§2.5.33μετὰ δὲ τὴν Ἀσίαν ἐστὶν ἡ Λιβύη συνεχὴς οὖσα τῇ τε Αἰγύπτῳ καὶ τῇ Αἰθιοπίᾳ, τὴν μὲν καθʼ ἡμᾶς ᾐόνα ἐπʼ εὐθείας ἔχουσα, σχεδόν τι μέχρι στηλῶν ἀπὸ Ἀλεξανδρείας ἀρξαμένην, πλὴν τῶν Σύρτεων καὶ εἴ πού τις ἄλλη κόλπων ἐπιστροφὴ μετρία καὶ τῶν ταύτην ποιούντων ἀκρωτηρίων ἐξοχή· τὴν δὲ παρωκεανῖτιν ἀπὸ τῆς Αἰθιοπίας μέχρι τινός, ὡς ἂν παράλληλον οὖσαν τῇ προτέρᾳ, μετὰ δὲ ταῦτα συναγομένην ἀπὸ τῶν νοτίων μερῶν εἰς ὀξεῖαν ἄκραν, μικρὸν ἔξω στηλῶν προπεπτωκυῖαν καὶ ποιοῦσαν τραπέζιόν πως τὸ σχῆμα.
在亚洲之后是利比亚,它与埃及和埃塞俄比亚相连,一方面,它的沿我们内海的海岸呈一直线,自亚历山大里亚开始,几乎延伸到柱,除了苏尔特湾以及可能存在的其他温和的湾流弯曲和形成这些海湾的岬角突出部;另一方面,它的大洋沿岸自埃塞俄比亚延伸到某一点,仿佛与前者平行,但此后便从南部区域收拢为一个尖锐的岬角,稍微突入到柱之外,使其形状在某种程度上呈梯形。
ἔστι δʼ, ὥσπερ οἵ τε ἄλλοι δηλοῦσι καὶ δὴ καὶ Γναῖος Πείσων ἡγεμὼν γενόμενος τῆς χώρας διηγεῖτο ἡμῖν, ἐοικυῖα παρδαλῇ· κατάστικτος γάρ ἐστιν οἰκήσεσι περιεχομέναις ἀνύδρῳ καὶ ἐρήμῳ γῇ· καλοῦσι δὲ τὰς τοιαύτας οἰκήσεις αὐάσεις οἱ Αἰγύπτιοι.
而且,正如其他人所表明的,尤其是曾任该地区总督的格奈乌斯·皮索向我们讲述的那样,它像一只豹子;因为它被无水和荒凉的土地所包围的定居点缀,显得斑驳陆离;埃及人称这种定居点为“绿洲”。
τοιαύτη δὲ οὖσα ἔχει τινὰς ἄλλας διαφορὰς τριχῆ διαιρουμένας· τῆς μὲν γὰρ καθʼ ἡμᾶς παραλίας εὐδαίμων ἐστὶν ἡ πλείστη σφόδρα, καὶ μάλιστα ἡ Κυρηναία καὶ ἡ περὶ Καρχηδόνα Μαυρουσίων καὶ τῶν Ἡρακλείων στηλῶν· οἰκεῖται δὲ μετρίως καὶ ἡ παρωκεανῖτις, ἡ δὲ μέση φαύλως ἡ τὸ σίλφιον φέρουσα, ἔρημος ἡ πλείστη καὶ τραχεῖα καὶ ἀμμώδης.
处于这种状态的利比亚,还有其他一些可分为三部分的差异;因为在我们内海沿岸的地区中,绝大部分都非常富庶,尤其是昔兰尼加以及迦太基周边一直到毛鲁西亚人和赫拉克勒斯之柱的地区;而大洋沿岸地区也有适度的人烟,但是产出希尔菲乌姆的中部地区则居民稀少,大部分是荒凉、崎岖且多沙的。
τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ ἐπʼ εὐθείας ταύτῃ διά τε τῆς Αἰθιοπίας διήκουσα τῆς τε Τρωγλοδυτικῆς καὶ τῆς Ἀραβίας καὶ τῆς Γεδρωσίας τῆς τῶν Ἰχθυοφάγων.
