Humanitext Reader

ストラボン · 地理誌 §2.5.20-2.5.21

シチリア以東の海域とシルト湾および島々

84 / 577 箇所 · ギリシア語

要旨

シチリア島以東の海域について説明し、シルト(シュルティス)湾、シチリア海、アドリア海(イオニア湾)、およびエーゲ海と、それらに浮かぶ多数の島々について位置関係と寸法を列挙する。

§2.5.20μετὰ δὲ τὴν Σικελίαν καὶ τοὺς ἑκατέρωθεν πορθμοὺς ἄλλα πελάγη συνάπτει, τό τε πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καὶ αὐταὶ αἱ Σύρτεις καὶ τὸ Αὐσόνιον μὲν πάλαι νῦν δὲ καλούμενον Σικελικόν, σύρρουν ἐκείνῳ καὶ συνεχές.
シチリア島とその両側の海峡の後には、他の海域が接続している。 すなわち、シュルティス地方およびキレナイカの前の海と、シュルティス自体、そしてかつてはアウソニア海と呼ばれ、今はシチリア海と呼ばれている海であり、あちらの海と合流して連続している。
τὸ μὲν οὖν πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καλεῖται Λιβυκόν, τελευτᾷ δʼ εἰς τὸ Αἰγύπτιον πέλαγος.
さて、シュルティスとキレナイカの前の部分はリビア海と呼ばれ、エジプト海へと終わる。
τῶν δὲ Σύρτεων ἡ μὲν ἐλάττων ἐστὶν ὅσον χιλίων καὶ ἑξακοσίων σταδίων τὴν περίμετρον·
二つのシュルティスのうち、小さい方はその周囲が約1600スタディオンである。
πρόκεινται δʼ ἐφʼ ἑκάτερα τοῦ στόματος νῆσοι Μῆνίγξ τε καὶ Κέρκινα·
その入り口の両側には、メニンクス島とケルキナ島が前方に横たわっている。
τῆς δὲ μεγάλης Σύρτεώς φησιν Ἐρατοσθένης τὸν κύκλον εἶναι πεντακισχιλίων, τὸ δὲ βάθος χιλίων ὀκτακοσίων ἀφʼ Ἑσπερίδων εἰς Αὐτόμαλα καὶ τὸ τῆς Κυρηναίας μεθόριον πρὸς τὴν ἄλλην τὴν ταύτῃ Λιβύην·
大きい方のシュルティスについては、エラトステネスはその湾曲が5000スタディオンであり、奥行きは、ヘスペリデスからアウトマラおよびキレナイカとこの辺りの他のリビアとの国境まで、1800スタディオンであると言っている。
ἄλλοι δὲ τὸν περίπλουν τετρακισχιλίων σταδίων εἶπον, τὸ δὲ βάθος χιλίων πεντακοσίων, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.
しかし他の人々は、その航路を4000スタディオン、奥行きを1500スタディオンと言っており、これはその入り口の幅と同じである。
τὸ δὲ Σικελικὸν πέλαγος πρὸ τῆς Σικελίας ἐστὶ καὶ τῆς Ἰταλίας ἐπὶ τὸ πρὸς ἕω μέρος καὶ ἔτι τοῦ μεταξὺ πόρου τῆς τε Ῥηγίνης μέχρι Λοκρῶν, καὶ τῆς Μεσσηνίας μέχρι Συρακουσσῶν καὶ Παχύνου.
一方、シチリア海は、シチリアおよびイタリアの東側の前にあり、さらにレギオン領からロクロイに至るまでの海峡、およびメッセニア領からシラクサおよびパキュノスに至るまでの海峡の間に広がっている。
αὔξεται δʼ ἐπὶ μὲν τὸ πρὸς ἕω μέρος μέχρι τῶν ἄκρων τῆς Κρήτης, καὶ τὴν Πελοπόννησον δὲ περικλύζει τὴν πλείστην, καὶ πληροῖ τὸν Κορινθιακὸν καλούμενον κόλπον·
それは東の方へはクレータ島の岬まで広がり、ペロポネソス半島の大部分を洗い、コリントス湾と呼ばれる湾を満たしている。
πρὸς ἄρκτους δὲ ἐπί τε ἄκραν Ἰαπυγίαν καὶ τὸ στόμα τοῦ Ἰονίου κόλπου καὶ τῆς Ἠπείρου τὰ νότια μέρη μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου καὶ τῆς συνεχοῦς παραλίας τῆς ποιούσης τὸν Κορινθιακὸν κόλπον πρὸς τὴν Πελοπόννησον.
北の方へは、イアピュギアの岬、イオニア湾の入り口、そしてアンブラキア湾およびペロポネソス半島に対してコリントス湾を形成している連続する沿岸に至るまでの、エイペイロスの南部地方へと広がっている。
ὁ δʼ Ἰόνιος κόλπος μέρος ἐστὶ τοῦ νῦν Ἀδρίου λεγομένου·
イオニア湾は、今日アドリア海と呼ばれている海の一部である。
τούτου δὲ τὴν μὲν ἐν δεξιᾷ πλευρὰν ἡ Ἰλλυρὶς ποιεῖ, τὴν δʼ εὐώνυμον ἡ Ἰταλία μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀκυληίαν.
これの右側の側面はイリュリアが形成し、左側の側面はアクレイアのところの最奥部に至るまでイタリアが形成している。
ἔστι δὲ πρὸς ἄρκτον ἅμα καὶ πρὸς τὴν ἑσπέραν ἀνέχων στενὸς καὶ μακρός, μῆκος μὲν ὅσον ἑξακισχιλίων σταδίων, πλάτος δὲ τὸ μέγιστον διακοσίων ἐπὶ τοῖς χιλίοις.
それは北と同時に西へと伸びており、狭く長く、長さは約6000スタディオン、最大幅は1200スタディオンである。
