§2.4.3Ἀλλʼ ὦ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους, ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν, καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους, καὶ ἐν δεξιᾷ εἰς τὴν Ἰαπυγίαν, ἀπὸ δὲ τῶν Κεραυνίων τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων ἑκατὸν πεντήκοντα·
「しかし、親愛なるポリュビオスよ」と誰かが言うかもしれない。 「この嘘に対する明白な論駁を、あなた自身が言ったことそのものから経験が提示しているように――すなわち、ペロポネソスからレウカスまでが七百スタディオン、そこから同じ距離がコルキュラまで、さらにそこから同じ距離がケラウニア山脈まで、そして右手にイアピュギアまでであり、ケラウニア山脈からイリュリア沿岸を六千百五十スタディオンとするように――、同様にそれら二つの記述もともに嘘である。
οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ ὃ Δικαίαρχος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ ὃ σὺ δοκεῖς ἀποδεῖξαι·
すなわち、ディカイアルコスが海峡から柱までを七千スタディオンとしたことも、あなたが証明したと思っていることもそうである。
ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων, συμφωνεῖ δὲ τοῦτο καὶ τῇ ἀποφάσει τῇ περὶ τοῦ μήκους τῆς οἰκουμένης.
なぜなら、大半の者は、沖合を通る距離が一万二千スタディオンであると言って合意しており、またこれは居住世界の長さに関する言明とも一致しているからである。
μάλιστα γὰρ εἶναί φασι μυριάδων ἑπτά· τούτου δὲ τὸ ἑσπέριον τμῆμα τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῶν ἄκρων τῆς Ἰβηρίας, ἅπερ δυσμικώτατά ἐστι, μικρὸν ἀπολείπειν τῶν τρισμυρίων.
事実、彼らは居住世界全体の長さをせいぜい七万スタディオンだと言っており、このうちイッソス湾からイベリアの端(最も西にある部分)までの西の部分は、三万スタディオンにわずかに足りないとしている。
συντιθέασι δʼ οὕτως·
彼らはこれを次のように合算している。
ἀπὸ μὲν τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας πεντακισχιλίους, ἐνθένδʼ ἐπὶ Σαλμώνιον τῆς Κρήτης, ὅπερ ἐστὶ τὸ ἑῷον ἄκρον, χιλίους, αὐτῆς δὲ τῆς Κρήτης μῆκος πλείους ἢ δισχιλίους ἐπὶ Κριοῦ μέτωπον, ἐντεῦθεν δʼ ἐπὶ Πάχυνον τῆς Σικελίας τετρακισχιλίους καὶ πεντακοσίους, καὶ ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείους ἢ χιλίους, εἶτα τὸ δίαρμα τὸ ἐπὶ στήλας ἀπὸ πορθμοῦ μυρίους δισχιλίους, ἀπὸ στηλῶν δὲ ἐπὶ τὰ τελευταῖα τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἰβηρίας περὶ τρισχιλίους.
イッソス湾からロドス海域まで五千スタディオン、そこからクレタの東端であるサルモニオン岬まで千スタディオン、クレタ自体の長さをクリウ・メトポン(牡羊の額)岬まで二千スタディオン以上、そこからシキリアのパキュノス岬まで四千五百スタディオン、パキュノスから海峡まで千スタディオン以上、次いで海峡から柱までの海路を一万二千スタディオン、柱からイベリアの聖なる岬の最端までがおよそ三千スタディオン。
καὶ ἡ κάθετος δὲ οὐ καλῶς εἴληπται, εἴπερ ἡ μὲν Νάρβων ἐπὶ τοῦ αὐτοῦ παραλλήλου σχεδόν τι ἵδρυται τῷ διὰ Μασσαλίας, αὕτη τε τῷ διὰ Βυζαντίου, καθάπερ καὶ Ἵππαρχος πείθεται, ἡ δὲ διὰ τοῦ πελάγους ἐπὶ τοῦ αὐτοῦ ἐστι τῷ διὰ πορθμοῦ καὶ τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς Ῥοδίας εἰς Βυζάντιον ὡς ἂν ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων ἀμφοῖν περὶ πεντακισχιλίους, ὡς εἰρήκασι, σταδίους· τοσοῦτοι γὰρ ἂν εἶεν καὶ οἱ τῆς εἰρημένης καθέτου.
また、垂線も正しく取られていない。 もしナルボンが、マッサリアを通る平行線とほぼ同じ平行線上に位置しており、さらにこの平行線が、ヒッパルコスも信じているようにビュザンティオンを通るものと同じであり、他方、沖合を通る直線が、海峡およびロドスを通る平行線上にあるとするなら、そして両者がほぼ同じ子午線上に位置しているとして、ロドスからビュザンティオンまでが、彼らが言っているようにおよそ五千スタディオンであるなら、上述の垂線もそれと同等のスタディオン数(五千)になるはずだからである。
ἐπεὶ δὲ καὶ τὸ μέγιστον δίαρμα τοῦ πελάγους τούτου τὸ ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην πεντακισχιλίων που σταδίων λέγουσιν ἀπὸ τοῦ μυχοῦ τοῦ Γαλατικοῦ κόλπου, δοκεῖ μοι πεπλανημένως λέγεσθαι τοῦτο, ἢ πολὺ τὴν Λιβύην κατὰ τοῦτο τὸ μέρος προσνεύειν ἐπὶ τὴν ἄρκτον καὶ συνάπτειν τῷ διὰ τῶν στηλῶν παραλλήλῳ.
しかし、彼らがこの海の、ヨーロッパからリビアへの最大幅を、ガラティア湾の最奥部からおよそ五千スタディオンだと言っていることについては、私にはこれが誤って言われているか、あるいは、リビアがこの部分において著しく北に傾いており、柱を通る平行線に接しているかのどちらかだと思われる。
καὶ τοῦτο οὐκ εὖ λέγεται τὸ πλησίον τῆς Σαρδόνος τὴν λεχθεῖσαν κάθετον τελευτᾶν·
また、上述の垂線がサルド(サルディニア)の近くで終わるというのも、うまく言われていない。
οὐ γὰρ παραπλήσιον, ἀλλὰ πολὺ δυσμικώτερον εἶναι τὸ δίαρμα τοῦτο τῆς Σαρδόνος, ὅλον σχεδόν τι ἀπολαμβάνον ἐν τῷ μεταξὺ πρὸς τῷ Σαρδονίῳ τὸ Λιγυστικὸν πέλαγος·
なぜなら、この通路はサルドの近くではなく、それよりもはるか西にあり、その間の空間において、サルドニア海に加えてリグリア海全体をほぼ遮っているからである。
καὶ τῆς παραλίας δὲ τὰ μήκη πεπλεόνασται, πλὴν οὐκ ἐπὶ τοσοῦτόν γε.
また、沿岸の長さも過大に見積もられているが、ただ、それほど極端にではない。 」