Humanitext Reader

斯特拉波 · 地理学 §2.5.20-2.5.21

西西里以东的海域与苏尔特斯及诸岛

第 84 段,共 577 段 · 希腊语

内容简介

作者描述了西西里岛以东的海域,列举了苏尔特斯湾、西西里海、亚得里亚海(伊奥尼亚湾)以及爱琴海的位置关系与尺寸,并提及了这些海域中的众多岛屿。

§2.5.20μετὰ δὲ τὴν Σικελίαν καὶ τοὺς ἑκατέρωθεν πορθμοὺς ἄλλα πελάγη συνάπτει, τό τε πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καὶ αὐταὶ αἱ Σύρτεις καὶ τὸ Αὐσόνιον μὲν πάλαι νῦν δὲ καλούμενον Σικελικόν, σύρρουν ἐκείνῳ καὶ συνεχές.
在西西里岛及其两侧的海峡之后,接连着其他海域,即苏尔特斯和基雷奈卡前方的海、苏尔特斯本身,以及过去被称为奥索尼亚海而现在被称为西西里海的海,它与那片海相汇且相连。
τὸ μὲν οὖν πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καλεῖται Λιβυκόν, τελευτᾷ δʼ εἰς τὸ Αἰγύπτιον πέλαγος.
因此,苏尔特斯和基雷奈卡前方的海被称为利比亚海,它终结于埃及海。
τῶν δὲ Σύρτεων ἡ μὲν ἐλάττων ἐστὶν ὅσον χιλίων καὶ ἑξακοσίων σταδίων τὴν περίμετρον· πρόκεινται δʼ ἐφʼ ἑκάτερα τοῦ στόματος νῆσοι Μῆνίγξ τε καὶ Κέρκινα· τῆς δὲ μεγάλης Σύρτεώς φησιν Ἐρατοσθένης τὸν κύκλον εἶναι πεντακισχιλίων, τὸ δὲ βάθος χιλίων ὀκτακοσίων ἀφʼ Ἑσπερίδων εἰς Αὐτόμαλα καὶ τὸ τῆς Κυρηναίας μεθόριον πρὸς τὴν ἄλλην τὴν ταύτῃ Λιβύην· ἄλλοι δὲ τὸν περίπλουν τετρακισχιλίων σταδίων εἶπον, τὸ δὲ βάθος χιλίων πεντακοσίων, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.
在两个苏尔特斯湾中,较小的一个周长约为一千六百斯塔德;在其入口的两侧,前横着梅宁克斯岛和塞尔基纳岛;至于大苏尔特斯湾,埃拉托斯特尼说其湾曲为五千斯塔德,其深度(或奥行)从赫斯佩里得斯到奥托马拉以及基雷奈卡与该地区其他利比亚的国界为一千八百斯塔德;但其他人说其航程为四千斯塔德,深度为一千五百斯塔德,这也等同于入口的宽度。
τὸ δὲ Σικελικὸν πέλαγος πρὸ τῆς Σικελίας ἐστὶ καὶ τῆς Ἰταλίας ἐπὶ τὸ πρὸς ἕω μέρος καὶ ἔτι τοῦ μεταξὺ πόρου τῆς τε Ῥηγίνης μέχρι Λοκρῶν, καὶ τῆς Μεσσηνίας μέχρι Συρακουσσῶν καὶ Παχύνου.
西西里海位于西西里和意大利的东侧前方,并进一步延伸于雷吉翁领地至洛克里之间,以及美塞尼亚领地至叙拉古和帕丘诺斯之间的通道中。
αὔξεται δʼ ἐπὶ μὲν τὸ πρὸς ἕω μέρος μέχρι τῶν ἄκρων τῆς Κρήτης, καὶ τὴν Πελοπόννησον δὲ περικλύζει τὴν πλείστην, καὶ πληροῖ τὸν Κορινθιακὸν καλούμενον κόλπον· πρὸς ἄρκτους δὲ ἐπί τε ἄκραν Ἰαπυγίαν καὶ τὸ στόμα τοῦ Ἰονίου κόλπου καὶ τῆς Ἠπείρου τὰ νότια μέρη μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου καὶ τῆς συνεχοῦς παραλίας τῆς ποιούσης τὸν Κορινθιακὸν κόλπον πρὸς τὴν Πελοπόννησον.