νῆσοι δέ εἰσιν ἐνταῦθα συχναὶ μὲν αἱ πρὸ τῆς Ἰλλυρίδος, αἵ τε Ἀψυρτίδες καὶ Κυρικτικὴ καὶ Λιβυρνίδες, ἔτι δʼ Ἴσσα καὶ Τραγούριον καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος, πρὸ τῆς Ἰταλίας δὲ αἱ Διομήδειοι.
島々は、ここにはイリュリアの前に多くのものがあり、アプシュルティデス諸島、キュリクティケ、リブュルニデス諸島、さらにイッサ、トラグリオン、メラィナ・コルキュラ、パロスなどがあり、イタリアの前にはディオメデスの島々がある。
τοῦ Σικελικοῦ δὲ τὸ ἐπὶ Κρήτην ἀπὸ Παχύνου τετρακισχιλίων καὶ πεντακοσίων σταδίων φασί·
そして、シチリア海の、パキュノスからクレータ島へ至る距離は4500スタディオンと言われている。
τοσοῦτον δὲ καὶ τὸ ἐπὶ Ταίναρον τῆς Λακωνικῆς·
ラコニアのタイナロン岬へ至る距離も同等である。
τὸ δὲ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ τὸν μυχὸν τοῦ Κορινθιακοῦ κόλπου τῶν μὲν τρισχιλίων ἐστὶν ἔλαττον, τὸ δʼ ἀπὸ Ἰαπυγίας εἰς τὴν Λιβύην πλέον τῶν τετρακισχιλίων ἐστί.
そして、イアピュギアの岬からコリントス湾の最奥部に至る距離は3000スタディオン未満であり、イアピュギアからリビアへの距離は4000スタディオン以上である。
νῆσοι δʼ εἰσὶν ἐνταῦθα ἥ τε Κόρκυρα καὶ Σύβοτα πρὸ τῆς Ἠπειρώτιδος, καὶ ἐφεξῆς πρὸ τοῦ Κορινθιακοῦ κόλπου Κεφαλληνία καὶ Ἰθάκη καὶ Ζάκυνθος καὶ Ἐχινάδες.
ここにある島々は、エイペイロス地方の前にコルキュラとシュボタがあり、その後に続いてコリントス湾の前にケファレニア、イタケ、ザキュントス、そしてエキナデス諸島がある。
§2.5.21τῷ δὲ Σικελικῷ συνάπτει τὸ Κρητικὸν πέλαγος καὶ τὸ Σαρωνικὸν καὶ τὸ Μυρτῷον, ὃ μεταξὺ τῆς Κρήτης ἐστὶ καὶ τῆς Ἀργείας καὶ τῆς Ἀττικῆς, πλάτος ἔχον τὸ μέγιστον τὸ ἀπὸ τῆς Ἀττικῆς ὅσον χιλίων καὶ διακοσίων σταδίων, μῆκος δʼ ἔλαττον ἢ διπλάσιον.
そして、シチリア海には、クレータ海、サロニコス湾、ミルトス海が接続しており、後者はクレータとアルゴス領およびアッティカの間にあって、アッティカからの最大幅は約1200スタディオン、長さはその2倍未満である。
ἐν τούτῳ δὲ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ αἱ περὶ Αἴγιναν καὶ Σαλαμῖνα καὶ τῶν Κυκλάδων τινές.
これの中にある島々は、キュテラ、カラウリア、そしてアイギナやサラミスの周りの島々、およびククラデス諸島の一部である。
τὸ δὲ συνεχὲς τὸ Αἰγαῖόν ἐστιν ἤδη σὺν τῷ Μέλανι κόλπῳ καὶ τῷ Ἑλλησπόντῳ, καὶ τὸ Ἰκάριον καὶ Καρπάθιον μέχρι τῆς Ῥόδου καὶ Κρήτης καὶ τῶν πρώτων μερῶν τῆς Ἀσίας αἵ τε Κυκλάδες νῆσοι εἰσὶ καὶ αἱ Σποράδες καὶ αἱ προκείμεναι τῆς Καρίας καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι τῆς Τρῳάδος, λέγω δὲ Κῶ καὶ Σάμον καὶ Χίον καὶ Λέσβον καὶ Τένεδον·
それに続くのは、すでにメラス湾およびヘレスポントスを伴うエーゲ海であり、ロードス、クレータ、そしてアジアの最初の部分に至るまでのイカリア海およびカルパトス海である。 そして、ククラデス諸島、スポラデス諸島、そしてカリア、イオニア、アイオリスの前方に横たわりトロアスに至るまでの島々、すなわちコス、サモス、キオス、レスボス、テネドスがある。
ὡς δʼ αὕτως αἱ προκείμεναι τῆς Ἑλλάδος μέχρι τῆς Μακεδονίας καὶ τῆς ὁμόρου Θρᾴκης Εὔβοιά τε καὶ Σκῦρος καὶ Πεπάρηθος καὶ Λῆμνος καὶ Θάσος καὶ Ἴμβρος καὶ Σαμοθρᾴκη καὶ ἄλλαι πλείους, περὶ ὧν ἐν τοῖς καθʼ ἕκαστα δηλώσομεν.
同様に、ギリシアの前方に横たわりマケドニアおよび隣接するトラキアに至るまでの島々、エウボイア、スキュロス、ペパレトス、レムノス、タソス、インブロス、サモトラキ、その他多くの島々があり、これらについては個々の叙述において明らかにする。
ἔστι δὲ τὸ μῆκος τῆς θαλάττης ταύτης περὶ τετρακισχιλίους ἢ μικρῷ πλείους, τὸ δὲ πλάτος περὶ δισχιλίους.
この海の長さは約4000スタディオンまたはそれよりわずかに多く、幅は約2000スタディオンである。
περιέχεται δὲ ὑπὸ τῶν λεχθέντων μερῶν τῆς Ἀσίας καὶ τῆς ἀπὸ Σουνίου μέχρι Θερμαίου κόλπου πρὸς ἄρκτον ἐχούσης τὸν πλοῦν παραλίας καὶ τῶν Μακεδονικῶν κόλπων μέχρι τῆς Θρᾳκίας χερρονήσου.
そして、それは述べられたアジアの部分、およびスニオンからテルマイオス湾に至るまで北へと航路を持つ沿岸、およびトラキアのケルソネソスに至るまでのマケドニアの諸湾によって囲まれている。

