§2.5.22κατὰ δὲ ταύτην ἐστὶ τὸ ἑπταστάδιον τὸ κατὰ Σηστὸν καὶ Ἄβυδον, διʼ οὗ τὸ Αἰγαῖον καὶ ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον εἰς ἄλλο πέλαγος, ὃ καλοῦσι Προποντίδα, κἀκεῖνο εἰς ἄλλο τὸν Εὔξεινον προσαγορευόμενον πόντον.
そして、このあたりにはセストスとアビュドスのところの七スタディオンの海峡があり、それを通ってエーゲ海とヘレスポントスは、北に向かって、人々がプロポンティスと呼ぶ別の海へと注ぎ、さらにあの海は、エウクセイノス・ポントスと呼ばれる別の海へと注いでいる。
ἔστι δὲ διθάλαττος τρόπον τινὰ οὗτος·
そして、この海はある意味で二重の海となっている。
κατὰ μέσον γάρ πως ἄκραι δύο προπίπτουσιν, ἡ μὲν ἐκ τῆς Εὐρώπης καὶ τῶν βορείων μερῶν ἡ δʼ ἐκ τῆς Ἀσίας ἐναντία ταύτῃ, συνάγουσαι τὸν μεταξὺ πόρον καὶ ποιοῦσαι δύο πελάγη μεγάλα·
というのも、ほぼ中央において二つの岬が突き出ており、一つはヨーロッパおよび北の地方から、もう一つはアジアからこれと対向して突き出て、その間の海峡を狭め、二つの大きな海を作り出しているからである。
τὸ μὲν οὖν τῆς Εὐρώπης ἀκρωτήριον καλεῖται Κριοῦ μέτωπον τὸ δὲ τῆς Ἀσίας Κάραμβις, διέχοντα ἀλλήλων περὶ χιλίους σταδίους καὶ πεντακοσίους.
そこで、ヨーロッパの岬はクリウ・メトポンと呼ばれ、アジアの岬はカランビスと呼ばれ、互いに約千五百スタディオン離れている。
τὸ μὲν οὖν πρὸς ἑσπέραν πέλαγος μῆκός ἐστιν ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν τοῦ Βορυσθένους σταδίων τρισχιλίων ὀκτακοσίων, πλάτος δὲ δισχιλίων·
さて、西側の海は、ビュザンティオンからボリュステネス川の河口までの長さが三千八百スタディオン、幅が二千スタディオンである。
ἐν τούτῳ δʼ ἡ Λευκὴ νῆσός ἐστι·
この中にはレウケ島がある。
τὸ δʼ ἑῷόν ἐστι παράμηκες εἰς στενὸν τελευτῶν μυχὸν τὸν κατὰ Διοσκουριάδα ἐπὶ πεντακισχιλίους ἢ μικρῷ πλείους σταδίους, τὸ δὲ πλάτος περὶ τρισχιλίους·
一方、東側の海は細長く、ディオスクリアスのところの狭い最奥部へと終わっており、長さは五千スタディオンまたはそれよりわずかに多く、幅は約三千スタディオンである。
ἡ δὲ περίμετρος τοῦ σύμπαντος πελάγους ἐστὶ δισμυρίων που καὶ πεντακισχιλίων σταδίων.
