§2.1.37οὐ τοῦτο οὖν λεκτέον πρὸς τὸν Ἐρατοσθένη, ἀλλʼ ὅτι τῶν ἐν πλάτει λεγομένων καὶ μεγεθῶν καὶ σχημάτων εἶναί τι δεῖ μέτρον καὶ ὅπου μὲν μᾶλλον ὅπου δὲ ἔλαττον, συγχωρητέον.
したがって、エラトステネスに対してはこれを言うべきではなく、むしろ、幅において語られる大きさと形状については何らかの尺度(限度)が存在しなければならず、ある場所ではより多く、ある場所ではより少なくそれを許容すべきだ、と言うべきである。
ληφθέντος γὰρ τοῦ τῶν ὀρῶν πλάτους τῶν ἐπὶ τὰς ἰσημερινὰς ἀνατολὰς ἐκτεινομένων τρισχιλίων σταδίων, ὁμοίως δὲ καὶ τοῦ τῆς θαλάττης τῆς μέχρι στηλῶν, μᾶλλον ἄν τις συγχωρήσειεν ὡς ἐπὶ μιᾶς γραμμῆς ἐξετάζεσθαι τὰς παραλλήλους ἐκείνης ἐν τῷ αὐτῷ πλάτει ἀγομένας ἢ τὰς συμπιπτούσας, καὶ τῶν συμπιπτουσῶν τὰς ἐν αὐτῷ ἐκείνῳ τῷ πλάτει τὴν σύμπτωσιν ἐχούσας ἢ τὰς ἐκτός·
というのも、天の赤道東方へと伸びる山々の幅が三千スタディオンと仮定され、同様に(ヘラクレスの)柱にまで至る海の幅もそのように仮定されるならば、その同じ幅の中に引かれる平行線をあたかも一つの線上にあるかのように見なすこと、あるいは(実際には)交わる線のうち、その同じ幅の中に交点を持つものを[そう見なすこと]を、外にあるものよりも、人はより容易に許容するだろう。
ὡσαύτως καὶ τὰς διισταμένας μέχρι τοῦ μὴ ἐκβαίνειν τοῦ πλάτους ἢ τὰς ἐκβαινούσας, καὶ τὰς ἐν μείζονι μήκει μᾶλλον ἢ τὰς ἐν ἐλάττονι.
同様に、幅からはみ出さない限度において離れていく線を、はみ出す線よりも、また、より大きな長さ(距離)におけるものを、より小さな長さにおけるものよりも許容するだろう。
καὶ γὰρ ἡ ἀνισότης τῶν μηκῶν συγκρύπτοιτʼ ἂν μᾶλλον καὶ ἡ ἀνομοιότης τῶν σχημάτων·
というのも、長さの不等性や形状の不類似性は、(全体の規模が大きければ)より覆い隠されやすいからである。
οἷον ἐν τῷ πλάτει τοῦ Ταύρου παντὸς καὶ τῆς μέχρι στηλῶν θαλάττης, ὑποκειμένων τρισχιλίων σταδίων, νοεῖται ἕν τι παραλληλόγραμμον χωρίον, τὸ περιγράφον τό τε ὄρος ἅπαν καὶ τὴν λεχθεῖσαν θάλατταν.
たとえば、タウロス山脈全体および柱までの海の幅において、三千スタディオンが仮定されているとき、山脈全体と言及された海を囲む一つの平行四辺形の領域が想定される。
ἐὰν οὖν διέλῃς εἰς πλείω παραλληλόγραμμα τὸ μῆκος, καὶ τὴν διάμετρον ὅλου τε τούτου λάβῃς καὶ τῶν μερῶν, ῥᾷον ἂν ἡ τοῦ ὅλου διάμετρος ἡ αὐτὴ λογισθείη τῇ κατὰ τὸ μῆκος πλευρᾷ ἤπερ ἡ ἐν τοῖς μέρεσι·
それゆえ、もしその長さをいくつかの平行四辺形に分割し、この全体の対角線と部分の対角線の両方を取るならば、部分における対角線よりも、全体における対角線のほうが、長さ(長辺)に沿った辺と同一であるとより容易にみなされるだろう。
καὶ ὅσῳ γʼ ἂν ἔλαττον ᾖ τὸ παραλληλόγραμμον τὸ ληφθὲν ἐν μέρει, τοσῷδε μᾶλλον τοῦτʼ ἂν συμβαίνοι.
