Humanitext Reader

ストラボン · 地理誌 §2.1.26-2.1.28

第三区分の東西の側辺とヒッパルコスの幾何学批判

54 / 577 箇所 · ギリシア語

要旨

エラトステネスによる第三の区分の東西の側辺の記述を提示し、それに対するヒッパルコスの幾何学的批判とその前提の不整合を指摘する。

§2.1.26τῶν δὲ πλαγίων πλευρῶν τὴν ἑσπερίαν λέγει πρῶτον, ἣν ὁποία τίς ἐστιν, εἴτε μία εἴτε δύο, ἐν μέσῳ πάρεστι σκοπεῖν.
また、側面の辺のうち西のものを彼はまず述べているが、それがどのようなものであるか、一辺なのか二辺なのかは、追って考察することが可能である。
ἀπὸ γὰρ τῆς κατὰ Θάψακόν φησι διαβάσεως παρὰ τὸν Εὐφράτην εἰς μὲν Βαβυλῶνα σταδίους εἶναι τετρακισχιλίους ὀκτακοσίους, ἐντεῦθεν δʼ ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου καὶ πόλιν Τερηδόνα τρισχιλίους·
というのも、タプサコスの渡河地点からユーフラテス川に沿ってバビロンまでは4,800スタディオンであり、そこからユーフラテス川の注ぎ口とテレドン市までは3,000スタディオンであると彼は言うからである。
τὰ δʼ ἀπὸ Θαψάκου πρὸς τὰς ἄρκτους μέχρι μὲν τῶν Ἀρμενίων πυλῶν καταμεμετρῆσθαι καὶ εἶναι ὡς χιλίους ἑκατόν, τοὺς δὲ διὰ Γορδυαίων καὶ Ἀρμενίων μηκέτι· διὸ δὴ παραλείπειν αὐτούς.
また、タプサコスから北に向かってアルメニア門にいたるまでは測定されており、約1,100スタディオンであるが、ゴルデュアイオイ人およびアルメニア人を通る部分はもはや測定されておらず、それゆえ彼はこれらを省略している。
τοῦ δὲ πρὸς ἕω πλευροῦ τὸ μὲν διὰ τῆς Περσικῆς κατὰ μῆκος ἀπὸ τῆς Ἐρυθρᾶς ὡς ἐπὶ Μηδίαν καὶ τὰς ἄρκτους οὐκ ἔλαττον εἶναι δοκεῖ τῶν ὀκτακισχιλίων, ἀπὸ δέ τινων ἀκρωτηρίων καὶ ὑπὲρ τοὺς ἐνακισχιλίους, τὸ δὲ λοιπὸν διὰ τῆς Παραιτακηνῆς καὶ Μηδίας ἐπὶ Κασπίους πύλας ὡς τρισχιλίων·
他方、東側の辺のうち、ペルシスを通って紅海からメディアおよび北の方への縦の長さは8,000スタディオンを下らないと思われ、あるいくつかの岬からは9,000以上にもなり、残りの、パライタケネとメディアを通ってカスピ門に至る長さは約3,000スタディオンである。
τὸν δὲ Τίγριν ποταμὸν καὶ τὸν Εὐφράτην ῥέοντας ἐκ τῆς Ἀρμενίας πρὸς μεσημβρίαν, ἐπειδὰν παραμείψωνται τὰ τῶν Γορδυαίων ὄρη, κύκλον μέγαν περιβαλομένους καὶ ἐμπεριλαβόντας χώραν πολλὴν τὴν Μεσοποταμίαν ἐπιστρέφειν πρὸς χειμερινὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν, πλέον δὲ τὸν Εὐφράτην·
そしてティグリス川とユーフラテス川は、アルメニアから南に向かって流れ、ゴルデュアイオイ人の山脈を通り過ぎた後、大きな円を描き、メソポタミアという広大な土地を取り囲んで、冬の日の出の方向および南へと向きを変えるが、ユーフラテス川はより大きく向きを変える。
γενόμενον δὲ τοῦτον ἔγγιον ἀεὶ τοῦ Τίγριδος κατὰ τὸ Σεμιράμιδος διατείχισμα καὶ κώμην καλουμένην Ὦπιν, διασχόντα ταύτης ὅσον διακοσίους σταδίους καὶ ῥυέντα διὰ Βαβυλῶνος ἐκπίπτειν εἰς τὸν Περσικὸν κόλπον.
そして、この川はセミラミスの長城とオフィスと呼ばれる村のあたりで常にティグリス川に極めて近づき、そこから約200スタディオン隔たって、バビロンを通って流れ、ペルシア湾へと注ぎ込む。
