Humanitext Reader

ストラボン · 地理誌 §2.5.18-2.5.19

四大湾の概要とヘラクレスの柱からシチリアまでの地誌

83 / 577 箇所 · ギリシア語

要旨

居住世界における四大湾(カスピ海、ペルシア湾、アラビア湾、内海)の特徴と内海沿岸の重要性を解説し、内海の入り口であるヘラクレスの柱からシチリア島にかけての各沿岸部の地理、長さ、幅、および周辺の島々について詳述している。

§2.5.18λέγομεν δʼ ἀναλαβόντες ἀπὸ τῆς πρώτης ὑποτυπώσεως ὅτι ἡ καθʼ ἡμᾶς οἰκουμένη γῆ περίρρυτος οὖσα δέχεται κόλπους εἰς ἑαυτὴν ἀπὸ τῆς ἔξω θαλάττης κατὰ τὸν ὠκεανὸν πολλούς, μεγίστους δὲ τέτταρας·
最初の概要から立ち返って述べるなら、我々の居住世界は周囲を海に囲まれており、外海から大洋に沿って多くの湾を自らの内へと迎え入れているが、そのうち最大級のものは四つある。
ὧν ὁ μὲν βόρειος Κασπία καλεῖται θάλαττα (οἱ δʼ Ὑρκανίαν προσαγορεύουσιν), ὁ δὲ Περσικὸς καὶ Ἀράβιος ἀπὸ τῆς νοτίας ἀναχέονται θαλάττης, ὁ μὲν τῆς Κασπίας κατʼ ἀντικρὺ μάλιστα ὁ δὲ τῆς Ποντικῆς, τὸν δὲ τέταρτον, ὅσπερ πολὺ τούτους ὑπερβέβληται κατὰ τὸ μέγεθος, ἡ ἐντὸς καὶ καθʼ ἡμᾶς λεγομένη θάλαττα ἀπεργάζεται, τὴν μὲν ἀρχὴν ἀπὸ τῆς ἑσπέρας λαμβάνουσα καὶ τοῦ κατὰ τὰς Ἡρακλείους στήλας πορθμοῦ, μηκυνομένη δʼ εἰς τὸ πρὸς ἕω μέρος ἐν ἄλλῳ πλάτει, μετὰ δὲ ταῦτα σχιζομένη καὶ τελευτῶσα εἰς δύο κόλπους πελαγίους, τὸν μὲν ἐν ἀριστερᾷ, ὅνπερ Εὔξεινον πόντον προσαγορεύομεν, τὸν δʼ ἕτερον τὸν συγκείμενον ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ Ἰσσικοῦ.
そのうち、北のものはカスピ海と呼ばれ(ある人々はヒュルカニア海と呼ぶ)、ペルシア湾とアラビア湾は南の海から流れ込んでおり、一方はほぼカスピ海の真向かいに、他方はポントス海の真向かいに位置している。 そして第四の、大きさにおいてこれらを遥かに凌駕するものは、内なる、そして我々側の海と呼ばれるものが作り出している。 それは西方とヘラクレスの柱のところの海峡から始まりを迎え、東方へと異なる幅を持って伸び、その後、分岐して二つの広大な湾に終わる。 一方は左側にあり、我々がエウクセイノス・ポントスと呼ぶものであり、他方はエジプト海、パンピュリア海、イッソス海から構成されるものである。
ἅπαντες δʼ οἱ λεχθέντες κόλποι ἀπὸ τῆς ἔξω θαλάττης στενὸν ἔχουσι τὸν εἴσπλουν, μᾶλλον μὲν ὅ τε Ἀράβιος καὶ ὁ κατὰ στήλας, ἧττον δʼ οἱ λοιποί.
これら述べられたすべての湾は、外海からの入り口が狭く、アラビア湾と柱のところの海峡がより狭く、残りのものはそれよりは狭くない。
ἡ δὲ περικλείουσα αὐτοὺς γῆ τριχῆ νενέμηται, καθάπερ εἴρηται.
そして、これらを取り囲む陸地は、言われたように三つに分割されている。
ἡ μὲν οὖν Εὐρώπη πολυσχημονεστάτη πασῶν ἐστιν, ἡ δὲ Λιβύη τἀναντία πέπονθεν, ἡ δὲ Ἀσία μέσην πως ἀμφοῖν ἔχει τὴν διάθεσιν.
すなわち、ヨーロッパが最も複雑な形をしており、リビアはこれと反対の性質を被っており、アジアは両者の中間のような配置をしている。
ἅπασαι δʼ ἐκ τῆς ἐντὸς παραλίας ἔχουσι τὴν αἰτίαν τοῦ τε πολυσχήμονος καὶ τοῦ μή, ἡ δʼ ἐκτὸς πλὴν τῶν λεχθέντων κόλπων ἁπλῆ καὶ χλαμυδοειδής ἐστιν, ὡς εἶπον, τὰς δʼ ἄλλας ἐν μικρῷ διαφορὰς ἐατέον·