而与此处于同一直线上、穿过埃塞俄比亚、穴居人之地、阿拉伯以及食鱼者的格德罗西亚延伸的地区,也遭受了相同的状况。
νέμεται δʼ ἔθνη τὴν Λιβύην τὰ πλεῖστα ἄγνωστα· οὐ πολλὴν γὰρ ἐφοδεύεσθαι συμβαίνει στρατοπέδοις οὐδʼ ἀλλοφύλοις ἀνδράσιν, οἱ δʼ ἐπιχώριοι καὶ ὀλίγοι παρʼ ἡμᾶς ἀφικνοῦνται πόρρωθεν, καὶ οὐ πιστὰ οὐδὲ πάντα λέγουσιν· ὅμως δʼ οὖν τὰ λεγόμενα τοιαῦτά ἐστι.
居住在利比亚的族群大多不为人知;因为这片土地极少有军队或外邦人涉足,而当地人中,也很少有人从遥远的地方来到我们这里,且他们所说的话既不可信,也不完整;然而,所传说的内容大体如下。
τοὺς μὲν μεσημβρινωτάτους Αἰθίοπας προσαγορεύουσι, τοὺς δʼ ὑπὸ τούτοις τοὺς πλείστους Γαράμαντας καὶ Φαρουσίους καὶ Νιγρίτας, τοὺς δʼ ἔτι ὑπὸ τούτοις Γαιτούλους, τοὺς δὲ τῆς θαλάττης ἐγγὺς ἢ καὶ ἁπτομένους αὐτῆς πρὸς Αἰγύπτῳ μὲν Μαρμαρίδας μέχρι τῆς Κυρηναίας, ὑπὲρ δὲ ταύτης καὶ τῶν Σύρτεων Ψύλλους καὶ Νασαμῶνας καὶ τῶν Γαιτούλων τινάς, εἶτʼ Ἀσβύστας καὶ Βυζακίους μέχρι τῆς Καρχηδονίας.
人们将最南方的人称为埃塞俄比亚人,将他们以北的大部分人称为加拉曼特斯人、法鲁西人和尼格里特人,再往北的则称为盖图利人;而对于靠近海洋甚至与海洋接触的人,在靠近埃及一边直到昔兰尼加的是马尔马里达人,在此地及苏尔特湾以南的是普叙洛伊人、纳萨莫内斯人和部分盖图利人,接着是阿斯比斯泰人和比扎基亚人,一直到迦太基领地。
πολλὴ δʼ ἐστὶν ἡ Καρχηδονία· συνάπτουσι δʼ οἱ νομάδες αὐτῇ· τούτων δὲ τοὺς γνωριμωτάτους τοὺς μὲν Μασυλιεῖς τοὺς δὲ Μασαισυλίους προσαγορεύουσιν· ὕστατοι δʼ εἰσὶ Μαυρούσιοι.
迦太基的土地十分辽阔;游牧民与它接壤;在这些人中,最著名的被人们称为马叙利人和马萨埃叙利人;最后是毛鲁西亚人。
πᾶσα δʼ ἡ ἀπὸ Καρχηδόνος μέχρι στηλῶν ἐστιν εὐδαίμων, θηριοτρόφος δέ, ὥσπερ καὶ ἡ μεσόγαια πᾶσα.
从迦太基到柱的整个地区都非常富庶,但也繁衍野兽,正如整个内陆地区一样。
οὐκ ἀπεικὸς δὲ καὶ νομάδας λεχθῆναί τινας αὐτῶν, οὐ δυναμένους γεωργεῖν διὰ τὸ πλῆθος τῶν θηρίων τὸ παλαιόν· οἱ δὲ νῦν ἅμα τῇ ἐμπειρίᾳ τῆς θήρας διαφέροντες, καὶ τῶν Ῥωμαίων προσλαμβανόντων πρὸς τοῦτο διὰ τὴν σπουδὴν τὴν περὶ τὰς θηριομαχίας, ἀμφοτέρων περιγίνονται καὶ τῶν θηρίων καὶ τῆς γεωργίας.
在古代,由于野兽众多,他们无法耕作,其中一些人因此被称为游牧民,这并非没有道理;但如今,他们不仅在狩猎经验上出类拔萃,而且由于罗马人对斗兽演出的热衷而在这方面给予协助,他们征服了这两者——既控制了野兽,又实现了耕作。
τοσαῦτα καὶ περὶ τῶν ἠπείρων λέγομεν.
关于各大陆,我们就谈这么多。