そして、部分として取られた平行四辺形が小さければ小さいほど、このことはますます起こりやすくなる。
ἥ τε γὰρ λοξότης τῆς διαμέτρου ἧττον ἀπελέγχεται καὶ ἡ ἀνισότης τοῦ μήκους ἐν τοῖς μεγάλοις, ὥστʼ οὐδʼ ἂν ὀκνήσειας ἐπʼ αὐτῶν τὴν διάμετρον εἰπεῖν μῆκος τοῦ σχήματος.
というのも、対角線の傾きも長さの不等性も、大きなものにおいてはあまり露呈しないため、それらにおいては対角線をその図形の「長さ」と呼ぶことをためらわないからである。
ἐὰν οὖν τὴν διάμετρον λοξώσῃς μᾶλλον, ὥστε ἐκπεσεῖν ἔξω τῶν πλευρῶν ἑκατέρας ἢ τῆς γε ἑτέρας, οὐκ ἂν ὁμοίως ἔτι ταῦτα συμβαίνοι·
したがって、もし対角線をより傾けて、両方の辺あるいは少なくとも一方の辺の外側にはみ出させてしまうならば、もはや同様にはこのようなことは成り立たないだろう。
τοιοῦτον δή τι λέγω τὸ μέτρον τῶν ἐν πλάτει λεγομένων.
私が「幅において語られるものの尺度(限度)」と言うのは、このようなことなのである。
ὁ δʼ ἀπὸ τῶν Κασπίων πυλῶν τὴν μὲν διʼ αὐτῶν τῶν ὀρῶν λαμβάνων ὡς ἂν ἐπὶ ταὐτοῦ παραλλήλου μέχρι στηλῶν ἀγομένην, τὴν δʼ ἀπονεύουσαν εἰς Θάψακον εὐθὺς ἔξω πολὺ τῶν ὀρῶν, καὶ πάλιν ἐκ Θαψάκου προσεκβάλλων ἄλλην μέχρι Αἰγύπτου τοσοῦτον ἐπιλαμβάνουσαν πλάτος, εἶτα τῷ μήκει τῷ ταύτης καταμετρῶν τὸ τοῦ χωρίου μῆκος, διαμέτρῳ τετραγώνου καταμετρεῖν ἂν δόξειε τὸ τοῦ τετραγώνου μῆκος.
しかし、彼(エラトステネス)は、カスピカイ門からの線のうち、一方(山脈を通る線)はあたかも同じ平行線上を柱まで引かれているものとし、他方(タプサコスへと偏向する線)はすぐに山脈の遥か外側へと逸れていくものとし、さらにタプサコスからエジプトまで、これほど大きな幅を占める別の線を付け加え、次いでこの(後者の)長さによってその領域の長さを測定している。 これは、正方形の対角線によって正方形の長さを測定しているように見えるだろう。
ὅταν δὲ μηδὲ διάμετρος ᾖ ἀλλὰ κεκλασμένη ἡ γραμμή, πολὺ μᾶλλον ἂν δόξειε πλημμελεῖν·
そして、その線が対角線ですらなく折れ線であるときには、なおいっそう誤りを犯しているように見えるだろう。
κεκλασμένη γάρ ἐστιν ἡ ἀπὸ Κασπίων πυλῶν διὰ Θαψάκου πρὸς τὸν Νεῖλον ἀγομένη.
