸びているが、シュルティス湾や、もし他にどこか緩やかな湾の湾曲や、そのような湾を形成する岬の突出があれば、それは例外である。
τὴν δὲ παρωκεανῖτιν ἀπὸ τῆς Αἰθιοπίας μέχρι τινός, ὡς ἂν παράλληλον οὖσαν τῇ προτέρᾳ, μετὰ δὲ ταῦτα συναγομένην ἀπὸ τῶν νοτίων μερῶν εἰς ὀξεῖαν ἄκραν, μικρὸν ἔξω στηλῶν προπεπτωκυῖαν καὶ ποιοῦσαν τραπέζιόν πως τὸ σχῆμα.
他方では、大洋に面する沿岸地帯をエチオピアからある地点まで持っており、それは前者の海岸線にほぼ平行であるかのようであり、その後、南の部分から先細りになって鋭い岬へと収束し、柱から少し外側に突き出て、その形状をいくぶん台形のようにしている。
ἔστι δʼ, ὥσπερ οἵ τε ἄλλοι δηλοῦσι καὶ δὴ καὶ Γναῖος Πείσων ἡγεμὼν γενόμενος τῆς χώρας διηγεῖτο ἡμῖν, ἐοικυῖα παρδαλῇ·
そして、他の人々が明らかにしているように、また、その地方の総督であったグナエウス・ピソが我々に語ったように、それはヒョウに似ている。
κατάστικτος γάρ ἐστιν οἰκήσεσι περιεχομέναις ἀνύδρῳ καὶ ἐρήμῳ γῇ·
なぜなら、それは水のない不毛な土地に囲まれた居住地によって、まだら模様になっているからである。
καλοῦσι δὲ τὰς τοιαύτας οἰκήσεις αὐάσεις οἱ Αἰγύπτιοι.
エジプト人たちはこのような居住地をオアシスと呼んでいる。
τοιαύτη δὲ οὖσα ἔχει τινὰς ἄλλας διαφορὰς τριχῆ διαιρουμένας·
そのような状態であるリビアは、三つに区分される他のいくつかの差異を持っている。
τῆς μὲν γὰρ καθʼ ἡμᾶς παραλίας εὐδαίμων ἐστὶν ἡ πλείστη σφόδρα, καὶ μάλιστα ἡ Κυρηναία καὶ ἡ περὶ Καρχηδόνα Μαυρουσίων καὶ τῶν Ἡρακλείων στηλῶν·
というのは、我々の海に面する沿岸地帯のうち、その大部分は非常に肥沃であり、とりわけキレナイカ、およびカルタゴ周辺からマウルシア人やヘラクレスの柱に至るまでの地域がそうであるからだ。
οἰκεῖται δὲ μετρίως καὶ ἡ παρωκεανῖτις, ἡ δὲ μέση φαύλως ἡ τὸ σίλφιον φέρουσα, ἔρημος ἡ πλείστη καὶ τραχεῖα καὶ ἀμμώδης.
また、大洋に面する沿岸地帯も適度に入植されているが、シルピウムを産出する中央部は、その大部分が不毛で、険しく、砂に覆われており、わずかに住まわれているにすぎない。
τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ ἐπʼ εὐθείας ταύτῃ διά τε τῆς Αἰθιοπίας διήκουσα τῆς τε Τρωγλοδυτικῆς καὶ τῆς Ἀραβίας καὶ τῆς Γεδρωσίας τῆς τῶν Ἰχθυοφάγων.
そして、これと同一の直線上にあり、エチオピア、トログロデュティケ、アラビア、および魚食民のゲドロシアを通って伸びている地域も、同じ状況を被っている。
νέμεται δʼ ἔθνη τὴν Λιβύην τὰ πλεῖστα ἄγνωστα·
リビアに住む諸民族は、その大部分が未知である。
οὐ πολλὴν γὰρ ἐφοδεύεσθαι συμβαίνει στρατοπέδοις οὐδʼ ἀλλοφύλοις ἀνδράσιν, οἱ δʼ ἐπιχώριοι καὶ ὀλίγοι παρʼ ἡμᾶς ἀφικνοῦνται πόρρωθεν, καὶ οὐ πιστὰ οὐδὲ πάντα λέγουσιν·
なぜなら、軍隊や異邦の人々がこの地を広く巡ることは滅多になく、また現地の人々も、遠方から我々のもとへやって来る者はわずかであり、彼らは信頼できることを語らず、またすべてのことを語るわけでもないからである。
ὅμως δʼ οὖν τὰ λεγόμενα τοιαῦτά ἐστι.