語釈・文法注

  1. 2.5.20σύρρουν ἐκείνῳ καὶ συνεχές — 代名詞 ἐκείνῳ(あれに)が指す対象は、文脈上、直前に述べられたリビア海、あるいはそれまでに言及された海(内海全体)を指すと考えられる。中性形容詞 σύρρουν(合流する)および συνεχές(連続する)は主格中性単数であり、先行する τὸ Αὐσόνιον(アウソニア海)を同格的、あるいは叙述的に修飾している。
  2. p.166τῶν μὲν τρισχιλίων — τῶν μὲν τρισχιλίων は比較級 ἔλαττον(より小さい)が要求する比較の属格であり、「3000スタディオンよりも小さい」という意味になる。数詞に冠詞 τῶν が付いているのは、ある特定の、あるいは概数としての基準を指すためである。
  3. p.167τῆς ... ἐχούσης τὸν πλοῦν — 属格分詞句 πρὸς ἄρκτον ἐχούσης τὸν πλοῦν は παραλίας(沿岸、属格)を修飾している。τὸν πλοῦν ἔχω は「航路を持つ」あるいは「航行の方向が向いている」という意味の慣用表現であり、全体として「スニオンからテルマイオス湾に至るまで北の方へと航海方向が伸びている沿岸」を表す。

この箇所を引用する

ストラボン, 地理誌 §2.5.20-2.5.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.20-2.5.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。