Humanitext Reader

斯特拉波 · 地理学 §2.1.23-2.1.25

第三封印的划界与对喜帕恰斯批评的反驳

第 53 段,共 577 段 · 希腊语

内容简介

斯特拉波解释了埃拉托斯特尼对第三封印做出粗略规定的原因,驳斥了喜帕恰斯在几何学上的无理非难,并给出了实际边界南北各边的具体测量值。

§2.1.23οὕτω δʼ ὁλοσχερεῖ τινι τύπῳ τὴν δευτέραν ἀποδιδοὺς σφραγῖδα πολὺ ταύτης ὁλοσχερέστερον ἀποδίδωσι τὴν τρίτην σφραγῖδα κατὰ πλείους αἰτίας.
在以这样粗略的形式规定了第二封印的同时,出于以下几个原因,他规定第三封印的形式比第二封印还要粗略得多。
πρώτην μὲν τὴν λεχθεῖσαν, ὅτι οὐκ εὐκρινῶς ἀφώρισται ἡ ἀπὸ Κασπίων πυλῶν ἐπὶ Καρμανίαν, ἥτις κοινή ἐστι τῇ τρίτῃ πρὸς τὴν δευτέραν σφραγῖδα πλευρά·
第一就是前述的原因,即从卡斯皮亚门到卡尔马尼亚的线未被清晰地界定,而这条线对第三封印而言,是它与第二封印相交的共同之边。
ἔπειθʼ ὅτι εἰς τὴν νότιον πλευρὰν ὁ Περσικὸς ἐμπίπτει κόλπος, ὅπερ καὶ αὐτός φησιν, ὥστʼ ἠνάγκασται τὴν ἐκ Βαβυλῶνος λαβεῖν γραμμὴν ὡς ἂν εὐθεῖάν τινα διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὅρων τῆς Καρμανίας καὶ τῆς Περσίδος, ᾗ δυνατὸς ἦν εὑρεῖν μεμετρημένην ὁδόν, σταδίων οὖσαν τὴν ὅλην μικρῷ πλειόνων ἢ ἐνακισχιλίων· ἣν νότιον μὲν καλεῖ πλευράν, παράλληλον δʼ οὐ λέγει τῇ βορείῳ.
第二,因为波斯湾割入南边,正如他自己也说的那样,因此他不得不选取一条从巴比伦出发、经过苏萨和波塞波利斯直到卡尔马尼亚与波斯边界的线,作为一条看似直线的路径,在此他可以找到一条测量过的道路,其总行程仅比九千斯塔迪翁稍多一点;他将这条线称为南边,但并未说它与北边平行。
δῆλον δʼ ὅτι οὐδʼ ὁ Εὐφράτης, ᾧ τὸ ἑσπέριον ἀφορίζει πλευρόν, σύνεγγύς ἐστιν εὐθείᾳ γραμμῇ, ἀλλʼ ἀπὸ τῶν ὀρῶν ἐπὶ τὴν μεσημβρίαν ῥυεὶς εἶτʼ ἐπιστρέφει πρὸς ἕω καὶ πάλιν πρὸς νότον μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς.
显然,连用来界定西边的幼发拉底河也不是极接近直线的,而是从山脉向南流去,然后转向东方,再次向南流去,直到注入大海。
δηλοῖ δὲ τὸ μὴ εὐθύπορον τοῦ ποταμοῦ, φράζων τὸ σχῆμα τῆς Μεσοποταμίας, ὃ ποιοῦσι συμπίπτοντες εἰς ἓν ὅ τε Τίγρις καὶ ὁ Εὐφράτης, ὑπηρεσίῳ παραπλήσιον, ὥς φησι.
他描述了底格里斯河与幼发拉底河合流汇聚在一起所形成的美索不达米亚的形状,并称其类似于小船,这表明了该河并非笔直。
καὶ μὴν οὐδὲ πᾶν μεμετρημένον ἔχει τὸ ἑσπέριον πλευρὸν τὸ ἀφοριζόμενον ὑπὸ τοῦ Εὐφράτου, ἀλλὰ φησὶ τὸ πρὸς τῇ Ἀρμενίᾳ μέρος καὶ τοῖς ἀρκτικοῖς ὄρεσι μὴ ἔχειν πόσον ἐστὶ διὰ τὸ ἀμέτρητον εἶναι.
此外,他并没有掌握由幼发拉底河所界定的整个西边的测量数据,而是说靠近亚美尼亚和北方山脉的部分因为未曾测量,所以不知道其长度是多少。
διὰ δὴ ταῦτα πάντα τυπωδῶς φησιν ἀποδιδόναι τὴν τρίτην μερίδα· καὶ γὰρ καὶ τὰ διαστήματά φησιν ἐκ πολλῶν συναγαγεῖν τῶν τοὺς σταθμοὺς πραγματευσαμένων, τινὰς καὶ ἀνεπιγράφους καλεῖ.
