§2.1.37οὐ τοῦτο οὖν λεκτέον πρὸς τὸν Ἐρατοσθένη, ἀλλʼ ὅτι τῶν ἐν πλάτει λεγομένων καὶ μεγεθῶν καὶ σχημάτων εἶναί τι δεῖ μέτρον καὶ ὅπου μὲν μᾶλλον ὅπου δὲ ἔλαττον, συγχωρητέον.
因此,对埃拉托斯特尼不应该这样说,而应该说,对于那些在宽度上被讨论的大小和形状,必须有某种尺度(限度),而且应该允许在某些地方宽容得多一些,在某些地方则少一些。
ληφθέντος γὰρ τοῦ τῶν ὀρῶν πλάτους τῶν ἐπὶ τὰς ἰσημερινὰς ἀνατολὰς ἐκτεινομένων τρισχιλίων σταδίων, ὁμοίως δὲ καὶ τοῦ τῆς θαλάττης τῆς μέχρι στηλῶν, μᾶλλον ἄν τις συγχωρήσειεν ὡς ἐπὶ μιᾶς γραμμῆς ἐξετάζεσθαι τὰς παραλλήλους ἐκείνης ἐν τῷ αὐτῷ πλάτει ἀγομένας ἢ τὰς συμπιπτούσας, καὶ τῶν συμπιπτουσῶν τὰς ἐν αὐτῷ ἐκείνῳ τῷ πλάτει τὴν σύμπτωσιν ἐχούσας ἢ τὰς ἐκτός· ὡσαύτως καὶ τὰς διισταμένας μέχρι τοῦ μὴ ἐκβαίνειν τοῦ πλάτους ἢ τὰς ἐκβαινούσας, καὶ τὰς ἐν μείζονι μήκει μᾶλλον ἢ τὰς ἐν ἐλάττονι.
因为,如果假设向着赤道日出方向延伸的山脉宽度为三千斯塔迪翁,同样地,直到赫拉克勒斯之柱的海洋宽度也作此假设,那么人们会更容易允许将在这同一宽度内引出的平行线视作处于同一条线上来考察,而不是那些相交的线;而在相交的线中,那些在这同一宽度之内相交的线比在宽度之外相交的线更容易被允许;同样地,那些在不超出宽度的限度内偏离的线比超出宽度的线更容易被允许,而且在较大长度内的线比在较小长度内的线更容易被允许。
καὶ γὰρ ἡ ἀνισότης τῶν μηκῶν συγκρύπτοιτʼ ἂν μᾶλλον καὶ ἡ ἀνομοιότης τῶν σχημάτων· οἷον ἐν τῷ πλάτει τοῦ Ταύρου παντὸς καὶ τῆς μέχρι στηλῶν θαλάττης, ὑποκειμένων τρισχιλίων σταδίων, νοεῖται ἕν τι παραλληλόγραμμον χωρίον, τὸ περιγράφον τό τε ὄρος ἅπαν καὶ τὴν λεχθεῖσαν θάλατταν.
因为长度的不等和形状的不相似在(大范围中)会更容易被遮掩;例如,在整个托罗斯山脉及直至赫拉克勒斯之柱的海洋的宽度中,在假设为三千斯塔迪翁的情况下,可以设想一个平行四边形的区域,它包围了整个山脉及上述的海洋。
ἐὰν οὖν διέλῃς εἰς πλείω παραλληλόγραμμα τὸ μῆκος, καὶ τὴν διάμετρον ὅλου τε τούτου λάβῃς καὶ τῶν μερῶν, ῥᾷον ἂν ἡ τοῦ ὅλου διάμετρος ἡ αὐτὴ λογισθείη τῇ κατὰ τὸ μῆκος πλευρᾷ ἤπερ ἡ ἐν τοῖς μέρεσι· καὶ ὅσῳ γʼ ἂν ἔλαττον ᾖ τὸ παραλληλόγραμμον τὸ ληφθὲν ἐν μέρει, τοσῷδε μᾶλλον τοῦτʼ ἂν συμβαίνοι.
因此,如果你把这个长度分成多个平行四边形,并取这整个区域以及各部分的对角线,那么整个区域的对角线将比部分区域中的对角线更容易被算作与沿长度方向的边相同;而且,作为部分取用的平行四边形越小,这种情况就越容易发生。
ἥ τε γὰρ λοξότης τῆς διαμέτρου ἧττον ἀπελέγχεται καὶ ἡ ἀνισότης τοῦ μήκους ἐν τοῖς μεγάλοις, ὥστʼ οὐδʼ ἂν ὀκνήσειας ἐπʼ αὐτῶν τὴν διάμετρον εἰπεῖν μῆκος τοῦ σχήματος.
因为在巨大的尺度中,对角线的倾斜和长度的不等都不太容易被暴露,以至于在这些情况下,人们不会犹豫将对角线称为该形状的“长度”。
ἐὰν οὖν τὴν διάμετρον λοξώσῃς μᾶλλον, ὥστε ἐκπεσεῖν ἔξω τῶν πλευρῶν ἑκατέρας ἢ τῆς γε ἑτέρας, οὐκ ἂν ὁμοίως ἔτι ταῦτα συμβαίνοι· τοιοῦτον δή τι λέγω τὸ μέτρον τῶν ἐν πλάτει λεγομένων.