これらはすべて、内なる沿岸によって、形が複雑であるかないかの原因を有しており、外なる沿岸は、述べられた湾を除けば、私が言ったように単純で外套のような形をしており、その他の小さな違いは無視せねばならない。
οὐδὲν γὰρ ἐν τοῖς μεγάλοις τὸ μικρόν.
大きなことにおいては小さなことは取るに足らないからである。
ἔτι δʼ ἐπεὶ κατὰ τὴν γεωγραφικὴν ἱστορίαν οὐ σχήματα μόνον ζητοῦμεν καὶ μεγέθη τόπων, ἀλλὰ καὶ σχέσεις πρὸς ἄλληλα αὐτῶν, ὥσπερ ἔφαμεν, καὶ ἐνταῦθα τὸ ποικίλον ἡ ἐντὸς παραλία παρέχεται μᾶλλον ἢ ἡ ἐκτός.
さらに、地理学的な記述においては、場所の形状や大きさだけでなく、お互の位置関係をも探求するのであり、我々が述べたように、内なる沿岸はこの点でも外なる沿岸よりも多様性をもたらしている。
πολὺ δʼ ἐστὶ καὶ τὸ γνώριμον καὶ τὸ εὔκρατον καὶ τὸ πόλεσι καὶ ἔθνεσιν εὐνομουμένοις συνοικούμενον μᾶλλον ἐνταῦθα ἢ ἐκεῖ.
そしてまた、よく知られ、気候が温暖で、よく治められた都市や民族がともに住んでいるという点も、あちらよりもこちらに遥かに多く存在している。
ποθοῦμεν δὲ εἰδέναι ταῦτα, ἐν οἷς πλείους παραδίδονται πράξεις καὶ πολιτεῖαι καὶ τέχναι καὶ τἆλλα ὅσα εἰς φρόνησιν συνεργεῖ, αἵ τε χρεῖαι συνάγουσιν ἡμᾶς πρὸς ἐκεῖνα ὧν ἐν ἐφικτῷ αἱ ἐπιπλοκαὶ καὶ κοινωνίαι·
我々は、より多くの歴史的出来事、国家体制、技術、大凡その他知恵に資するすべてのものが伝えられているような、そのような場所を知ることを切望するのであり、また実用的な必要性も、その接触や交流が手の届く範囲にあるような、そのような関係に我々を引き寄せる。
ταῦτα δʼ ἐστὶν ὅσα οἰκεῖται, μᾶλλον δʼ οἰκεῖται καλῶς.
そして、これらは人が住んでいる場所、とりわけ、よく住まわれている場所である。
πρὸς ἅπαντα δὲ τὰ τοιαῦτα, ὡς ἔφην, ἡ παρʼ ἡμῖν θάλαττα πλεονέκτημα ἔχει μέγα· καὶ δὴ καὶ ἔνθεν ἀρκτέον τῆς περιηγήσεως.
こうしたすべてのことに対して、私が述べたように、我々の側の海は大きな利点を持っており、まさにここから地誌を始めるべきである。
§2.5.19εἴρηται δὲ ὅτι ἀρχὴ τοῦδε τοῦ κόλπου ἐστὶν ὁ κατὰ τὰς στήλας πορθμός·
そして、この湾の始まりは柱のところの海峡であると述べられた。
τὸ δὲ στενώτατον τούτου περὶ ἑβδομήκοντα σταδίους λέγεται·
これの最も狭い部分は約70スタディオンと言われている。
παραπλεύσαντι δὲ τὸν στενωπὸν ἑκατὸν καὶ εἴκοσι σταδίων ὄντα διάστασιν λαμβάνουσιν αἱ ᾐόνες ἀθρόαν, ἡ δʼ ἐν ἀριστερᾷ μᾶλλον·
120スタディオンに及ぶこの狭路を船で通り抜けた者にとって、両海岸は急激に広がりを見せ、特に左側の海岸がそうである。
εἶτʼ ὄψις μεγάλου φαίνεται πελάγους.
次いで、大いなる海の光景が現れる。
ὁρίζεται δʼ ἐκ μὲν τοῦ δεξιοῦ πλευροῦ τῇ Λιβυκῇ παραλίᾳ μέχρι Καρχηδόνος, ἐκ δὲ θατέρου τῇ τε Ἰβηρικῇ καὶ τῇ Κελτικῇ κατὰ Νάρβωνα καὶ Μασσαλίαν, καὶ μετὰ ταῦτα τῇ Λιγυστικῇ, τελευταίᾳ δὲ τῇ Ἰταλικῇ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ.
そして、それは右側はカルタゴまでのリビア沿岸によって、他方はナルボンやマッサリアのあたりのイベリアおよびケルト沿岸、次いでリグリア沿岸、最後にシチリア海峡までのイタリア沿岸によって画定される。
