Humanitext Reader

斯特拉波 · 地理学 §2.5.18-2.5.19

四大海湾概述与赫拉克勒斯之柱至西西里地志

第 83 段,共 577 段 · 希腊语

内容简介

作者阐述了居住世界四大海湾(里海、波斯湾、阿拉伯湾及内海)的特征和内沿海的重要性,并详述了内海从赫拉克勒斯之柱到西西里岛的各沿海地理、长宽数据以及周边岛屿。

§2.5.18λέγομεν δʼ ἀναλαβόντες ἀπὸ τῆς πρώτης ὑποτυπώσεως ὅτι ἡ καθʼ ἡμᾶς οἰκουμένη γῆ περίρρυτος οὖσα δέχεται κόλπους εἰς ἑαυτὴν ἀπὸ τῆς ἔξω θαλάττης κατὰ τὸν ὠκεανὸν πολλούς, μεγίστους δὲ τέτταρας·
回到我们最初的概述来说,我们居住的世界是被水环绕的,它从外海沿着大洋向其内部接纳了许多海湾,其中最大的有四个。
ὧν ὁ μὲν βόρειος Κασπία καλεῖται θάλαττα (οἱ δʼ Ὑρκανίαν προσαγορεύουσιν), ὁ δὲ Περσικὸς καὶ Ἀράβιος ἀπὸ τῆς νοτίας ἀναχέονται θαλάττης, ὁ μὲν τῆς Κασπίας κατʼ ἀντικρὺ μάλιστα ὁ δὲ τῆς Ποντικῆς, τὸν δὲ τέταρτον, ὅσπερ πολὺ τούτους ὑπερβέβληται κατὰ τὸ μέγεθος, ἡ ἐντὸς καὶ καθʼ ἡμᾶς λεγομένη θάλαττα ἀπεργάζεται, τὴν μὲν ἀρχὴν ἀπὸ τῆς ἑσπέρας λαμβάνουσα καὶ τοῦ κατὰ τὰς Ἡρακλείους στήλας πορθμοῦ, μηκυνομένη δʼ εἰς τὸ πρὸς ἕω μέρος ἐν ἄλλῳ πλάτει, μετὰ δὲ ταῦτα σχιζομένη καὶ τελευτῶσα εἰς δύο κόλπους πελαγίους, τὸν μὲν ἐν ἀριστερᾷ, ὅνπερ Εὔξεινον πόντον προσαγορεύομεν, τὸν δʼ ἕτερον τὸν συγκείμενον ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ Ἰσσικοῦ.
在这些海湾中,北面的一个被称为里海(也有人称其为希尔卡尼亚海),而波斯湾和阿拉伯湾则从南海注入,前者几乎正对着里海,后者正对着黑海;而第四个海湾在面积上远远超过了这些,它是由被称为内海及我们这边的海所构成的。 它以西方和赫拉克勒斯之柱的海峡为起点,以不同的宽度向东部延伸,随后分裂并终结于两个宽阔的海湾,一个在左侧,我们称之为厄克辛海,另一个则由埃及海、潘菲利亚海和伊苏斯海组成。
ἅπαντες δʼ οἱ λεχθέντες κόλποι ἀπὸ τῆς ἔξω θαλάττης στενὸν ἔχουσι τὸν εἴσπλουν, μᾶλλον μὲν ὅ τε Ἀράβιος καὶ ὁ κατὰ στήλας, ἧττον δʼ οἱ λοιποί.
所有上述海湾从外海进入的通道都很狭窄,阿拉伯湾和柱处的通道更狭窄一些,其余的则不那么狭窄。
ἡ δὲ περικλείουσα αὐτοὺς γῆ τριχῆ νενέμηται, καθάπερ εἴρηται.
而包围它们的陆地被分为三部分,正如已经说过的。
ἡ μὲν οὖν Εὐρώπη πολυσχημονεστάτη πασῶν ἐστιν, ἡ δὲ Λιβύη τἀναντία πέπονθεν, ἡ δὲ Ἀσία μέσην πως ἀμφοῖν ἔχει τὴν διάθεσιν.
因此,欧洲是所有陆地中轮廓最复杂的一个,利比亚则相反,而亚洲的布局介于两者之间。
ἅπασαι δʼ ἐκ τῆς ἐντὸς παραλίας ἔχουσι τὴν αἰτίαν τοῦ τε πολυσχήμονος καὶ τοῦ μή, ἡ δʼ ἐκτὸς πλὴν τῶν λεχθέντων κόλπων ἁπλῆ καὶ χλαμυδοειδής ἐστιν, ὡς εἶπον, τὰς δʼ ἄλλας ἐν μικρῷ διαφορὰς ἐατέον· οὐδὲν γὰρ ἐν τοῖς μεγάλοις τὸ μικρόν.