它向东面扩大,一直延伸到克里特的岬角,并冲刷着伯罗奔尼撒的大部分地区,填满了被称为科林斯湾的海湾;向北则延伸到伊阿庇吉亚岬角、伊奥尼亚湾的入口以及伊庇鲁斯的南部地区,直到安布拉基亚湾和向着伯罗奔尼撒形成科林斯湾的连续海岸。
ὁ δʼ Ἰόνιος κόλπος μέρος ἐστὶ τοῦ νῦν Ἀδρίου λεγομένου·
伊奥尼亚湾是如今被称为亚得里亚海的一部分。
τούτου δὲ τὴν μὲν ἐν δεξιᾷ πλευρὰν ἡ Ἰλλυρὶς ποιεῖ, τὴν δʼ εὐώνυμον ἡ Ἰταλία μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀκυληίαν.
这片海的右侧由伊利里亚构成,左侧由意大利构成,一直延伸到阿奎莱亚附近的最深处。
ἔστι δὲ πρὸς ἄρκτον ἅμα καὶ πρὸς τὴν ἑσπέραν ἀνέχων στενὸς καὶ μακρός, μῆκος μὲν ὅσον ἑξακισχιλίων σταδίων, πλάτος δὲ τὸ μέγιστον διακοσίων ἐπὶ τοῖς χιλίοις.
它同时向北和向西延伸,狭长,长度约为六千斯塔德,最大宽度为一千二百斯塔德。
νῆσοι δέ εἰσιν ἐνταῦθα συχναὶ μὲν αἱ πρὸ τῆς Ἰλλυρίδος, αἵ τε Ἀψυρτίδες καὶ Κυρικτικὴ καὶ Λιβυρνίδες, ἔτι δʼ Ἴσσα καὶ Τραγούριον καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος, πρὸ τῆς Ἰταλίας δὲ αἱ Διομήδειοι.
这里的岛屿在伊利里亚前方有很多,包括阿普叙尔蒂得斯群岛、居里克蒂凯、利布尔尼得斯群岛,此外还有伊萨、特拉古里翁、黑科尔居拉和法罗斯,而在意大利前方有迪奥墨得斯群岛。
τοῦ Σικελικοῦ δὲ τὸ ἐπὶ Κρήτην ἀπὸ Παχύνου τετρακισχιλίων καὶ πεντακοσίων σταδίων φασί· τοσοῦτον δὲ καὶ τὸ ἐπὶ Ταίναρον τῆς Λακωνικῆς· τὸ δὲ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ τὸν μυχὸν τοῦ Κορινθιακοῦ κόλπου τῶν μὲν τρισχιλίων ἐστὶν ἔλαττον, τὸ δʼ ἀπὸ Ἰαπυγίας εἰς τὴν Λιβύην πλέον τῶν τετρακισχιλίων ἐστί.
据称,西西里海从帕丘诺斯到克里特岛的距离为四千五百斯塔德;到拉科尼亚的泰纳龙岬角也是相同的距离;而从伊阿庇吉亚岬角到科林斯湾最深处的距离少于三千斯塔德,从伊阿庇吉亚到利比亚的距离则超过四千斯塔德。
νῆσοι δʼ εἰσὶν ἐνταῦθα ἥ τε Κόρκυρα καὶ Σύβοτα πρὸ τῆς Ἠπειρώτιδος, καὶ ἐφεξῆς πρὸ τοῦ Κορινθιακοῦ κόλπου Κεφαλληνία καὶ Ἰθάκη καὶ Ζάκυνθος καὶ Ἐχινάδες.
这里的岛屿有伊庇鲁斯陆地前方的科尔居拉和叙博塔,以及接连在科林斯湾前方的凯法利尼亚、伊萨卡、扎金索斯和埃奇纳得斯群岛。
§2.5.21τῷ δὲ Σικελικῷ συνάπτει τὸ Κρητικὸν πέλαγος καὶ τὸ Σαρωνικὸν καὶ τὸ Μυρτῷον, ὃ μεταξὺ τῆς Κρήτης ἐστὶ καὶ τῆς Ἀργείας καὶ τῆς Ἀττικῆς, πλάτος ἔχον τὸ μέγιστον τὸ ἀπὸ τῆς Ἀττικῆς ὅσον χιλίων καὶ διακοσίων σταδίων, μῆκος δʼ ἔλαττον ἢ διπλάσιον.
与西西里海相连的有克里特海、萨罗尼克湾以及米尔托斯海,后者位于克里特、阿尔戈斯地区和阿提卡之间,从阿提卡算起的最大宽度约为一千二百斯塔德,长度则不到其两倍。
