Humanitext Reader

ストラボン · 地理誌 §2.1.30-2.1.31

自然な区分による境界画定と第三区分の修正

56 / 577 箇所 · ギリシア語

要旨

ストラボンは地理的な分割において、単なる機械的分割ではなく「関節に沿った自然な分割」を模倣すべきだと主張し、幾何学的精密さよりも大まかで特徴的な把握が重要であると説く。さらにエラトステネスの第三の区画の画定を批判し、民族や言語の共通性を考慮した、シリア海にいたる妥当な境界線の引き方を提示する。

§2.1.30ταῦτα μὲν οὖν ἐᾶν δεῖ ὡς παιδικά.
それゆえ、これらは子供じみたこととして放っておくべきである。
ἃ δʼ ἄν τις αἰτιάσαιτο τοῦ Ἐρατοσθένους τοιαῦτά ἐστι.
だが、人がエラトステネスを難詰しうる点は、以下のようなものである。
καθάπερ γὰρ ἡ κατὰ μέλος τομὴ τῆς ἄλλως κατὰ μέρος διαφέρει (διότι ἡ μὲν καὶ τὰ μέρη λαμβάνει περιγραφὴν ἔχοντα φυσικήν, ἀρθρώσει τινὶ καὶ τύπῳ σημειώδη, ἡ δʼ οὐδὲν ἔχει τοιοῦτον), χρώμεθα δʼ οἰκείως ἑκατέρᾳ τὸν καιρὸν καὶ τὴν χρείαν σκοποῦντες, οὕτως ἐπὶ τῶν γεωγραφικῶν δεῖ μὲν τομὰς ποιεῖσθαι τῶν μερῶν τὰ καθʼ ἕκαστα ἐπιόντας, μιμεῖσθαι δὲ τὰς κατὰ μέλος τομὰς μᾶλλον ἢ τὰς ὡς ἔτυχε.
というのも、関節に沿った切断が、単なる部分による切断と異なっているのと同様に(なぜなら、前者は自然的区分を持つ部分、すなわちある関節接合や輪郭によって特徴的な部分を取るのに対し、後者はそうしたものを何も持たないからである)、そして我々は、時機と必要性を見極めつつ、それぞれを適切に用いるのであるが、同様に地理的な事柄においても、個々の部分に立ち入りつつ部分の分割を行うべきであるが、ランダムな分割よりも、関節に沿った分割を模倣すべきである。
τὸ γὰρ σημειῶδες καὶ τὸ εὐπεριόριστον ἐκεῖθεν λαβεῖν ἔστιν, οὗ χρείαν ἔχει ὁ γεωγράφος·
特徴的なもの、そして限界が画定しやすいものは、そこから得ることができるからであり、それこそが地理学者の必要とするものである。
εὐπεριόριστον δέ, ὅταν ἢ ποταμοῖς ἢ ὄρεσιν ἢ θαλάττῃ δυνατὸν ᾖ, καὶ ἔθνει δὲ ἢ ἔθνεσι καὶ μεγέθει ποσῷ καὶ σχήματι, ὅπου τοῦτο δυνατόν.
限界が画定しやすいとは、川や山脈や海によって(画定することが)可能な場合、また、民族あるいは諸民族、さらには一定の大きさと形状によって、それが可能な場合のことである。
πανταχοῦ δὲ ἀντὶ τοῦ γεωμετρικῶς τὸ ἁπλῶς καὶ ὁλοσχερῶς ἱκανόν.
あらゆる場合において、幾何学的な精密さの代わりに、単純かつ概括的な表現で十分である。
μέγεθος μὲν οὖν ἱκανόν ἐστιν, ἂν τὸ μέγιστον εἴπῃς μῆκος καὶ πλάτος, ὡς τῆς οἰκουμένης ἑπτὰ μυριάδων εἰ τύχοι μῆκος, πλάτος δʼ ἔλαττον ἢ ἥμισυ μικρῷ τοῦ μήκους·
それゆえ、大きさは、最大長と最大幅を述べれば十分であり、例えば居住世界の長さが、仮に70,000スタディオンで、幅が長さの半分よりわずかに小さいというようにである。
σχῆμα δʼ, ἂν τῶν γεωμετρικῶν τινὶ σχημάτων εἰκάσῃς, ὡς τὴν Σικελίαν τριγώνῳ, ἢ τῶν ἄλλων γνωρίμων τινὶ σχημάτων, οἷον τὴν Ἰβηρίαν βύρσῃ, τὴν Πελοπόννησον πλατάνου φύλλῳ·
他方、形状は、幾何学的な図形の一つに喩えればよく、例えばシケリアを三角形に、あるいは他のよく知られた形状の何かに、例えばイベリアを引き伸ばした牛皮に、ペロポネソスをプラタナスの葉に喩えるようにである。
ὅσῳ δʼ ἂν μεῖζον ᾖ τὸ τεμνόμενον, τοσῷδε καὶ ὁλοσχερεστέρας πρέποι ἂν ποιεῖσθαι τὰς τομάς.
そして、分割される対象が大きければ大きいほど、それだけ概括的な分割を行うことが適切であろう。
§2.1.31̔η μὲν οὖν οἰκουμένη δίχα διῄρηται τῷ τε Ταύρῳ καὶ τῇ ἐπὶ στήλας θαλάττῃ καλῶς.
それゆえ、居住世界は、タウロス山脈と柱にいたる海によって見事に二分されている。
καὶ τοῦ νοτίου μέρους ἡ μὲν Ἰνδικὴ περιώρισται πολλοῖς·
そして南側の部分のうち、インドは多くのものによって境界づけられている。
καὶ γὰρ ὄρει καὶ ποταμῷ καὶ θαλάττῃ καὶ ἑνὶ ὀνόματι ὡς ἑνὸς ἔθνους·
というのも、山、川、海によって、そして一つの民族のものとして一つの名前によって境界づけられているからである。
ὥστε καὶ τετράπλευρος ὀρθῶς λέγεται καὶ ῥομβοειδής.
したがって、それは四辺形とも、菱形とも正しく言われる。
ἡ δʼ Ἀριανὴ ἧττον μὲν τὸ εὐπερίγραφον ἔχει διὰ τὸ τὴν ἑσπερίαν πλευρὰν συγκεχύσθαι, διώρισται δʼ ὅμως ταῖς τε τρισὶ πλευραῖς ὡς ἂν εὐθείαις, καὶ τῷ ὀνόματι ὡς ἂν ἑνὸς ἔθνους.
他方、アリアネは、西側の辺が曖昧になっているために境界線を画定しにくいが、それでも、あたかも直線であるかのような3つの辺によって、そして一つの民族のものとして名前によって区画されている。
ἡ δὲ τρίτη σφραγὶς τελέως ἀπερίγραφός ἐστιν, οὕτω γε ἀφορισθεῖσα·