所有这些陆地轮廓复杂与否的原因都在于内沿海,而外沿海除了上述海湾外,正如我所说,是简单且呈斗篷状的,其他微小的差异应当予以忽略;因为在宏大的事物中,微小的事情微不足道。
ἔτι δʼ ἐπεὶ κατὰ τὴν γεωγραφικὴν ἱστορίαν οὐ σχήματα μόνον ζητοῦμεν καὶ μεγέθη τόπων, ἀλλὰ καὶ σχέσεις πρὸς ἄλληλα αὐτῶν, ὥσπερ ἔφαμεν, καὶ ἐνταῦθα τὸ ποικίλον ἡ ἐντὸς παραλία παρέχεται μᾶλλον ἢ ἡ ἐκτός.
此外,既然在地理描述中我们不仅寻求地方的形状和大小,而且还寻求它们之间的相互关系,正如我们所说,内沿海在这方面也比外沿海提供了更多的多样性。
πολὺ δʼ ἐστὶ καὶ τὸ γνώριμον καὶ τὸ εὔκρατον καὶ τὸ πόλεσι καὶ ἔθνεσιν εὐνομουμένοις συνοικούμενον μᾶλλον ἐνταῦθα ἢ ἐκεῖ.
而且,广为人知、气候温和、由治理良好的城市和民族共同居住的特点,在这里也远比在那里更为显著。
ποθοῦμεν δὲ εἰδέναι ταῦτα, ἐν οἷς πλείους παραδίδονται πράξεις καὶ πολιτεῖαι καὶ τέχναι καὶ τἆλλα ὅσα εἰς φρόνησιν συνεργεῖ, αἵ τε χρεῖαι συνάγουσιν ἡμᾶς πρὸς ἐκεῖνα ὧν ἐν ἐφικτῷ αἱ ἐπιπλοκαὶ καὶ κοινωνίαι·
我们渴望了解这些记录了更多历史事件、国家体制、技术以及其他一切有助于智慧之物的地方,而实用的需求也拉近了我们与那些交流和联系触手及的地方的距离。
ταῦτα δʼ ἐστὶν ὅσα οἰκεῖται, μᾶλλον δʼ οἰκεῖται καλῶς.
这些地方就是有人居住的地方,或者更确切地说是治理良好的居住地。
πρὸς ἅπαντα δὲ τὰ τοιαῦτα, ὡς ἔφην, ἡ παρʼ ἡμῖν θάλαττα πλεονέκτημα ἔχει μέγα· καὶ δὴ καὶ ἔνθεν ἀρκτέον τῆς περιηγήσεως.
正如我所说,对于所有这些事情,我们这边的海具有巨大的优势;确实,我们应当从这里开始我们的地理描述。
§2.5.19εἴρηται δὲ ὅτι ἀρχὴ τοῦδε τοῦ κόλπου ἐστὶν ὁ κατὰ τὰς στήλας πορθμός· τὸ δὲ στενώτατον τούτου περὶ ἑβδομήκοντα σταδίους λέγεται· παραπλεύσαντι δὲ τὸν στενωπὸν ἑκατὸν καὶ εἴκοσι σταδίων ὄντα διάστασιν λαμβάνουσιν αἱ ᾐόνες ἀθρόαν, ἡ δʼ ἐν ἀριστερᾷ μᾶλλον· εἶτʼ ὄψις μεγάλου φαίνεται πελάγους.
已经说过,这个海湾的起点是柱处的海峡;据说它最窄的地方大约有七十斯塔德;对于乘船通过这条长达一百二十斯塔德的狭道的人来说,两岸突然展现出开阔的视野,尤其是左侧的一岸;接着,一片广阔海洋的景象便展现在眼前。
ὁρίζεται δʼ ἐκ μὲν τοῦ δεξιοῦ πλευροῦ τῇ Λιβυκῇ παραλίᾳ μέχρι Καρχηδόνος, ἐκ δὲ θατέρου τῇ τε Ἰβηρικῇ καὶ τῇ Κελτικῇ κατὰ Νάρβωνα καὶ Μασσαλίαν, καὶ μετὰ ταῦτα τῇ Λιγυστικῇ, τελευταίᾳ δὲ τῇ Ἰταλικῇ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ.
它的右侧以利比亚海岸为界,一直延伸到迦太基,另一侧以纳尔榜和马萨利亚附近的伊比利亚和凯尔特海岸为界,随后是利古里亚海岸,最后是意大利海岸,一直延伸到西西里海峡。