γίνεται δή φησί τὸ σχῆμα τῆς Μεσοποταμίας καὶ Βαβυλωνίας ὑπηρεσίῳ παραπλήσιον.
こうして、メソポタミアとバビロニアの形状は小舟に類似したものになると彼は言っている。
ὁ μὲν δὴ Ἐρατοσθένης τοιαῦτʼ εἴρηκε.
エラトステネスはこのように述べている。
§2.1.27περὶ δὲ τῆς τρίτης σφραγῖδος καὶ ἄλλα μέν τινα ἁμαρτήματα ποιεῖ, περὶ ὧν ἐπισκεψόμεθα, ἃ δὲ Ἵππαρχος προφέρει αὐτῷ, οὐ πάνυ.
ところで、第三の封印に関して、彼は他のいくつかの過ちを犯しており、それらについては追って検討するが、ヒッパルコスが彼に対して持ち出している非難については、全くそのようには言えない。
σκοπῶμεν δʼ ἃ λέγει.
しかし、彼が述べていることを見てみよう。
βουλόμενος γὰρ βεβαιοῦν τὸ ἐξ ἀρχῆς, ὅτι οὐ μεταθετέον τὴν Ἰνδικὴν ἐπὶ τὰ νοτιώτερα, ὥσπερ Ἐρατοσθένης ἀξιοῖ, σαφὲς ἂν γενέσθαι τοῦτο μάλιστά φησιν ἐξ ὧν αὐτὸς ἐκεῖνος προφέρεται·
というのも、彼は、インドをエラトステネスが主張するように南の方へ移すべきではないという当初からの主張を裏付けようとして、このことは他ならぬ彼自身が持ち出していることから最も明らかになると言っているからである。
τὴν γὰρ τρίτην μερίδα κατὰ τὴν βόρειον πλευρὰν εἰπόντα ἀφορίζεσθαι ὑπὸ τῆς ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην γραμμῆς σταδίων μυρίων οὔσης, μετὰ ταῦτα ἐπιφέρειν ὅτι τὸ νότιον πλευρὸν τὸ ἀπὸ Βαβυλῶνος εἰς τοὺς ὅρους τῆς Καρμανίας μικρῷ πλειόνων ἐστὶν ἢ ἐνακισχιλίων, τὸ δὲ πρὸς δύσει πλευρὸν ἀπὸ Θαψάκου παρὰ τὸν Εὐφράτην ἐστὶν εἰς Βαβυλῶνα τετρακισχίλιοι ὀκτακόσιοι στάδιοι, καὶ ἑξῆς ἐπὶ τὰς ἐκβολὰς τρισχίλιοι, τὰ δὲ πρὸς ἄρκτον ἀπὸ Θαψάκου τὸ μὲν ἀπομεμέτρηται μέχρι χιλίων ἑκατόν, τὸ λοιπὸν δʼ οὐκέτι.
すなわち、第三の区分は、北の側辺においては、カスピ門からユーフラテス川までの1万スタディオンの線によって画定されるとエラトステネスが述べた上で、その後、バビロンからカルマニアの境界に至る南の側辺は9千スタディオンよりわずかに多いものであり、西に面する側辺は、タプサコスからユーフラテス川に沿ってバビロンまでが4,800スタディオン、そこから注ぎ口までが引き続き3,000スタディオンであり、他方、タプサコスから北に向かう部分については、ある部分は1,100スタディオンまで測定されているが、残りの部分はもはや測定されていないと付け加えているからである。
ἐπεὶ τοίνυν φησί τὸ μὲν βόρειόν ἐστι πλευρὸν τῆς τρίτης μερίδος ὡς μυρίων, ἡ δὲ τούτῳ παράλληλος ἀπὸ Βαβυλῶνος εὐθεῖα μέχρι ἀνατολικοῦ πλευροῦ συνελογίσθη μικρῷ πλειόνων ἢ ἐνακισχιλίων, δῆλον ὅτι ἡ Βαβυλὼν οὐ πολλῷ πλείοσιν ἢ χιλίοις σταδίοις ἐστὶν ἀνατολικωτέρα τῆς κατὰ Θάψακον διαβάσεως.
それゆえとヒッパルコスは言う。 「第三の区分の北の側辺は約1万スタディオンであり、これに平行なバビロンからの直線は、東の側辺にいたるまで 9千スタディオンよりわずかに多いと算定されたのであるから、バビロンはタプサコスの渡河地点よりも、1千スタディオンよりそれほど多くない分だけ東に位置していることは明らかである。
§2.1.28Ἐροῦμεν δʼ ὅτι, εἰ μὲν ἐπὶ τῆς αὐτῆς μεσημβρινῆς εὐθείας ἐπʼ ἀκριβὲς ἐλαμβάνοντο αἵ τε Κάσπιοι πύλαι καὶ οἱ ὅροι τῶν Καρμανίων καὶ Περσῶν, πρὸς ὀρθάς τε ἤγοντο ἀπὸ τῆς λεχθείσης μεσημβρινῆς εὐθείας ἥ τε ἐπὶ Θάψακον καὶ ἡ ἐπὶ Βαβυλῶνα, συνέβαινεν ἂν τοῦτο.