τὸ δʼ ἑῷον τοῦ πελάγους πλευρὸν ἡ Σικελία ἐστὶ καὶ οἱ ἑκατέρωθεν αὐτῆς πορθμοί, ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ ἑπταστάδιος, ὁ δὲ πρὸς τῇ Καρχηδόνι χιλίων καὶ πεντακοσίων σταδίων.
そしてその海の東の側はシチリア島と、その両側にある海峡である。 一方はイタリアの側にある7スタディオンの海峡、他方はカルタゴの側にある1500スタディオンの海峡である。
ἡ δʼ ἀπὸ τῶν στηλῶν ἐπὶ τὸ ἑπταστάδιον γραμμὴ μέρος μέν ἐστι τῆς ἐπὶ Ῥόδον καὶ τὸν Ταῦρον, μέσον δέ πως τέμνει τὸ λεχθὲν πέλαγος· λέγεται δὲ σταδίων μυρίων καὶ δισχιλίων·
そして、柱から7スタディオンの海峡へ至る線は、ロードスおよびタウロス山脈へ至る線の一部であり、述べられた海をほぼ中央で切り裂いており、1万2千スタディオンと言われている。
τοῦτο μὲν δὴ τὸ μῆκος τοῦ πελάγους, πλάτος δὲ τὸ μέγιστον ὅσον πεντακισχιλίων σταδίων τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου μεταξὺ Μασσαλίας καὶ Νάρβωνος ἐπὶ τὴν κατʼ ἀντικρὺ Λιβύην.
これがこの海の長さであり、最大幅はマッサリアとナルボンの間のガリア湾から真向かいのリビアに至るおよそ5000スタディオンである。
καλοῦσι δὲ τὸ πρὸς τῇ Λιβύῃ πᾶν μέρος τῆς θαλάττης ταύτης Λιβυκὸν πέλαγος, τὸ δὲ πρὸς τῇ κατʼ ἀντικρὺ γῇ τὸ μὲν Ἰβηρικὸν τὸ δὲ Λιγυστικὸν τὸ δὲ Σαρδόνιον, τελευταῖον δὲ μέχρι τῆς Σικελίας τὸ Τυρρηνικόν.
そして人々は、この海のリビアに面したすべての部分をリビア海と呼び、真向かいの陸地に面した部分は、ある部分をイベリア海、別の部分をリグリア海、さらに別の部分をサルドニア海、そして最後にシチリアに至るまでをティレニア海と呼ぶ。
νῆσοι δʼ εἰσὶν ἐν μὲν τῇ παραλίᾳ τῇ κατὰ τὸ Τυρρηνικὸν πέλαγος μέχρι τῆς Λιγυστικῆς συχναί, μέγισται δὲ Σαρδὼ καὶ Κύρνος, μετά γε τὴν Σικελίαν·
島々は、ティレニア海に面した沿岸からリグリア海に至るまでの間に数多くあり、シチリア島に次いで最大なのはサルドとキュルノスである。
αὕτη δὲ καὶ τῶν ἄλλων ἐστὶ μεγίστη τῶν καθʼ ἡμᾶς καὶ ἀρίστη.
そしてこの島は、我々の海の他のすべての島々の中でも最大かつ最良のものである。
πολὺ δὲ τούτων λειπόμεναι πελάγιαι μὲν Πανδατερία τε καὶ Ποντία, πρόσγειοι δὲ Αἰθαλία τε καὶ Πλανασία καὶ Πιθηκοῦσσα καὶ Προχύτη καὶ Καπρίαι καὶ Λευκωσία καὶ ἄλλαι τοιαῦται.
これらに遥かに及ばないものとして、外洋にある島々にはパンダテリアやポンティアがあり、陸地に近い島々にはアイタリア、プラナシア、ピテクサ、プロキュテ、カプリアイ、レウコシア、およびその他同様の島々がある。
ἐπὶ θάτερα δὲ τῆς Λιγυστικῆς αἱ πρὸ τῆς λοιπῆς ᾐόνος μέχρι στηλῶν οὐ πολλαί, ὧν εἰσιν ἥ τε Γυμνησία καὶ Ἔβυσος·
リグリア海の反対側の、柱に至る残りの沿岸の前に横たわる島々は多くなく、その中にはグムネシアやエブソスがある。
οὐ πολλαὶ δʼ οὐδʼ αἱ πρὸ τῆς Λιβύης καὶ τῆς Σικελίας, ὧν εἰσι Κόσσουρά τε καὶ Αἰγίμουρος καὶ αἱ Λιπαραίων νῆσοι, ἃς Αἰόλου τινὲς προσαγορεύουσι.
また、リビアやシチリアの前に横たわる島々も多くなく、その中にはコッスラ、アイギムロス、およびある人々がアイオロスの島々と呼ぶリパラ諸島がある。

