§2.3.1πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, καὶ τοῦ ἰσημερινοῦ.
ポリュビオスは地帯を六つとしており、二つは極圏の下に位置するもの、二つはこれら(極圏)と回帰線の間にあるもの、そして(二つは)赤道の(領域にあるもの)である。
ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι·
したがって、五つへの区分は、私には自然学的であると同時に地理学的にも述べられていると思われる。
φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν·
自然学的というのは、それが天体現象に対しても、また周囲の大気の気候に対しても(適合している)からである。
πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις καὶ τοῖς ἀμφισκίοις οὕτως ἂν ἄριστα διοριζομένοις συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῷ λαμβάνοντα τὴν ἐξάλλαξιν·
まず天体現象に対しては、周影のものたちと双影のものたちがこのように最も良く定義されることで、星々の観察に関する事柄も、大まかな区分による変化を受け取りつつ、共に定義されるからである。
πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζῴων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων * ἡμισυσταλεῖς τῶν ὑπὸ τῷ ἀέρι καὶ ἐν αὐτῷ ἐκείνῳ, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης.
また、周囲の大気の気候に対しては、この気候が太陽との関係において判断されるとき、最も一般的であり、かつ動物や植物の構成、および大気の下やその大気自体の中にある他の半ば収縮した(構成された)ものたちの構成に寄与する違いが三つ、すなわち、暑さの過剰、不足、そして中庸であるからである。
αὕτη δὲ τῷ εἰς τὰς ζώνας μερισμῷ λαμβάνει τὴν οἰκείαν διάκρισιν·
そして、この(三つの違い)は、地帯への分割によって、それぞれにふさわしい区別を得る。
αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγορεύουσιν εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι, αἵ τε εὔκρατοι παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται, εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ μία καὶ διακεκαυμένη.
なぜなら、冷帯の二つは、暑さの不足を指し示しており、大気のひとつの性質へとまとめられ、温帯の二つも同様に、一つの(性質である)中庸へと導かれ、残りの一つ(の性質)には、残る一つである焦熱帯が(割り当てられる)からである。
ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός, δῆλον·
また、この分割が地理学的でもあることは明らかである。
ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφʼ ἡμῶν τμῆμα·
なぜなら、地理学は、二つの温帯の一方において、我々によって居住されている部分を画定しようとするからである。
πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῇ θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζῴοις, ὁ δʼ ἐφʼ ἑκάτερα δύσκρατος ὑπερβολῇ καὶ ἐλλείψει τοῦ θάλπους.
さて、西と東においては海が境界をなすものであり、南と北においては大気が(境界をなす)が、一方は温和であり植物や動物に(適しており)、他方の両側は、暑さの過剰と不足によって不順である。
εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως·
そして、これら三つの違いのために、五つの地帯への分割が必要であった。
τῷ γὰρ ἰσημερινῷ τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαίριον, ἐν ᾧ ἡμεῖς ἐσμεν, καὶ τὸ νότιον ὑπέγραψε τὰς τρεῖς διαφοράς·
というのも、地球という球体が赤道によって北半球(我々がいる方)と南半球の二つに分断されることで、これら三つの違いの輪郭が描かれたからである。
τὰ μὲν γὰρ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ διακεκαυμένῃ ζώνῃ διὰ καῦμα ἀοίκητά ἐστι, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος, τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ οἰκήσιμα.
すなわち、赤道および焦熱帯の近くにある領域は暑さのために居住不可能であり、極の近くにある領域は寒さのために(居住不可能であり)、中間の領域が温和であり居住可能であるからである。
ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύτας προστίθησιν οὐδʼ ὁμοίᾳ κεχρημένας διαφορᾷ, ἀλλʼ ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον.
他方、回帰線の下にある地帯を(五つの地帯に)付け加える者(=ポセイドニオス)は、これらを比率に基づいて五つの地帯に付け加えているわけではなく、また同様の差異に依拠しているわけでもない。 それはまるで、民族的な違いに基づいて地帯を示し、一つをエチオピア地帯、もう一つをスキタイおよびケルト地帯、そして第三のものをその中間の地帯とするようなものである。