そして海全体の周囲は約二万五千スタディオンである。
εἰκάζουσι δέ τινες τὸ σχῆμα τῆς περιμέτρου ταύτης ἐντεταμένῳ Σκυθικῷ τόξῳ, τὴν μὲν νευρὰν ἐξομοιοῦντες τοῖς δεξιοῖς καλουμένοις μέρεσι τοῦ Πόντου (ταῦτα δʼ ἐστὶν ὁ παράπλους ὁ ἀπὸ τοῦ στόματος μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Διοσκουριάδα·
ある人々はこの周囲の形を、張られたスキティアの弓に例えており、弦を、ポントスのいわゆる右側の部分(これは入り口からディオスクリアスの最奥部に至る沿岸航路である。
πλὴν γὰρ τῆς Καράμβιος ἥ γε ἄλλη πᾶσα ᾐὼν μικρὰς ἔχει εἰσοχάς τε καὶ ἐξοχὰς ὥστʼ εὐθείᾳ ἐοικέναι), τὴν δὲ λοιπὴν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφήν, τὴν μὲν ἄνω περιφερεστέραν τὴν δὲ κάτω εὐθυτέραν·
カランビス岬を除けば、他の海岸全体は小さなくぼみや突起しかなく、直線に似ているからである)に擬え、残りの部分を、二重の湾曲を持つ弓の本体に擬えている。 その上の湾曲はより円に近く、下の湾曲はより直線に近い。
οὕτω δὲ κἀκείνην ἀπεργάζεσθαι δύο κόλπους, ὧν ὁ ἑσπέριος πολὺ θατέρου περιφερέστερός ἐστιν.
そしてそのように、あの海岸線も二つの湾を作り出しており、そのうち西側の湾はもう一方の湾よりもはるかに円に近い。
§2.5.23̔υπέρκειται δὲ τοῦ ἑωθινοῦ κόλπου πρὸς ἄρκτον ἡ Μαιῶτος λίμην τὴν περίμετρον ἔχουσα ἐνακισχιλίων σταδίων ἢ καὶ μικρῷ πλεόνων·
東側の湾の上方、北の方には、マイオティス湖があり、その周囲は九千スタディオンまたはそれよりわずかに多い。
ἐκδίδωσι δʼ αὕτη μὲν εἰς Πόντον κατὰ τὸν Κιμμερικὸν καλούμενον Βόσπορον, οὗτος δὲ κατὰ τὸν Θρᾴκιον εἰς τὴν Προποντίδα·
これは、キメリア・ボスポラスと呼ばれる海峡のところでポントスへと注ぎ、ポントスはトラキア・ボスポラスのところでプロポンティスへと注いでいる。
τὸ γὰρ Βυζαντιακὸν στόμα οὕτω καλοῦσι Θρᾴκιον Βόσπορον, ὃ τετραστάδιόν ἐστιν.
というのも、ビュザンティオンの入り口を人々はトラキア・ボスポラスと呼んでおり、これは四スタディオンの幅だからである。
ἡ δὲ Προποντὶς χιλίων καὶ πεντακοσίων λέγεται τὸ μῆκος σταδίων τὸ ἀπὸ τῆς Τρῳάδος ἐπὶ τὸ Βυζάντιον·
プロポンティスは、トロアス地方からビュザンティオンまでの長さが千五百スタディオンと言われている。
πάρισον δέ πώς ἐστι καὶ τὸ πλάτος.
そして、幅もほぼ同等である。
ἐνταῦθα δʼ ἡ τῶν Κυζικηνῶν ἵδρυται νῆσος καὶ τὰ περὶ αὐτὴν νησία.
ここにはキュジコス人の島と、その周囲の小島が位置している。
§2.5.24τοιαύτη μὲν ἡ πρὸς ἄρκτον τοῦ Αἰγαίου πελάγους ἀνάχυσις καὶ τοσαύτη, πάλιν δʼ ἀπὸ τῆς Ῥοδίας ἡ τὸ Αἰγύπτιον πέλαγος ποιοῦσα καὶ τὸ Παμφύλιον καὶ τὸ Ἰσσικὸν ἐπὶ μὲν τὴν ἕω καὶ τῆς Κιλικίας κατὰ Ἰσσὸν ἐκτείνεται μέχρι καὶ πεντακισχιλίων σταδίων παρά τε Λυκίαν καὶ Παμφυλίαν καὶ τὴν Κιλίκων παραλίαν πᾶσαν.
