§2.1.30ταῦτα μὲν οὖν ἐᾶν δεῖ ὡς παιδικά.
因此,这些事应该作为幼稚的言论予以忽略。
ἃ δʼ ἄν τις αἰτιάσαιτο τοῦ Ἐρατοσθένους τοιαῦτά ἐστι.
但人们可以指责埃拉托斯特尼的地方如下。
καθάπερ γὰρ ἡ κατὰ μέλος τομὴ τῆς ἄλλως κατὰ μέρος διαφέρει (διότι ἡ μὲν καὶ τὰ μέρη λαμβάνει περιγραφὴν ἔχοντα φυσικήν, ἀρθρώσει τινὶ καὶ τύπῳ σημειώδη, ἡ δʼ οὐδὲν ἔχει τοιοῦτον), χρώμεθα δʼ οἰκείως ἑκατέρᾳ τὸν καιρὸν καὶ τὴν χρείαν σκοποῦντες, οὕτως ἐπὶ τῶν γεωγραφικῶν δεῖ μὲν τομὰς ποιεῖσθαι τῶν μερῶν τὰ καθʼ ἕκαστα ἐπιόντας, μιμεῖσθαι δὲ τὰς κατὰ μέλος τομὰς μᾶλλον ἢ τὰς ὡς ἔτυχε.
因为正如按关节进行的切割与仅按部分进行的分割有所不同(因为前者所取的部分具有自然边界,通过某种关节和形状来标明特征,而后者没有任何此类特征),并且我们根据时机和用途适当使用这两种方式,同样,在地理事物上,我们必须在考察具体细节的同时对各部分进行分割,但我们应当效仿按关节进行的分割,而不是随意进行的分割。
τὸ γὰρ σημειῶδες καὶ τὸ εὐπεριόριστον ἐκεῖθεν λαβεῖν ἔστιν, οὗ χρείαν ἔχει ὁ γεωγράφος· εὐπεριόριστον δέ, ὅταν ἢ ποταμοῖς ἢ ὄρεσιν ἢ θαλάττῃ δυνατὸν ᾖ, καὶ ἔθνει δὲ ἢ ἔθνεσι καὶ μεγέθει ποσῷ καὶ σχήματι, ὅπου τοῦτο δυνατόν.
因为从前者可以获得具有特征且易于界定的界限,这正是地理学家所需要的;而易于界定是指,可以通过河流、山脉或海洋,也可以通过一个或多个民族,以及在可能的情况下通过一定的面积和形状来界定。
πανταχοῦ δὲ ἀντὶ τοῦ γεωμετρικῶς τὸ ἁπλῶς καὶ ὁλοσχερῶς ἱκανόν.
但在所有情况下,用简单和粗略的描述来代替几何上的精确就足够了。
μέγεθος μὲν οὖν ἱκανόν ἐστιν, ἂν τὸ μέγιστον εἴπῃς μῆκος καὶ πλάτος, ὡς τῆς οἰκουμένης ἑπτὰ μυριάδων εἰ τύχοι μῆκος, πλάτος δʼ ἔλαττον ἢ ἥμισυ μικρῷ τοῦ μήκους· σχῆμα δʼ, ἂν τῶν γεωμετρικῶν τινὶ σχημάτων εἰκάσῃς, ὡς τὴν Σικελίαν τριγώνῳ, ἢ τῶν ἄλλων γνωρίμων τινὶ σχημάτων, οἷον τὴν Ἰβηρίαν βύρσῃ, τὴν Πελοπόννησον πλατάνου φύλλῳ· ὅσῳ δʼ ἂν μεῖζον ᾖ τὸ τεμνόμενον, τοσῷδε καὶ ὁλοσχερεστέρας πρέποι ἂν ποιεῖσθαι τὰς τομάς.