しかし、第三の区画は、このように画定される限りにおいて、完全に境界を画定できないものである。
ἥ τε γὰρ κοινὴ πλευρὰ αὐτῇ τε καὶ τῇ Ἀριανῇ συγκέχυται, ὡς προείρηται, καὶ ἡ νότιος πλευρὰ ἀργότατα εἴληπται·
なぜなら、それとアリアネに共通する辺は、すでに述べられたように曖昧であり、かつ、南側の辺はきわめていい加減に想定されているからである。
οὔτε γὰρ περιγράφει τὴν σφραγῖδα, διὰ μέσης τε αὐτῆς βαδίζουσα καὶ πολλὰ μέρη ἀπολείπουσα πρὸς νότον, οὔτε μῆκος ὑπογράφει τὸ μέγιστον (τὸ γὰρ προσάρκτιον πλευρὸν μεῖζον), οὔθʼ ὁ Εὐφράτης ἑσπέριόν ἐστι πλευρὸν οὐδʼ εἰ ἐπʼ εὐθείας ῥέοι, τῶν ἄκρων αὐτοῦ μὴ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων.
というのも、それは、この区画の中央を通り、南側へ多くの部分を残しているために、区画の輪郭を画定しておらず、また最大長を示してもいない(北側の辺の方が長いからである)。 また、ユーフラテス川は、仮にそれが直線的に流れているとしても、西側の辺ではない。 その両端が同じ子午線上に位置していないからである。
τί γὰρ μᾶλλον ἑσπέριον ἢ νότιον;
なぜなら、それが南側の辺であるよりも西側の辺であると言える理由がどこにあろうか。
χωρὶς δὲ τούτων, ὀλίγης οὔσης τῆς ἐπὶ θάλατταν λοιπῆς τὴν Κιλίκιον καὶ τὴν Συριακήν, τὸ μὴ μέχρι δεῦρο προάγειν δεῖν τὴν σφραγῖδα οὐ πιθανόν, τῆς τε Σεμιράμιδος καὶ τοῦ Νίνου Σύρων λεγομένων, ὧν τῆς μὲν ἡ Βαβυλὼν κτίσμα καὶ βασίλειον, τοῦ δὲ Νίνος ὡς ἂν μητρόπολις τῆς Συρίας.
そしてこれらとは別に、キリキア海およびシリア海にいたる残りの距離がわずかであるのに、この区画をここまで進めるべきではないとすることは説得力がない。 セミラミスとニノスはシリア人と言われており、前者の建造物かつ王宮がバビロンであり、後者の都市ニノスはシリアの首都のようなものであったのだから。
καὶ τῆς διαλέκτου δὲ μέχρι νῦν διαμενούσης τῆς αὐτῆς τοῖς τε ἐκτὸς τοῦ Εὐφράτου καὶ τοῖς ἐντός, τὸ ἐνταῦθα μέντοι τοιούτῳ μερισμῷ διασπᾶν ἔθνος γνωριμώτατον καὶ τὰ μέρη συνάπτειν τοῖς ἀλλοεθνέσιν ἥκιστα ἂν πρέποι.
また、ユーフラテス川の外側の人々と内側の人々の言語が現在まで同じままであるのに、まさしくここで、このような分割によって、きわめてよく知られた一つの民族を引き裂き、その部分部分を他民族に結合させることは、もっとも不適切であろう。
οὐδὲ γὰρ ὑπὸ μεγέθους ἀπηναγκάσθαι λέγοι ἄν·
なぜなら、大きさのためにそうせざるを得なかったのだ、と言うこともできないからである。
καὶ γὰρ τὸ μέχρι θαλάττης οὐ μήν πω ἂν ἐξισάζοιτο τῇ Ἰνδικῇ, ἀλλʼ οὐδὲ τῇ Ἀριανῇ, προσλαβὸν καὶ τὸ μέχρι τῶν ὅρων τῆς εὐδαίμονος Ἀραβίας καὶ τῆς Αἰγύπτου·
というのも、海までの区画は、幸福なアラビアやエジプトの境界までの地域を付け加えたとしても、インドの大きさに並ぶことは到底ないし、アリアネにさえ並ばないからである。
ὥστε πολὺ κρεῖττον ἦν μέχρι δεῦρο προελθεῖν, τῆς τρίτης εἰπόντα σφραγῖδος τοσαύτῃ προσθήκῃ τῇ μέχρι τῆς Συριακῆς θαλάττης τὸ μὲν νότιον πλευρὸν οὐχ ὥσπερ ἐκεῖνος εἶπεν ἔχον, οὐδʼ ἐπʼ εὐθείας, ἀλλʼ ἀπὸ τῆς Καρμανίας εὐθὺς τὴν δεξιὰν παραλίαν εἰσπλέοντι τὸν Περσικὸν κόλπον μέχρι τῆς ἐκβολῆς τοῦ Εὐφράτου, καὶ μετὰ ταῦτα τοῖς ὁρίοις τῆς Μεσήνης καὶ τῆς Βαβυλωνίας συνάπτον, ἥπερ ἐστὶν ἀρχὴ τοῦ διορίζοντος τὴν εὐδαίμονα Ἀραβίαν ἀπὸ τῆς ἄλλης ἠπείρου, εἶτʼ ἐφεξῆς αὐτὸν τοῦτον διεξιόν, διῆκόν τε μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου καὶ Πηλουσίου, καὶ ἔτι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου·
したがって、シリア海にいたるまでのこれほどの追加部分を伴う第三の区画について次のように述べて、ここまで(境界を)進める方がはるかに勝っていただろう。 すなわち、南側の辺は彼が言ったような形をしておらず、また直線でもなく、カルマニアからペルシア湾に入ってすぐ右側の海岸線に沿ってユーフラテス川の河口にいたり、その後、メセネとバビロニアの境界に接するが、これは幸福なアラビアを他の大陸から区画する境界の始まりであり、次いでこれ自身を順に通り抜けて、アラビア湾の最奥部およびペルシオン、さらにはナイル川のカノボス河口にまで達する、と。
τοῦτο μὲν τὸ νότιον πλευρόν, τὸ δὲ λοιπὸν ἑσπέριον τὴν ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι τῆς Κιλικίας παραλίαν.
――これがいわば南側の辺であり、残りの西側の辺は、カノボス河口からキリキアにいたる海岸線である、と。