エーゲ海の北への広がりはそのようなものであり、その大きさはこの通りである。 他方、ロードス島領から出発して、エジプト海、パンフリア海、イッソス湾を形成する海は、東の方へ、そしてイッソスのところのキリキアへと、リュキア、パンフリア、そしてキリキアの沿岸全体の傍らを、五千スタディオンにまで達して伸びている。
ἐντεῦθεν δὲ Συρία τε καὶ Φοινίκη καὶ Αἴγυπτος ἐγκυκλοῖ πρὸς νότον τὴν θάλατταν καὶ πρὸς δύσιν ἕως Ἀλεξανδρείας.
そこから、シリア、フォイニキア、エジプトが、南へ、そして西へ、アレクサンドリアに至るまでこの海を取り囲んでいる。
ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ τῷ Παμφυλίῳ κεῖσθαι συμβαίνει τὴν Κύπρον, συνάπτουσαν τῷ Αἰγυπτίῳ πελάγει.
そして、イッソス湾とパンフリア海の間にキプロス島が位置しており、エジプト海と接続している。
ἔστι δʼ ἀπὸ Ῥόδου δίαρμα εἰς Ἀλεξάνδρειαν βορέᾳ τετρακισχιλίων που σταδίων, ὁ δὲ περίπλους διπλάσιος.
そしてロードスから北風を受けてアレクサンドリアへと渡る海路は約四千スタディオンであり、沿岸を回る航路はその二倍である。
ὁ δʼ Ἐρατοσθένης ταύτην μὲν τῶν ναυτικῶν εἶναί φησι τὴν ὑπόληψιν περὶ τοῦ διάρματος τοῦ πελάγους, τῶν μὲν οὕτω λεγόντων, τῶν δὲ καὶ πεντακισχιλίους οὐκ ὀκνούντων εἰπεῖν, αὐτὸς δὲ διὰ τῶν σκιοθηρικῶν γνωμόνων ἀνευρεῖν τρισχιλίους ἑπτακοσίους πεντήκοντα.
エラトステネスは、この海の横断についての船乗りたちの推測として、ある者はそのように言い、ある者は五千スタディオンと言うのをためらわないが、彼自身は日時計の指針を用いて三千七百五十スタディオンであることを突き止めた、と言っている。
τούτου δὴ τοῦ πελάγους τὸ πρὸς τῇ Κιλικίᾳ καὶ Παμφυλίᾳ καὶ τοῦ Ποντικοῦ τὰ καλούμενα δεξιὰ μέρη καὶ ἡ Προποντὶς καὶ ἡ ἐφεξῆς παραλία μέχρι Παμφυλίας ποιεῖ τινα χερρόνησον μεγάλην καὶ μέγαν ταύτης ἰσθμόν, τὸν ἀπὸ τῆς πρὸς Ταρσῷ θαλάττης ἐπὶ πόλιν Ἀμισὸν καὶ τὸ τῶν Ἀμαζόνων πεδίον τὴν Θεμίσκυραν.
さて、この海のキリキアやパンフリアの側に面する部分と、ポントスのいわゆる右側の部分、プロポンティス、そしてパンフリアに至るまでのそれに続く沿岸は、ある大きな半島と、その大きな地峡を形成している。 それはタルソスの近くの海からアミソス市およびアマゾンたちの平野であるテミスクュラに至る地峡である。
ἡ γὰρ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα μέχρι Καρίας καὶ Ἰωνίας καὶ τῶν ἐντὸς Ἅλυος νεμομένων ἐθνῶν περίκλυστος ἅπασά ἐστιν ὑπὸ τοῦ Αἰγαίου καὶ τῶν ἑκατέρωθεν λεχθέντων τῆς θαλάττης μερῶν·
というのも、この線の内側の地方は、カリア、イオニア、そしてハリュス川の内側に居住する諸民族に至るまで、すべてエーゲ海およびその両側に述べられた海の部分によって周囲を洗われているからである。
καὶ δὴ καὶ καλοῦμεν Ἀσίαν ταύτην ἰδίως καὶ ὁμωνύμως τῇ ὅλῃ.
それゆえまさに、私たちはこの地方を、全体と同じ名前で、特にアジアと呼んでいるのである。