実際、カスピカイ門からタプサコスを経てナイル川へと引かれている線は、折れ線なのである。
πρὸς μὲν Ἐρατοσθένη ταῦτα.
エラトステネスに対しては、これくらいにしよう。
§2.1.38πρὸς δὲ τὸν Ἵππαρχον κἀκεῖνο, ὅτι ἐχρῆν, ὡς κατηγορίαν πεποίηται τῶν ὑπʼ ἐκείνου λεχθέντων, οὕτω καὶ ἐπανόρθωσίν τινα ποιήσασθαι τῶν ἡμαρτημένων·
一方、ヒッパルコスに対しては、彼がエラトステネスの言説を非難したのであるから、同様に誤りに対する何らかの修正も行うべきであった、ということも言うべきである。
ὅπερ ἡμεῖς ποιοῦμεν.
それこそが、我々(ストラボン)が行っていることである。
ἐκεῖνος δʼ εἰ καί που τούτου πεφρόντικε, κελεύει ἡμᾶς τοῖς ἀρχαίοις πίναξι προσέχειν, δεομένοις παμπόλλῳ τινὶ μείζονος ἐπανορθώσεως ἢ ὁ Ἐρατοσθένους πίναξ προσδεῖται.
しかし彼は、たとえどこかでこのことを配慮したとしても、我々に古い地図に注意を向けるよう命じているが、それらの地図はエラトステネスの地図が必要としているよりも、はるかに大きな修正を必要としているのである。
καὶ τὸ ἐπιφερόμενον δʼ ἐπιχείρημα τῆς αὐτῆς ἔχεται μοχθηρίας.
そして、その後に続く論証もまた、同様の欠陥を帯びている。
λαμβάνει γὰρ ἐν λήμματι τὸ ἐκ τῶν μὴ διδομένων κατασκευασθέν, ὡς ἠλέγξαμεν ἡμεῖς, ὅτι Θαψάκου Βαβυλὼν ἀνατολικωτέρα ἐστὶν οὐ πλείοσιν ἢ χιλίοις σταδίοις·
というのも、彼は、我々が論破したように、認められていない前提から構築された事柄、すなわち、バビロンはタプサコスよりも千スタディオンより多くは東にないということを、前提として受け入れているからである。
ὥστʼ εἰ καὶ πάνυ συνάγεται τὸ πλείοσιν ἢ δισχιλίοις καὶ τετρακοσίοις σταδίοις ἀνατολικωτέραν αὐτὴν εἶναι ἐκ τῶν λεγομένων ὑπὸ τοῦ Ἐρατοσθένους, ὅτι ἐπὶ τὴν τοῦ Τίγριδος διάβασιν, ᾗ Ἀλέξανδρος διέβη, ἀπὸ Θαψάκου ἐστὶ σύντομος σταδίων δισχιλίων τετρακοσίων, ὁ δὲ Τίγρις καὶ ὁ Εὐφράτης ἐγκυκλωσάμενοι τὴν Μεσοποταμίαν, τέως μὲν ἐπʼ ἀνατολὰς φέρονται, εἶτʼ ἐπιστρέφουσι πρὸς νότον καὶ πλησιάζουσι τότε ἀλλήλοις τε ἅμα καὶ Βαβυλῶνι, οὐδὲν ἄτοπον συμβαίνει τῷ λόγῳ.
それゆえ、たとえエラトステネスの言葉から「バビロンは(タプサコスよりも)二千四百スタディオン以上東にある」という結論が完全に導かれるとしても――エラトステネスは、アレクサンドロスが渡ったチグリス川の渡河地点までタプサコスからの近道が二千四百スタディオンであること、そしてチグリス川とユーフラテス川はメソポタミアを取り囲み、しばらくは東へと流れ、その後に南へと転向して、その時に互いに、また同時にバビロンへと接近する、と述べているのであるが――、その議論には何の不都合も生じないのである。