τὸ δʼ ἑῷον τοῦ πελάγους πλευρὸν ἡ Σικελία ἐστὶ καὶ οἱ ἑκατέρωθεν αὐτῆς πορθμοί, ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ ἑπταστάδιος, ὁ δὲ πρὸς τῇ Καρχηδόνι χιλίων καὶ πεντακοσίων σταδίων.
这片海洋的东侧是西西里岛及其两侧的海峡,靠近意大利的海峡宽七斯塔德,靠近迦太基的海峡宽一千五百斯塔德。
ἡ δʼ ἀπὸ τῶν στηλῶν ἐπὶ τὸ ἑπταστάδιον γραμμὴ μέρος μέν ἐστι τῆς ἐπὶ Ῥόδον καὶ τὸν Ταῦρον, μέσον δέ πως τέμνει τὸ λεχθὲν πέλαγος· λέγεται δὲ σταδίων μυρίων καὶ δισχιλίων·
从柱到七斯塔德海峡的直线是通往罗德岛和托罗斯山脉的线的一部分,它大致从中间切割了上述海洋;据说其长度为一万二千斯塔德。
τοῦτο μὲν δὴ τὸ μῆκος τοῦ πελάγους, πλάτος δὲ τὸ μέγιστον ὅσον πεντακισχιλίων σταδίων τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου μεταξὺ Μασσαλίας καὶ Νάρβωνος ἐπὶ τὴν κατʼ ἀντικρὺ Λιβύην.
这确实是海洋的长度,而其最大宽度大约为五千斯塔德,即从马萨利亚和纳尔榜之间的加拉提亚湾到对面的利比亚。
καλοῦσι δὲ τὸ πρὸς τῇ Λιβύῃ πᾶν μέρος τῆς θαλάττης ταύτης Λιβυκὸν πέλαγος, τὸ δὲ πρὸς τῇ κατʼ ἀντικρὺ γῇ τὸ μὲν Ἰβηρικὸν τὸ δὲ Λιγυστικὸν τὸ δὲ Σαρδόνιον, τελευταῖον δὲ μέχρι τῆς Σικελίας τὸ Τυρρηνικόν.
人们将这片海洋靠近利比亚的所有部分称为利比亚海,而将靠近对面陆地的部分分别称为伊比利亚海、利古里亚海、萨尔多尼亚海,最后直到西西里岛为止的部分称为第勒尼安海。
νῆσοι δʼ εἰσὶν ἐν μὲν τῇ παραλίᾳ τῇ κατὰ τὸ Τυρρηνικὸν πέλαγος μέχρι τῆς Λιγυστικῆς συχναί, μέγισται δὲ Σαρδὼ καὶ Κύρνος, μετά γε τὴν Σικελίαν· αὕτη δὲ καὶ τῶν ἄλλων ἐστὶ μεγίστη τῶν καθʼ ἡμᾶς καὶ ἀρίστη.
在第勒尼安海沿岸一直到利古里亚海之间有许多岛屿,其中在西西里岛之后最大的是萨尔多岛和库尔诺斯岛;而西西里岛本身则是我们这边的海中其他所有岛屿中最大且最好的。
πολὺ δὲ τούτων λειπόμεναι πελάγιαι μὲν Πανδατερία τε καὶ Ποντία, πρόσγειοι δὲ Αἰθαλία τε καὶ Πλανασία καὶ Πιθηκοῦσσα καὶ Προχύτη καὶ Καπρίαι καὶ Λευκωσία καὶ ἄλλαι τοιαῦται.
远逊于这些岛屿的,外海岛屿中有潘达特里亚和蓬蒂亚,靠近陆地的岛屿中有埃塔利亚、普拉纳西亚、皮特库萨、普罗丘特、卡普里、莱科西亚以及其他类似的岛屿。
ἐπὶ θάτερα δὲ τῆς Λιγυστικῆς αἱ πρὸ τῆς λοιπῆς ᾐόνος μέχρι στηλῶν οὐ πολλαί, ὧν εἰσιν ἥ τε Γυμνησία καὶ Ἔβυσος· οὐ πολλαὶ δʼ οὐδʼ αἱ πρὸ τῆς Λιβύης καὶ τῆς Σικελίας, ὧν εἰσι Κόσσουρά τε καὶ Αἰγίμουρος καὶ αἱ Λιπαραίων νῆσοι, ἃς Αἰόλου τινὲς προσαγορεύουσι.
而在利古里亚海的另一侧,在通往柱的其余海岸前方的岛屿并不多,其中包括古姆内西亚和埃布索斯;在利比亚和西西里前方的岛屿也不多,其中包括科苏拉、埃吉姆鲁斯以及利帕里群岛(有些人称之为埃俄罗斯群岛)。