ἐν τούτῳ δὲ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ αἱ περὶ Αἴγιναν καὶ Σαλαμῖνα καὶ τῶν Κυκλάδων τινές.
在这片海域中的岛屿有基西拉、卡劳里亚,以及埃伊纳和萨拉米斯周围的岛屿,和基克拉泽斯群岛的一部分。
τὸ δὲ συνεχὲς τὸ Αἰγαῖόν ἐστιν ἤδη σὺν τῷ Μέλανι κόλπῳ καὶ τῷ Ἑλλησπόντῳ, καὶ τὸ Ἰκάριον καὶ Καρπάθιον μέχρι τῆς Ῥόδου καὶ Κρήτης καὶ τῶν πρώτων μερῶν τῆς Ἀσίας αἵ τε Κυκλάδες νῆσοι εἰσὶ καὶ αἱ Σποράδες καὶ αἱ προκείμεναι τῆς Καρίας καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι τῆς Τρῳάδος, λέγω δὲ Κῶ καὶ Σάμον καὶ Χίον καὶ Λέσβον καὶ Τένεδον· ὡς δʼ αὕτως αἱ προκείμεναι τῆς Ἑλλάδος μέχρι τῆς Μακεδονίας καὶ τῆς ὁμόρου Θρᾴκης Εὔβοιά τε καὶ Σκῦρος καὶ Πεπάρηθος καὶ Λῆμνος καὶ Θάσος καὶ Ἴμβρος καὶ Σαμοθρᾴκη καὶ ἄλλαι πλείους, περὶ ὧν ἐν τοῖς καθʼ ἕκαστα δηλώσομεν.
与之相连的紧接着就是包括梅拉斯湾和赫勒斯蓬特在内的爱琴海,以及直到罗德岛、克里特和亚洲最前沿部分为止的伊卡里亚海和卡尔帕索斯海;其中有基克拉泽斯群岛、孢子群岛,以及横在卡里亚、伊奥尼亚和埃奥利斯前方直到特罗阿斯为止的岛屿,我指的是科斯、萨摩斯、希奥斯、莱斯沃斯和特内多斯;同样还有横在希腊前方直到马其顿和接壤的色雷斯为止的岛屿,即优卑亚、斯基罗斯、佩帕雷托斯、利姆诺斯、萨索斯、安布罗斯、萨莫色雷斯及其他许多岛屿,关于这些我们将在详细记述中予以阐明。
ἔστι δὲ τὸ μῆκος τῆς θαλάττης ταύτης περὶ τετρακισχιλίους ἢ μικρῷ πλείους, τὸ δὲ πλάτος περὶ δισχιλίους.
这片海洋的长度约为四千斯塔德或稍微多一点,宽度约为二千斯塔德。
περιέχεται δὲ ὑπὸ τῶν λεχθέντων μερῶν τῆς Ἀσίας καὶ τῆς ἀπὸ Σουνίου μέχρι Θερμαίου κόλπου πρὸς ἄρκτον ἐχούσης τὸν πλοῦν παραλίας καὶ τῶν Μακεδονικῶν κόλπων μέχρι τῆς Θρᾳκίας χερρονήσου.
它被上述亚洲的部分、从苏尼翁到塞尔迈湾向北延伸航线的海岸,以及直到色雷斯半岛为止的马其顿诸湾所包围。

词汇与语法注释

  1. 2.5.20σύρρουν ἐκείνῳ καὶ συνεχές — 代词 ἐκείνῳ(与那)在语境中指代刚刚提到的利比亚海,或更广泛地指代前文所述的内海。中性形容词 σύρρουν(合流的)和 συνεχές(连续的)为单数中性主格,修饰 τὸ Αὐσόνιον(奥索尼亚海),作同位语或谓语性修饰语。
  2. p.166τῶν μὲν τρισχιλίων — 短语 τῶν μὲν τρισχιλίων 是由比较级形容词 ἔλαττον(更少)支配的比较属格,意为“少于三千”。数词前带有定冠词 τῶν 旨在指示某个特定的或公认的标准数值。
  3. p.167τῆς ... ἐχούσης τὸν πλοῦν — 属格分词短语 πρὸς ἄρκτον ἐχούσης τὸν πλοῦν 修饰属格阴性单数名词 παραλίας(海岸)。短语 τὸν πλοῦν ἔχω 意为“拥有航道”或“航行方向朝向”,整句描述“从苏尼翁到塞尔迈湾向北延伸(航向朝北)的海岸”。

引用这一段

斯特拉波, 地理学 §2.5.20-2.5.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.20-2.5.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。