」これに対して我々はこう言うだろう。 もしカスピ門と、カルマニア人とペルシア人の境界が、厳密に同一の子午線上に想定され、かつ、タプサコスへの線とバビロンへの線が、前述の子午線から直角に引かれているならば、このことは成り立ったであろう。
ἡ γὰρ προσεκβαλλομένη τῇ διὰ Βαβυλῶνος μέχρι τῆς διὰ Θαψάκου εὐθείας μεσημβρινῆς ἴση ἂν ἦν πρὸς αἴσθησιν ἢ πάρισός γε τῇ ἀπὸ Κασπίων πυλῶν εἰς Θάψακον, ὥστε τῇ ὑπεροχῇ ἐγίνετʼ ἂν ἀνατολικωτέρα ἡ Βαβυλὼν τῆς Θαψάκου, ᾗ ὑπερέχει ἡ ἐκ Κασπίων πυλῶν εἰς Θάψακον τῆς ἐκ τῶν Καρμανίων ὅρων εἰς Βαβυλῶνα.
なぜなら、バビロンを通る線を、タプサコスを通る線の子午線まで延長した直線は、感覚的には等しいか、あるいは少なくともカスピ門からタプサコスへの直線とほぼ等しくなったはずであり、その結果、カスピ門からタプサコスへの線が、カルマニアの境界からバビロンへの線を上回っている差の分だけ、バビロンはタプサコスよりも東に位置することになったはずだからである。
ἀλλʼ οὔτε τὴν διορίζουσαν γραμμὴν ἑσπέριον πλευρὸν τῆς Ἀριανῆς ἐπὶ μεσημβρινοῦ κειμένην εἴρηκεν Ἐρατοσθένης, οὔτε τὴν ἀπὸ Κασπίων πυλῶν ἐπὶ Θάψακον πρὸς ὀρθὰς τῇ διὰ τῶν Κασπίων πυλῶν μεσημβρινῇ, ἀλλὰ μᾶλλον τὴν τῷ ὄρει γραφομένην, πρὸς ἣν ἡ ἐπὶ Θάψακον γωνίαν ποιεῖ ἀπὸ τοῦ αὐτοῦ σημείου κατηγμένη ἀφʼ οὗ καὶ ἡ τοῦ ὄρους γραμμή·
しかし、エラトステネスはアリアネの西の側辺を画定する線を子午線上に置かれているとも言っていないし、カスピ門からタプサコスへの線を、カスピ門を通る子午線に対して直角であるとも言っておらず、むしろ山脈に沿って描かれた線であると言っている。 その線に対して、タプサコスへの線は、山脈の線が引かれているのと同じ点から下ろされて角をなしている。
οὔθʼ ἡ ἐπὶ Βαβυλῶνα ἠγμένη ἀπὸ τῆς Καρμανίας παράλληλος εἴρηται τῇ ἐπὶ Θάψακον ἠγμένῃ·
また、カルマニアからバビロンへと引かれた線が、タプサコスへと引かれた線と平行であるとも言われていない。
οὐδʼ εἰ παράλληλος ἦν, μὴ ὀρθὰς δὲ τῇ διὰ Κασπίων πυλῶν μεσημβρινῇ, οὐδὲν ἂν ἐγίνετο πλέον πρὸς τὸν συλλογισμόν.
また、仮に平行であったとしても、カスピ門を通る子午線に対して直角でなければ、その推論に役立つことは何一つなかったであろう。

語釈・文法注

  1. 2.1.26ἐν μέσῳ πάρεστι σκοπεῖν — ἐν μέσῳ の解釈について。ここでは「その間に」あるいは「追って/のちに」を意味し、エラトステネスの説を全面的に検討する前の暫定的な言及であることを示す。
  2. 2.1.27ἃ δὲ Ἵππαρχος προφέρει αὐτῷ, οὐ πάνυ — 述語部分の省略。οὐ πάνυ は ἁμαρτήματα ποιεῖ を否定しており、「しかしヒッパルコスが彼に対して持ち出す非難については、彼(エラトステネス)は全く(過ちを犯しているわけではない)」という意味。
  3. 2.1.28ἡ γὰρ προσεκβαλλομένη τῇ διὰ Βαβυλῶνος — 幾何学的仮定。ἡ προσεκβαλλομένη の後に εὐθεῖα(直線)が省略されており、主動詞 ἂν ἦν に対する主語。これは幾何学的な作図において、特定の直線を別の子午線まで延長した線を指す。

この箇所を引用する

ストラボン, 地理誌 §2.1.26-2.1.28. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.26-2.1.28

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。