語釈・文法注

  1. 2.5.18ὁ μὲν τῆς Κασπίας κατʼ ἀντικρὺ μάλιστα ὁ δὲ τῆς Ποντικῆς — ペルシア湾とアラビア湾の位置関係を説明する箇所で、省略を補って読む必要がある。"ὁ μὲν" は先行する "ὁ Περσικὸς" を、"ὁ δὲ" は "ὁ Ἀράβιος" を指し、それぞれに対応する動詞 "κεῖται"(位置する)が省略されている。「一方はカスピ海のほぼ真向かいに(位置し)、他方はポントス海の(真向かいに位置する)」と解釈される。
  2. 2.5.18τὴν μὲν ἀρχὴν ἀπὸ τῆς ἑσπέρας λαμβάνουσα — "τὴν ἀρχὴν" の格と機能についての判断。"τὴν ἀρχὴν" は副詞的対格(「そもそも」「まず第一に」)として機能しているとする説もあるが、ここでは直後の "λαμβάνουσα" の直接目的語として「(その)始まりを〜から取る」と解釈するのが、後続する分詞 "μηκυνομένη" や "σχιζομένη" との構造的バランスにおいて自然である。
  3. 2.5.19παραπλεύσαντι δὲ τὸν στενωπὸν ἑκατὸν καὶ εἴκοσι σταδίων ὄντα — "παραπλεύσαντι" は完了またはアオリストの与格分詞で、いわゆる「地理的与格」(〜を航海する者にとって)として機能している。主節の主動詞 "λαμβάνουσι"(広がりを見せる)の主語は "αἱ ᾐόνες"(両海岸)であり、この与格分詞は空間的な視点を導入するための条件文(「〜を航行した者には……が見える」)のような役割を果たしている。

この箇所を引用する

ストラボン, 地理誌 §2.5.18-2.5.19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.18-2.5.19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。