ともかく、語られていることは次のようである。
τοὺς μὲν μεσημβρινωτάτους Αἰθίοπας προσαγορεύουσι, τοὺς δʼ ὑπὸ τούτοις τοὺς πλείστους Γαράμαντας καὶ Φαρουσίους καὶ Νιγρίτας, τοὺς δʼ ἔτι ὑπὸ τούτοις Γαιτούλους, τοὺς δὲ τῆς θαλάττης ἐγγὺς ἢ καὶ ἁπτομένους αὐτῆς πρὸς Αἰγύπτῳ μὲν Μαρμαρίδας μέχρι τῆς Κυρηναίας, ὑπὲρ δὲ ταύτης καὶ τῶν Σύρτεων Ψύλλους καὶ Νασαμῶνας καὶ τῶν Γαιτούλων τινάς, εἶτʼ Ἀσβύστας καὶ Βυζακίους μέχρι τῆς Καρχηδονίας.
人々は、最も南にいる者たちをエチオピア人と呼び、彼らの下にいる者のうち大部分をガラマンテス人、パルシオイ人、ニグリタイ人と呼び、さらに彼らの下にいる者たちをゲトゥロイ人と呼ぶ。 また、海の近くにいるか、あるいは海に接している者たちについて、エジプトの近くではキレナイカに至るまでのマルマリカ人、その背後やシュルティス湾の背後にはプシュロイ人、ナサモネス人、およびゲトゥロイ人の一部、次いでアスビュスタイ人とブュザキオイ人がカルタゴの領域に至るまで住んでいる。
πολλὴ δʼ ἐστὶν ἡ Καρχηδονία·
カルタゴの領域は広大である。
συνάπτουσι δʼ οἱ νομάδες αὐτῇ·
そして遊牧民がこれに隣接している。
τούτων δὲ τοὺς γνωριμωτάτους τοὺς μὲν Μασυλιεῖς τοὺς δὲ Μασαισυλίους προσαγορεύουσιν·
これらのうち最もよく知られている者たちを、一方はマシュリエイス人、他方はマサイシュリオイ人と人々は呼ぶ。
ὕστατοι δʼ εἰσὶ Μαυρούσιοι.
そして最後にマウルシア人がいる。
πᾶσα δʼ ἡ ἀπὸ Καρχηδόνος μέχρι στηλῶν ἐστιν εὐδαίμων, θηριοτρόφος δέ, ὥσπερ καὶ ἡ μεσόγαια πᾶσα.
カルタゴから柱に至るまでの全域は肥沃であるが、内陸の全体がそうであるように、野獣を育む土地でもある。
οὐκ ἀπεικὸς δὲ καὶ νομάδας λεχθῆναί τινας αὐτῶν, οὐ δυναμένους γεωργεῖν διὰ τὸ πλῆθος τῶν θηρίων τὸ παλαιόν·
古代において、野獣が多数いたために耕作することができず、彼らのうち一部が遊牧民と呼ばれるようになったことも、不自然ではない。
οἱ δὲ νῦν ἅμα τῇ ἐμπειρίᾳ τῆς θήρας διαφέροντες, καὶ τῶν Ῥωμαίων προσλαμβανόντων πρὸς τοῦτο διὰ τὴν σπουδὴν τὴν περὶ τὰς θηριομαχίας, ἀμφοτέρων περιγίνονται καὶ τῶν θηρίων καὶ τῆς γεωργίας.
しかし、現在の人々は、狩猟の経験において優れていると同時に、ローマ人が野獣戦への熱意ゆえにこれを援助していることもあって、野獣を制圧することと農耕を行うことの両方を成し遂げている。
τοσαῦτα καὶ περὶ τῶν ἠπείρων λέγομεν.
大陸については、これだけを語ることにしよう。