§2.1.26τῶν δὲ πλαγίων πλευρῶν τὴν ἑσπερίαν λέγει πρῶτον, ἣν ὁποία τίς ἐστιν, εἴτε μία εἴτε δύο, ἐν μέσῳ πάρεστι σκοπεῖν.
关于侧边,他首先提到了西边;而至于这是怎样的一个边,是一条还是两条,我们可以稍后考察。
ἀπὸ γὰρ τῆς κατὰ Θάψακόν φησι διαβάσεως παρὰ τὸν Εὐφράτην εἰς μὲν Βαβυλῶνα σταδίους εἶναι τετρακισχιλίους ὀκτακοσίους, ἐντεῦθεν δʼ ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου καὶ πόλιν Τερηδόνα τρισχιλίους· τὰ δʼ ἀπὸ Θαψάκου πρὸς τὰς ἄρκτους μέχρι μὲν τῶν Ἀρμενίων πυλῶν καταμεμετρῆσθαι καὶ εἶναι ὡς χιλίους ἑκατόν, τοὺς δὲ διὰ Γορδυαίων καὶ Ἀρμενίων μηκέτι· διὸ δὴ παραλείπειν αὐτούς.
因为他说,从塔普萨科斯的渡口沿着幼发拉底河到巴比伦是四千八百斯塔迪翁,从那里到幼发拉底河的河口和特里东市是三千斯塔迪翁;而从塔普萨科斯向北到亚美尼亚门的部分已经测量过,约为一千一百斯塔迪翁,但穿过高尔迪亚伊人和亚美尼亚人的部分则不再测量,因此他省略了这些。
τοῦ δὲ πρὸς ἕω πλευροῦ τὸ μὲν διὰ τῆς Περσικῆς κατὰ μῆκος ἀπὸ τῆς Ἐρυθρᾶς ὡς ἐπὶ Μηδίαν καὶ τὰς ἄρκτους οὐκ ἔλαττον εἶναι δοκεῖ τῶν ὀκτακισχιλίων, ἀπὸ δέ τινων ἀκρωτηρίων καὶ ὑπὲρ τοὺς ἐνακισχιλίους, τὸ δὲ λοιπὸν διὰ τῆς Παραιτακηνῆς καὶ Μηδίας ἐπὶ Κασπίους πύλας ὡς τρισχιλίων·
关于东边,穿过波斯地区纵向从红海到米底和北方的部分似乎不低于八千斯塔迪翁,从某些海岬出发甚至超过九千斯塔迪翁,其余穿过帕莱塔凯内和米底到卡斯皮亚门的部分约为三千斯塔迪翁。
τὸν δὲ Τίγριν ποταμὸν καὶ τὸν Εὐφράτην ῥέοντας ἐκ τῆς Ἀρμενίας πρὸς μεσημβρίαν, ἐπειδὰν παραμείψωνται τὰ τῶν Γορδυαίων ὄρη, κύκλον μέγαν περιβαλομένους καὶ ἐμπεριλαβόντας χώραν πολλὴν τὴν Μεσοποταμίαν ἐπιστρέφειν πρὸς χειμερινὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν, πλέον δὲ τὸν Εὐφράτην· γενόμενον δὲ τοῦτον ἔγγιον ἀεὶ τοῦ Τίγριδος κατὰ τὸ Σεμιράμιδος διατείχισμα καὶ κώμην καλουμένην Ὦπιν, διασχόντα ταύτης ὅσον διακοσίους σταδίους καὶ ῥυέντα διὰ Βαβυλῶνος ἐκπίπτειν εἰς τὸν Περσικὸν κόλπον.
底格里斯河和幼发拉底河从亚美尼亚向南流,在绕过高尔迪亚伊人的山脉后,绕了一个大圈,包围了被称为美索不达米亚的广大土地,然后转向冬至日出的方向和南方,而幼发拉底河的转向幅度更大;这后一条河在塞米拉米斯长城和被称为奥皮斯的村庄附近总是极度接近底格里斯河,与它相距约二百斯塔迪翁,流经巴比伦后注入波斯湾。
γίνεται δή
φησί
τὸ σχῆμα τῆς Μεσοποταμίας καὶ Βαβυλωνίας ὑπηρεσίῳ παραπλήσιον.