就面积而言,只要说明最大长度和宽度就足够了,例如,如果居住世界的长度刚好是七万斯塔迪翁,而宽度比长度的一半稍小一点;就形状而言,如果将其比作几何图形之一,例如将西西里比作三角形,或者比作其他熟悉的形状,例如将伊比利亚比作牛皮,将伯罗奔尼撒比作梧桐叶;而被分割的区域越大,就越应当进行更为粗略的分割。
§2.1.31̔η μὲν οὖν οἰκουμένη δίχα διῄρηται τῷ τε Ταύρῳ καὶ τῇ ἐπὶ στήλας θαλάττῃ καλῶς.
因此,居住世界被托罗斯山群和直达赫拉克勒斯之柱的海洋漂亮地一分为二。
καὶ τοῦ νοτίου μέρους ἡ μὲν Ἰνδικὴ περιώρισται πολλοῖς· καὶ γὰρ ὄρει καὶ ποταμῷ καὶ θαλάττῃ καὶ ἑνὶ ὀνόματι ὡς ἑνὸς ἔθνους· ὥστε καὶ τετράπλευρος ὀρθῶς λέγεται καὶ ῥομβοειδής.
在南半部分中,印度被许多事物所界定;因为它被山脉、河流、海洋所界定,并且作为一个民族而拥有一个统一的名称;所以它被正确地称为四边形和菱形。
ἡ δʼ Ἀριανὴ ἧττον μὲν τὸ εὐπερίγραφον ἔχει διὰ τὸ τὴν ἑσπερίαν πλευρὰν συγκεχύσθαι, διώρισται δʼ ὅμως ταῖς τε τρισὶ πλευραῖς ὡς ἂν εὐθείαις, καὶ τῷ ὀνόματι ὡς ἂν ἑνὸς ἔθνους.
而阿里亚纳的边界则较不清晰,因为其西侧混淆不清,但它仍然通过三个犹如直线的边,以及作为一个民族的名称而被区分开来。
ἡ δὲ τρίτη σφραγὶς τελέως ἀπερίγραφός ἐστιν, οὕτω γε ἀφορισθεῖσα· ἥ τε γὰρ κοινὴ πλευρὰ αὐτῇ τε καὶ τῇ Ἀριανῇ συγκέχυται, ὡς προείρηται, καὶ ἡ νότιος πλευρὰ ἀργότατα εἴληπται· οὔτε γὰρ περιγράφει τὴν σφραγῖδα, διὰ μέσης τε αὐτῆς βαδίζουσα καὶ πολλὰ μέρη ἀπολείπουσα πρὸς νότον, οὔτε μῆκος ὑπογράφει τὸ μέγιστον (τὸ γὰρ προσάρκτιον πλευρὸν μεῖζον), οὔθʼ ὁ Εὐφράτης ἑσπέριόν ἐστι πλευρὸν οὐδʼ εἰ ἐπʼ εὐθείας ῥέοι, τῶν ἄκρων αὐτοῦ μὴ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων.
但是第三个印章分区在以这种方式划定时完全是无法界定的;因为正如前文所述,它与阿里亚纳共同的边界是混淆的,而且南侧的边界设定得极其草率;因为它既没有勾画出该分区的轮廓(因为它穿过该分区的中间,并在南边留下了许多部分),也没有标示出最大长度(因为北侧更长),而且即使幼发拉底河沿直线流动,它也不是西侧的边界,因为它的两端并不在同一条子午线上。
τί γὰρ μᾶλλον ἑσπέριον ἢ νότιον;
因为为什么它更应该是西侧而不是南侧的边界呢?
χωρὶς δὲ τούτων, ὀλίγης οὔσης τῆς ἐπὶ θάλατταν λοιπῆς τὴν Κιλίκιον καὶ τὴν Συριακήν, τὸ μὴ μέχρι δεῦρο προάγειν δεῖν τὴν σφραγῖδα οὐ πιθανόν, τῆς τε Σεμιράμιδος καὶ τοῦ Νίνου Σύρων λεγομένων, ὧν τῆς μὲν ἡ Βαβυλὼν κτίσμα καὶ βασίλειον, τοῦ δὲ Νίνος ὡς ἂν μητρόπολις τῆς Συρίας.