因此,如果你让对角线更加倾斜,以至于它落到两边或至少是其中一边的外面,那么这些情况就不能再以同样的方式发生了;这就是我所说的对于在宽度上被讨论的事物的尺度(限度)。
ὁ δʼ ἀπὸ τῶν Κασπίων πυλῶν τὴν μὲν διʼ αὐτῶν τῶν ὀρῶν λαμβάνων ὡς ἂν ἐπὶ ταὐτοῦ παραλλήλου μέχρι στηλῶν ἀγομένην, τὴν δʼ ἀπονεύουσαν εἰς Θάψακον εὐθὺς ἔξω πολὺ τῶν ὀρῶν, καὶ πάλιν ἐκ Θαψάκου προσεκβάλλων ἄλλην μέχρι Αἰγύπτου τοσοῦτον ἐπιλαμβάνουσαν πλάτος, εἶτα τῷ μήκει τῷ ταύτης καταμετρῶν τὸ τοῦ χωρίου μῆκος, διαμέτρῳ τετραγώνου καταμετρεῖν ἂν δόξειε τὸ τοῦ τετραγώνου μῆκος.
但是,他(埃拉托斯特尼)把从卡斯皮海门引出的线中,一条(穿过山脉的线)视作在同一平行线上一直引到赫拉克勒斯之柱,而另一条(偏向塔普萨科斯的线)则立即偏离到山脉外很远的地方,接着又从塔普萨科斯延伸出另一条直到埃及的线,占用了如此大的宽度,然后用后者的长度来测量该区域的长度,这看起来就像是用正方形的对角线来测量正方形的长度。
ὅταν δὲ μηδὲ διάμετρος ᾖ ἀλλὰ κεκλασμένη ἡ γραμμή, πολὺ μᾶλλον ἂν δόξειε πλημμελεῖν· κεκλασμένη γάρ ἐστιν ἡ ἀπὸ Κασπίων πυλῶν διὰ Θαψάκου πρὸς τὸν Νεῖλον ἀγομένη.
而当这条线甚至不是对角线而是折线时,他看起来就犯了更大的错误;因为从卡斯皮海门经由塔普萨科斯引向尼罗河的线确实是一条折线。
πρὸς μὲν Ἐρατοσθένη ταῦτα.
关于埃拉托斯特尼就说这么多。
§2.1.38πρὸς δὲ τὸν Ἵππαρχον κἀκεῖνο, ὅτι ἐχρῆν, ὡς κατηγορίαν πεποίηται τῶν ὑπʼ ἐκείνου λεχθέντων, οὕτω καὶ ἐπανόρθωσίν τινα ποιήσασθαι τῶν ἡμαρτημένων· ὅπερ ἡμεῖς ποιοῦμεν.
另一方面,针对喜帕恰斯,我们还必须说这一点,即既然他对那个人(埃拉托斯特尼)所说的话提出了指责,他就应该同样对那些错误做出某种修正——这正是我们正在做的事情。
ἐκεῖνος δʼ εἰ καί που τούτου πεφρόντικε, κελεύει ἡμᾶς τοῖς ἀρχαίοις πίναξι προσέχειν, δεομένοις παμπόλλῳ τινὶ μείζονος ἐπανορθώσεως ἢ ὁ Ἐρατοσθένους πίναξ προσδεῖται.
但是,他即使在某处考虑到了这一点,却叫我们去关注那些古老的地图,而这些地图所需的修正比埃拉托斯特尼地图所需的要多得多。
καὶ τὸ ἐπιφερόμενον δʼ ἐπιχείρημα τῆς αὐτῆς ἔχεται μοχθηρίας.
并且,随后提出的论证同样带有相同的缺陷。
λαμβάνει γὰρ ἐν λήμματι τὸ ἐκ τῶν μὴ διδομένων κατασκευασθέν, ὡς ἠλέγξαμεν ἡμεῖς, ὅτι Θαψάκου Βαβυλὼν ἀνατολικωτέρα ἐστὶν οὐ πλείοσιν ἢ χιλίοις σταδίοις· ὥστʼ εἰ καὶ πάνυ συνάγεται τὸ πλείοσιν ἢ δισχιλίοις καὶ τετρακοσίοις σταδίοις ἀνατολικωτέραν αὐτὴν εἶναι ἐκ τῶν λεγομένων ὑπὸ τοῦ Ἐρατοσθένους, ὅτι ἐπὶ τὴν τοῦ Τίγριδος διάβασιν, ᾗ Ἀλέξανδρος διέβη, ἀπὸ Θαψάκου ἐστὶ σύντομος σταδίων δισχιλίων τετρακοσίων, ὁ δὲ Τίγρις καὶ ὁ Εὐφράτης ἐγκυκλωσάμενοι τὴν Μεσοποταμίαν, τέως μὲν ἐπʼ ἀνατολὰς φέρονται, εἶτʼ ἐπιστρέφουσι πρὸς νότον καὶ πλησιάζουσι τότε ἀλλήλοις τε ἅμα καὶ Βαβυλῶνι, οὐδὲν ἄτοπον συμβαίνει τῷ λόγῳ.
因为他把一个由不被承认的前提构建起来的论点作为设想(假定),正如我们所证明的,即巴比伦并不比塔普萨科斯偏东一千多斯塔迪翁;因此,即使从埃拉托斯特尼所说的话中完全可以得出结论,认为它(巴比伦)偏东二千四百多斯塔迪翁——因为他说从塔普萨科斯到亚历山大渡过的底格里斯河渡口是一条二千四百斯塔迪翁的捷径,而底格里斯河和幼发拉底河环绕美索不达米亚,起初向东流,然后转向南方,并在那时彼此靠拢且同时接近巴比伦——其论证也不会产生任何荒谬之处。