因此他说,美索不达米亚和巴比伦尼亚的形状类似于小船。
ὁ μὲν δὴ Ἐρατοσθένης τοιαῦτʼ εἴρηκε.
埃拉托斯特尼确实说过这样的话。
§2.1.27περὶ δὲ τῆς τρίτης σφραγῖδος καὶ ἄλλα μέν τινα ἁμαρτήματα ποιεῖ, περὶ ὧν ἐπισκεψόμεθα, ἃ δὲ Ἵππαρχος προφέρει αὐτῷ, οὐ πάνυ.
至于第三封印,他确实还犯了其他一些错误,我们稍后会进行考察,但关于喜帕恰斯对他提出的指责,他并不完全有错。
σκοπῶμεν δʼ ἃ λέγει.
让我们来看看喜帕恰斯说了些什么。
βουλόμενος γὰρ βεβαιοῦν τὸ ἐξ ἀρχῆς, ὅτι οὐ μεταθετέον τὴν Ἰνδικὴν ἐπὶ τὰ νοτιώτερα, ὥσπερ Ἐρατοσθένης ἀξιοῖ, σαφὲς ἂν γενέσθαι τοῦτο μάλιστά φησιν ἐξ ὧν αὐτὸς ἐκεῖνος προφέρεται· τὴν γὰρ τρίτην μερίδα κατὰ τὴν βόρειον πλευρὰν εἰπόντα ἀφορίζεσθαι ὑπὸ τῆς ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην γραμμῆς σταδίων μυρίων οὔσης, μετὰ ταῦτα ἐπιφέρειν ὅτι τὸ νότιον πλευρὸν τὸ ἀπὸ Βαβυλῶνος εἰς τοὺς ὅρους τῆς Καρμανίας μικρῷ πλειόνων ἐστὶν ἢ ἐνακισχιλίων, τὸ δὲ πρὸς δύσει πλευρὸν ἀπὸ Θαψάκου παρὰ τὸν Εὐφράτην ἐστὶν εἰς Βαβυλῶνα τετρακισχίλιοι ὀκτακόσιοι στάδιοι, καὶ ἑξῆς ἐπὶ τὰς ἐκβολὰς τρισχίλιοι, τὰ δὲ πρὸς ἄρκτον ἀπὸ Θαψάκου τὸ μὲν ἀπομεμέτρηται μέχρι χιλίων ἑκατόν, τὸ λοιπὸν δʼ οὐκέτι.
因为他想证实自己最初的观点,即不应像埃拉托斯特尼所主张的那样将印度向更南的地方移动,他说这一点从那个人自己提出的论据中可以看得最清楚;因为埃拉托斯特尼在说第三部分的北边是由从卡斯皮亚门到幼发拉底河的一万斯塔迪翁的线界定之后,接着又补充说,从巴比伦到卡尔马尼亚边界的南边比九千斯塔迪翁稍多一点,而西边从塔普萨科斯沿着幼发拉底河到巴比伦是四千八百斯塔迪翁,接着到河口是三千斯塔迪翁,而从塔普萨科斯向北的部分,有一部分测得为一千一百斯塔迪翁,其余部分则不再测量。
ἐπεὶ τοίνυν
φησί
τὸ μὲν βόρειόν ἐστι πλευρὸν τῆς τρίτης μερίδος ὡς μυρίων, ἡ δὲ τούτῳ παράλληλος ἀπὸ Βαβυλῶνος εὐθεῖα μέχρι ἀνατολικοῦ πλευροῦ συνελογίσθη μικρῷ πλειόνων ἢ ἐνακισχιλίων, δῆλον ὅτι ἡ Βαβυλὼν οὐ πολλῷ πλείοσιν ἢ χιλίοις σταδίοις ἐστὶν ἀνατολικωτέρα τῆς κατὰ Θάψακον διαβάσεως.
