§2.1.23οὕτω δʼ ὁλοσχερεῖ τινι τύπῳ τὴν δευτέραν ἀποδιδοὺς σφραγῖδα πολὺ ταύτης ὁλοσχερέστερον ἀποδίδωσι τὴν τρίτην σφραγῖδα κατὰ πλείους αἰτίας.
このように大まかな形で第二の封印を規定した上で、彼はいくつかの理由から、この第二の(封印)よりもはるかに大まかに第三の封印を規定している。
πρώτην μὲν τὴν λεχθεῖσαν, ὅτι οὐκ εὐκρινῶς ἀφώρισται ἡ ἀπὸ Κασπίων πυλῶν ἐπὶ Καρμανίαν, ἥτις κοινή ἐστι τῇ τρίτῃ πρὸς τὴν δευτέραν σφραγῖδα πλευρά·
第一には前述の理由、すなわち、カスピ門からカルマニアへの線が明確に画定されていないことであり、この線は第三の封印にとって第二の封印に対する共通の側辺である。
ἔπειθʼ ὅτι εἰς τὴν νότιον πλευρὰν ὁ Περσικὸς ἐμπίπτει κόλπος, ὅπερ καὶ αὐτός φησιν, ὥστʼ ἠνάγκασται τὴν ἐκ Βαβυλῶνος λαβεῖν γραμμὴν ὡς ἂν εὐθεῖάν τινα διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὅρων τῆς Καρμανίας καὶ τῆς Περσίδος, ᾗ δυνατὸς ἦν εὑρεῖν μεμετρημένην ὁδόν, σταδίων οὖσαν τὴν ὅλην μικρῷ πλειόνων ἢ ἐνακισχιλίων·
第二には、彼自身も言うように、南の側辺にペルシア湾が割入していることであり、その結果彼は、バビロンからスーサおよびペルセポリスを通ってカルマニアとペルシスの境界に至る、直線のような一本の線をとらざるを得ず、そこで彼は測定された道路を見出すことが可能であったが、その全行程は9千スタディオンよりわずかに多いものであった。
ἣν νότιον μὲν καλεῖ πλευράν, παράλληλον δʼ οὐ λέγει τῇ βορείῳ.
彼はこの線を南の側辺と呼んでいるが、北の(側辺)と平行であるとは言っていない。
δῆλον δʼ ὅτι οὐδʼ ὁ Εὐφράτης, ᾧ τὸ ἑσπέριον ἀφορίζει πλευρόν, σύνεγγύς ἐστιν εὐθείᾳ γραμμῇ, ἀλλʼ ἀπὸ τῶν ὀρῶν ἐπὶ τὴν μεσημβρίαν ῥυεὶς εἶτʼ ἐπιστρέφει πρὸς ἕω καὶ πάλιν πρὸς νότον μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς.
そして、彼がそれによって西の側辺を画定しているユーフラテス川もまた、直線に極めて近いわけではなく、かえって山脈から南へと流れたあと、東へと向きを変え、そして再び海への注ぎ口に達するまで南へと流れていることは明らかである。
δηλοῖ δὲ τὸ μὴ εὐθύπορον τοῦ ποταμοῦ, φράζων τὸ σχῆμα τῆς Μεσοποταμίας, ὃ ποιοῦσι συμπίπτοντες εἰς ἓν ὅ τε Τίγρις καὶ ὁ Εὐφράτης, ὑπηρεσίῳ παραπλήσιον, ὥς φησι.
また、彼が言うところでは、ティグリス川とユーフラテス川が合流して一つになることで形成するメソポタミアの形状を説明する際に、それが小舟に似ていると述べていることは、この川がまっすぐ走っていないことを示している。
καὶ μὴν οὐδὲ πᾶν μεμετρημένον ἔχει τὸ ἑσπέριον πλευρὸν τὸ ἀφοριζόμενον ὑπὸ τοῦ Εὐφράτου, ἀλλὰ φησὶ τὸ πρὸς τῇ Ἀρμενίᾳ μέρος καὶ τοῖς ἀρκτικοῖς ὄρεσι μὴ ἔχειν πόσον ἐστὶ διὰ τὸ ἀμέτρητον εἶναι.
さらにまた、彼はユーフラテス川によって画定される西の側辺のすべてを測定して持っているわけではないが、かえってアルメニアおよび北の山脈に接する部分については、測定されていないためにどれほどの長さであるかを知らないと言っている。
διὰ δὴ ταῦτα πάντα τυπωδῶς φησιν ἀποδιδόναι τὴν τρίτην μερίδα·
まさにこれらすべての理由から、彼は第三の区分をおおまかに規定していると言っているのである。
καὶ γὰρ καὶ τὰ διαστήματά φησιν ἐκ πολλῶν συναγαγεῖν τῶν τοὺς σταθμοὺς πραγματευσαμένων, τινὰς καὶ ἀνεπιγράφους καλεῖ.
というのも、彼はその距離についても、宿駅を扱った多くの人々から集めたと言っており、そのうちのいくつかの記録を著者未詳と呼んでいるからである。
ἀγνωμονεῖν δὴ δόξειεν ἂν ὁ Ἵππαρχος πρὸς τὴν τοιαύτην ὁλοσχέρειαν γεωμετρικῶς ἀντιλέγων, ἐν ᾗ χάριν εἰδέναι δεῖ τοῖς καὶ ὁπωσοῦν ἀπαγγείλασιν ἡμῖν τὴν τῶν τόπων φύσιν.