語釈・文法注

  1. 110καθάπερ γὰρ ἡ κατὰ μέλος τομὴ τῆς ἄλλως κατὰ μέρος διαφέρει — 関係名詞句 `ἡ κατὰ μέλος τομὴ` と `τῆς ἄλλως κατὰ μέρος [τομῆς]` を比較する構文。`διαφέρει` は比較対象として属格(`τῆς...`)を取る。「関節(自然な肉体の節々)に沿った切断」と「単なる部分による(機械的な)切断」の対比が、地理の境界線画定のメタファーとして機能している。
  2. 111τὸ μὴ μέχρι δεῦρο προάγειν δεῖν τὴν σφραγῖδα οὐ πιθανόν — 冠詞付き不定詞 `τὸ ... προάγειν` が主語であり、述語形容詞は `οὐ πιθανόν`(非人称的に「〜することは説得力がない」)。`δεῖν`(必要であること)が不定詞句の内部に入り込んでおり、「区画をここまで進めるべき(`δεῖν`)ではない(`μὴ`)とすること」という二重の不定詞構造を形成している。
  3. 111ὥστε πολὺ κρεῖττον ἦν μέχρι δεῦρο προελθεῖν, τῆς τρίτης εἰπόντα σφραγῖδος... — 結果の接続詞 `ὥστε` に導かれる非人称構文 `κρεῖττον ἦν`(〜する方がはるかに勝っていただろう、直説法過去による反実仮想的ニュアンス)。`προελθεῖν`(進むこと)の意味上の主語となる対格分詞 `εἰπόντα` が、第三の区画(`τῆς τρίτης ... σφραγῖδος`、属格)の境界定義を述べる主体(地理学者)を指している。

この箇所を引用する

ストラボン, 地理誌 §2.1.30-2.1.31. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.30-2.1.31

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。