除这些之外,在到达海洋(即基利家和叙利亚海)的剩余距离已经很少的情况下,认为不应该将印章分区推进到这里的说法是不可信的,因为塞米拉米斯和尼诺斯被称为叙利亚人,前者的建造物和王宫是巴比伦,而后者的尼诺斯城则是叙利亚的首都。
καὶ τῆς διαλέκτου δὲ μέχρι νῦν διαμενούσης τῆς αὐτῆς τοῖς τε ἐκτὸς τοῦ Εὐφράτου καὶ τοῖς ἐντός, τὸ ἐνταῦθα μέντοι τοιούτῳ μερισμῷ διασπᾶν ἔθνος γνωριμώτατον καὶ τὰ μέρη συνάπτειν τοῖς ἀλλοεθνέσιν ἥκιστα ἂν πρέποι. οὐδὲ γὰρ ὑπὸ μεγέθους ἀπηναγκάσθαι λέγοι ἄν·
而且,既然直到今天,幼发拉底河外侧和内侧的人们仍然保持着相同的语言,那么在此时此地通过这种分割来撕裂一个最著名的民族,并将它的各部分与其他民族连接起来,是最不合适的。
καὶ γὰρ τὸ μέχρι θαλάττης οὐ μήν πω ἂν ἐξισάζοιτο τῇ Ἰνδικῇ, ἀλλʼ οὐδὲ τῇ Ἀριανῇ, προσλαβὸν καὶ τὸ μέχρι τῶν ὅρων τῆς εὐδαίμονος Ἀραβίας καὶ τῆς Αἰγύπτου· ὥστε πολὺ κρεῖττον ἦν μέχρι δεῦρο προελθεῖν, τῆς τρίτης εἰπόντα σφραγῖδος τοσαύτῃ προσθήκῃ τῇ μέχρι τῆς Συριακῆς θαλάττης τὸ μὲν νότιον πλευρὸν οὐχ ὥσπερ ἐκεῖνος εἶπεν ἔχον, οὐδʼ ἐπʼ εὐθείας, ἀλλʼ ἀπὸ τῆς Καρμανίας εὐθὺς τὴν δεξιὰν παραλίαν εἰσπλέοντι τὸν Περσικὸν κόλπον μέχρι τῆς ἐκβολῆς τοῦ Εὐφράτου, καὶ μετὰ ταῦτα τοῖς ὁρίοις τῆς Μεσήνης καὶ τῆς Βαβυλωνίας συνάπτον, ἥπερ ἐστὶν ἀρχὴ τοῦ διορίζοντος τὴν εὐδαίμονα Ἀραβίαν ἀπὸ τῆς ἄλλης ἠπείρου, εἶτʼ ἐφεξῆς αὐτὸν τοῦτον διεξιόν, διῆκόν τε μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου καὶ Πηλουσίου, καὶ ἔτι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τοῦτο μὲν τὸ νότιον πλευρόν, τὸ δὲ λοιπὸν ἑσπέριον τὴν ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι τῆς Κιλικίας παραλίαν.
因为他不能说是由于面积太大而被逼无奈;因为即使加上直达幸福阿拉伯和埃及边界的区域,到达海洋的分区也还远远不能与印度相比,甚至不能与阿里亚纳相比;因此,如果能将第三个印章分区的边界推到这里,并说明其具有直达叙利亚海的如此巨大的附加部分,那将会好得多,并指出其南侧边界并不像他所说的那样,也不是一条直线,而是从卡尔马尼亚开始,在驶入波斯湾时紧贴着右侧海岸直达幼发拉底河口,之后与美塞涅和巴比伦尼亚的边界相接(这正是将幸福阿拉伯与大陆其他部分隔开的边界的起点),然后顺次穿过这一边界本身,一直延伸到阿拉伯湾的深处和佩鲁斯,甚至到尼罗河的卡诺匹斯河口;这便是南侧的边界,而其余的西侧边界则是从卡诺匹斯河口到基利家的海岸线。