喜帕恰斯说:“因此,既然第三部分的北边大约是一万斯塔迪翁,而从巴比伦出发、与此平行的直线直到东边被算作比九千斯塔迪翁稍多一点,显而易见,巴比伦比塔普萨科斯的渡口往东只多了不比一千斯塔迪翁多多少的距离。
§2.1.28Ἐροῦμεν δʼ ὅτι, εἰ μὲν ἐπὶ τῆς αὐτῆς μεσημβρινῆς εὐθείας ἐπʼ ἀκριβὲς ἐλαμβάνοντο αἵ τε Κάσπιοι πύλαι καὶ οἱ ὅροι τῶν Καρμανίων καὶ Περσῶν, πρὸς ὀρθάς τε ἤγοντο ἀπὸ τῆς λεχθείσης μεσημβρινῆς εὐθείας ἥ τε ἐπὶ Θάψακον καὶ ἡ ἐπὶ Βαβυλῶνα, συνέβαινεν ἂν τοῦτο.
” 但我们会说,如果卡斯皮亚门和卡尔马尼亚人与波斯人的边界被精确地设在同一条子午线上,并且通往塔普萨科斯和巴比伦的线是从上述子午线直角引出的,那么这种情况确实会发生。
ἡ γὰρ προσεκβαλλομένη τῇ διὰ Βαβυλῶνος μέχρι τῆς διὰ Θαψάκου εὐθείας μεσημβρινῆς ἴση ἂν ἦν πρὸς αἴσθησιν ἢ πάρισός γε τῇ ἀπὸ Κασπίων πυλῶν εἰς Θάψακον, ὥστε τῇ ὑπεροχῇ ἐγίνετʼ ἂν ἀνατολικωτέρα ἡ Βαβυλὼν τῆς Θαψάκου, ᾗ ὑπερέχει ἡ ἐκ Κασπίων πυλῶν εἰς Θάψακον τῆς ἐκ τῶν Καρμανίων ὅρων εἰς Βαβυλῶνα.
因为将通过巴比伦的线延长到通过塔普萨科斯的那条子午线上的直线,在感官上会等于、或至少几乎等于从卡斯皮亚门到塔普萨科斯的直线,从而由于其差额,巴比伦比塔普萨科斯更往东的距离,正好等于从卡斯皮亚门到塔普萨科斯的线超出从卡尔马尼亚边界到巴比伦的线的分量。
ἀλλʼ οὔτε τὴν διορίζουσαν γραμμὴν ἑσπέριον πλευρὸν τῆς Ἀριανῆς ἐπὶ μεσημβρινοῦ κειμένην εἴρηκεν Ἐρατοσθένης, οὔτε τὴν ἀπὸ Κασπίων πυλῶν ἐπὶ Θάψακον πρὸς ὀρθὰς τῇ διὰ τῶν Κασπίων πυλῶν μεσημβρινῇ, ἀλλὰ μᾶλλον τὴν τῷ ὄρει γραφομένην, πρὸς ἣν ἡ ἐπὶ Θάψακον γωνίαν ποιεῖ ἀπὸ τοῦ αὐτοῦ σημείου κατηγμένη ἀφʼ οὗ καὶ ἡ τοῦ ὄρους γραμμή· οὔθʼ ἡ ἐπὶ Βαβυλῶνα ἠγμένη ἀπὸ τῆς Καρμανίας παράλληλος εἴρηται τῇ ἐπὶ Θάψακον ἠγμένῃ· οὐδʼ εἰ παράλληλος ἦν, μὴ ὀρθὰς δὲ τῇ διὰ Κασπίων πυλῶν μεσημβρινῇ, οὐδὲν ἂν ἐγίνετο πλέον πρὸς τὸν συλλογισμόν.
但是,埃拉托斯特尼既没有说界定阿里亚纳西边的线位于子午线上,也没有说从卡斯皮亚门到塔普萨科斯的线与通过卡斯皮亚门的子午线呈直角,而是说它是沿着山脉绘制的,通往塔普萨科斯的线与该线形成一个角,该角是从绘制山脉线的同一点引下的;而且,从卡尔马尼亚引向巴比伦的线也没有被说成是与引向塔普萨科斯的线平行;即使它是平行的,如果它与通过卡斯皮亚门的子午线不呈直角,对他的推论也没有任何帮助。