§2.3.1πολύβιος δὲ ποιεῖ ζώνας ἕξ, δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, καὶ τοῦ ἰσημερινοῦ.
波利比乌斯划分了六个地带:两个位于极圈之下,两个位于极圈与回归线之间,还有[两个]属于赤道。
ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι·
因此,在我看来,将地球划分为五个地带,既符合物理学也符合地理学。
φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν·
说它符合物理学,是因为它既适应于天体现象,也适应于周围大气的气候。
πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις καὶ τοῖς ἀμφισκίοις οὕτως ἂν ἄριστα διοριζομένοις συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῷ λαμβάνοντα τὴν ἐξάλλαξιν· πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζῴων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων * ἡμισυσταλεῖς τῶν ὑπὸ τῷ ἀέρι καὶ ἐν αὐτῷ ἐκείνῳ, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης.
针对天体现象而言,是因为通过对周影带和双影带进行如此最好的定义,关于恒星观测的现象也随之被共同定义,并在大体划分中接受其变化;针对周围大气的气候而言,是因为当大气的气候对照太阳进行判定时,存在三种最普遍且对动植物以及在空气之下和空气本身之中的其他半收缩事物的组成起到关键作用的差异,即炎热的过剩、不足与中庸。
αὕτη δὲ τῷ εἰς τὰς ζώνας μερισμῷ λαμβάνει τὴν οἰκείαν διάκρισιν· αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγορεύουσιν εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι, αἵ τε εὔκρατοι παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται, εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ μία καὶ διακεκαυμένη.
而这三种差异通过地带的划分获得了其各自适宜的区别:因为两个寒带指示了炎热的不足,被归并入大气的同一种性质中;两个温带同样被归入同一种中庸性质中;而对于剩下的一种性质,则由剩下的一条焦热带所占据。
ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός, δῆλον· ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφʼ ἡμῶν τμῆμα· πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῇ θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζῴοις, ὁ δʼ ἐφʼ ἑκάτερα δύσκρατος ὑπερβολῇ καὶ ἐλλείψει τοῦ θάλπους.
此外,这种划分同样具有地理学意义也是显而易见的;因为地理学试图在两个温带之一中,界定我们所居住的区域;在东面和西面,是以海洋为界限,而在南面和北面,则是以空气为界限,其中中部的空气温和,适宜动植物生存,而两侧的空气则因炎热的过剩和不足而气候恶劣。
εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως· τῷ γὰρ ἰσημερινῷ τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαίριον, ἐν ᾧ ἡμεῖς ἐσμεν, καὶ τὸ νότιον ὑπέγραψε τὰς τρεῖς διαφοράς· τὰ μὲν γὰρ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ διακεκαυμένῃ ζώνῃ διὰ καῦμα ἀοίκητά ἐστι, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος, τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ οἰκήσιμα.
为了这三种差异,划分为五个地带是必不可少的;因为地球这一球体被赤道平分为我们所处的北半球和南半球,从而勾勒出了这三种差异:靠近赤道和焦热带的区域因炎热而无法居住,靠近极点的区域因寒冷而无法居住,而中部的区域则温和且适宜居住。
ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύτας προστίθησιν οὐδʼ ὁμοίᾳ κεχρημένας διαφορᾷ, ἀλλʼ ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον.
然而,那个将回归线之下的地带也添加进来的人,并不是根据任何合理的比例将这些地带添加到那五个地带之中的,也不是因为它们具有类似的差异,而简直就像是在根据民族差异来划分地带,将一个称为埃塞俄比亚地带,另一个称为塞人(斯基泰)和凯尔特地带,而第三个称为其中间的地带。