それゆえ、ヒッパルコスがこのような大まかな記述に対して幾何学的に反論することは、いかなる方法であれ我々にそれらの場所の状況を報告してくれた人々に感謝すべきであるのに、理を解さないことと思われるかもしれない。
ὅταν δὲ δὴ μηδʼ ἐξ ὧν ἐκεῖνος λέγει λαμβάνῃ τὰς γεωμετρικὰς ὑποθέσεις ἀλλʼ ἑαυτῷ πλάσας, ἐκφανέστερον ἂν τὸ φιλότιμον καταμηνύοιτο.
その上、彼が述べていることから幾何学的な前提を借用するのでさえなく、自分自身でそれを作り出しているのだから、彼の功名心がより明白に示されることになるだろう。
§2.1.24̔ο μὲν δὴ οὕτως φησὶ τὴν τρίτην μερίδα τυπωδῶς ἀποδίδοσθαι μυρίων σταδίων ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην, κατὰ μέρος δὲ διαιρῶν, ὡς ἀναγεγραμμένην εὗρε τὴν μέτρησιν οὕτω τίθησιν, ἔμπαλιν τὴν ἀρχὴν ἀπὸ τοῦ Εὐφράτου ποιησάμενος καὶ τῆς κατὰ Θάψακον διαβάσεως αὐτοῦ.
このようにして彼は、カスピ門からユーフラテス川までを1万スタディオンとして、第三の区分が大まかに規定されていると言っているが、部分ごとに分割するにあたっては、逆にユーフラテス川およびそこにおけるタプサコスの渡河地点から起点をとり、記録されているのを見出した測定値をそのまま配置している。
μέχρι μὲν δὴ τοῦ Τίγριδος, ὅπου Ἀλέξανδρος διέβη, σταδίους χιλίους καὶ τετρακοσίους γράφει· ἐντεῦθεν δʼ ἐπὶ τοὺς ἑξῆς τύπους διὰ Γαυγαμήλων καὶ τοῦ Λύκου καὶ Ἀρβήλων καὶ Ἐκβατάνων, ᾗ Δαρεῖος ἐκ τῶν Γαυγαμήλων ἔφυγε μέχρι Κασπίων πυλῶν, τοὺς μυρίους ἐκπληροῖ, τριακοσίοις μόνον πλεονάσας.
すなわち、アレクサンドロスが渡ったティグリス川までは1千4百スタディオンと記録しており、そこからそれに続く地域へ、ガウガメラ、リュコス川、アルベラ、エクバタナを経て、ダレイオスがガウガメラからカスピ門まで逃亡した経路に沿って、ただ 3百スタディオンだけ超過して1万スタディオンを満たしている。
τὸ μὲν δὴ βόρειον πλευρὸν οὕτω καταμετρεῖ, οὐ παράλληλον τοῖς ὄρεσι θεὶς οὐδὲ τῇ διὰ στηλῶν καὶ Ἀθηνῶν καὶ Ῥόδου γραμμῇ·
すなわち、彼は北の側辺をこのように測定しているのであって、それを山脈とも平行に置かず、また柱、アテナイ、ロドスを通る線とも平行に置いていない。
ἡ γὰρ Θάψακος πολὺ τῶν ὀρῶν ἀφέστηκε, συμπίπτει δὲ καὶ τὸ ὄρος καὶ ἡ ἀπὸ Θαψάκου ὁδὸς ἐπὶ τὰς Κασπίους πύλας.
というのも、タプサコスは山脈から大きく離れており、山脈とタプサコスからの道の両方がカスピ門において合流するからである。
καὶ τά γε προσάρκτια μέρη τοῦ ὅρου ταῦτʼ ἐστίν.
そして、これらがまさにその境界の北側の部分をなしている。
§2.1.25Ἀποδοὺς δὲ τὸ βόρειον οὕτω πλευρόν
τὸ δὲ νότιον
φησί
παρὰ μὲν τὴν θάλατταν οὐκ ἔστι λαβεῖν διὰ τὸ τὸν Περσικὸν ἐμπίπτειν κόλπον, ἀπὸ Βαβυλῶνος δὲ διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὁρίων τῆς τε Περσίδος καὶ τῆς Καρμανίας σταδίους εἶναι ἐνακισχιλίους καὶ διακοσίους,
νότιον μὲν λέγων, παράλληλον δʼ οὐ λέγων τῷ βορείῳ τὸ νότιον.
このように北の側辺を提示した上で、南の側辺については、海に沿ってはペルシア湾がそこに割入しているためにとることは不可能であるが、バビロンからスーサおよびペルセポリスを通ってペルシスとカルマニアの境界にいたるまでは9千2百スタディオンであると言っており、この線を南(の側辺)とは呼んでいるものの、その南(の側辺)を北(の側辺)と平行であるとは言っていない。
τὴν δὲ διαφωνίαν τοῦ μήκους φησὶ συμβαίνειν, τοῦ τε βορείου τεθέντος πλευροῦ καὶ τοῦ νοτίου, διὰ τὸ τὸν Εὐφράτην μέχρι τινὸς πρὸς μεσημβρίαν ῥυέντα πρὸς τὴν ἕω πολὺ ἐγκλίνειν.
そして、設定された北の側辺と南の側辺との間で長さの不一致が生じるのは、ユーフラテス川がある地点まで南に向かって流れたあと、東へと大きく傾いているためであると彼は言っている。