词汇与语法注释

  1. 2.5.18ὁ μὲν τῆς Κασπίας κατʼ ἀντικρὺ μάλιστα ὁ δὲ τῆς Ποντικῆς — 该句解释了波斯湾和阿拉伯湾的相对位置,使用了省略结构,阅读时需加以补充。“ὁ μὲν”指代前文的“ὁ Περσικὸς”(波斯湾),“ὁ δὲ”指代“ὁ Ἀράβιος”(阿拉伯湾),两句中均省略了表示“位于”的动词“κεῖται”。整体应理解为“前者(波斯湾)几乎正对着里海(而位于),后者(阿拉伯湾)正对着黑海(而位于)”。
  2. 2.5.18τὴν μὲν ἀρχὴν ἀπὸ τῆς ἑσπέρας λαμβάνουσα — 这是一个关于“τὴν ἀρχὴν”的格与功能的语法判断。虽然有人将其视为副词性宾格(意为“首先”或“起初”),但在此处将其作为紧随其后的分词“λαμβάνουσα”的直接宾语(意为“以……为起点/开头”)更为自然,因为这与后文的两个分词“μηκυνομένη”和“σχιζομένη”在句法结构上保持了平衡。
  3. 2.5.19παραπλεύσαντι δὲ τὸν στενωπὸν ἑκατὸν καὶ εἴκοσι σταδίων ὄντα — “παραπλεύσαντι”是一个不定过去时与格分词,用作所谓的“地理性与格”(或称“视点与格”),意为“对于乘船通过……的人来说”。由于主句动词“λαμβάνουσι”(展开、呈现)的主语是“αἱ ᾐόνες”(两岸),这一与格分词起到了引入空间视角的作用,其功能类似于一个条件从句。

引用这一段

斯特拉波, 地理学 §2.5.18-2.5.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.18-2.5.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。