正因为所有这些原因,他说自己是以粗略的方式规定第三部分的;因为他说这些距离也是从许多研究驿站的人那里收集来的,其中有些记录他甚至称其为作者未详。
ἀγνωμονεῖν δὴ δόξειεν ἂν ὁ Ἵππαρχος πρὸς τὴν τοιαύτην ὁλοσχέρειαν γεωμετρικῶς ἀντιλέγων, ἐν ᾗ χάριν εἰδέναι δεῖ τοῖς καὶ ὁπωσοῦν ἀπαγγείλασιν ἡμῖν τὴν τῶν τόπων φύσιν.
因此,喜帕恰斯对这种粗略的论述进行几何学上的反驳,似乎是理不直的,因为在这样的情况下,我们本应当感激那些无论以何种方式向我们报告了这些地方情况的人。
ὅταν δὲ δὴ μηδʼ ἐξ ὧν ἐκεῖνος λέγει λαμβάνῃ τὰς γεωμετρικὰς ὑποθέσεις ἀλλʼ ἑαυτῷ πλάσας, ἐκφανέστερον ἂν τὸ φιλότιμον καταμηνύοιτο.
而且,当他甚至不从那个人所说的内容中获取几何学上的假设,而是自己编造时,他的功名心就被更显而易见了。
§2.1.24̔ο μὲν δὴ οὕτως φησὶ τὴν τρίτην μερίδα τυπωδῶς ἀποδίδοσθαι μυρίων σταδίων ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην, κατὰ μέρος δὲ διαιρῶν, ὡς ἀναγεγραμμένην εὗρε τὴν μέτρησιν οὕτω τίθησιν, ἔμπαλιν τὴν ἀρχὴν ἀπὸ τοῦ Εὐφράτου ποιησάμενος καὶ τῆς κατὰ Θάψακον διαβάσεως αὐτοῦ.
因此,虽然他说第三部分是以粗略的方式规定的,即从卡斯皮亚门到幼发拉底河为一万斯塔迪翁,但当他具体分割时,他反而以幼发拉底河及其在塔普萨科斯的渡口为起点,按照他发现记录下来的测量值来布置。
μέχρι μὲν δὴ τοῦ Τίγριδος, ὅπου Ἀλέξανδρος διέβη, σταδίους χιλίους καὶ τετρακοσίους γράφει· ἐντεῦθεν δʼ ἐπὶ τοὺς ἑξῆς τύπους διὰ Γαυγαμήλων καὶ τοῦ Λύκου καὶ Ἀρβήλων καὶ Ἐκβατάνων, ᾗ Δαρεῖος ἐκ τῶν Γαυγαμήλων ἔφυγε μέχρι Κασπίων πυλῶν, τοὺς μυρίους ἐκπληροῖ, τριακοσίοις μόνον πλεονάσας.
也就是说,到亚历山大渡过的底格里斯河为止,他记录为一千四百斯塔迪翁;从那里出发,经过高加米拉、吕科斯河、阿贝拉和埃克巴坦那,沿着大流士从高加米拉逃亡到卡斯皮亚门的路线,直到接下来的地方,他补足了一万斯塔迪翁,仅超出三百斯塔迪翁。
τὸ μὲν δὴ βόρειον πλευρὸν οὕτω καταμετρεῖ, οὐ παράλληλον τοῖς ὄρεσι θεὶς οὐδὲ τῇ διὰ στηλῶν καὶ Ἀθηνῶν καὶ Ῥόδου γραμμῇ· ἡ γὰρ Θάψακος πολὺ τῶν ὀρῶν ἀφέστηκε, συμπίπτει δὲ καὶ τὸ ὄρος καὶ ἡ ἀπὸ Θαψάκου ὁδὸς ἐπὶ τὰς Κασπίους πύλας.
事实上,他就是这样测量北边的,既没有使其与山脉平行,也没有使其与穿过赫拉克勒斯之柱、雅典和罗得岛的线平行;因为塔普萨科斯距离山脉很远,且山脉和从塔普萨科斯出发的道路都在卡斯皮亚门汇合。
καὶ τά γε προσάρκτια μέρη τοῦ ὅρου ταῦτʼ ἐστίν.
而这些正是边界的靠北部分。
§2.1.25Ἀποδοὺς δὲ τὸ βόρειον οὕτω πλευρόν τὸ δὲ νότιον φησί παρὰ μὲν τὴν θάλατταν οὐκ ἔστι λαβεῖν διὰ τὸ τὸν Περσικὸν ἐμπίπτειν κόλπον, ἀπὸ Βαβυλῶνος δὲ διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὁρίων τῆς τε Περσίδος καὶ τῆς Καρμανίας σταδίους εἶναι ἐνακισχιλίους καὶ διακοσίους, νότιον μὲν λέγων, παράλληλον δʼ οὐ λέγων τῷ βορείῳ τὸ νότιον.
在这样规定了北边之后,关于南边,他说由于波斯湾割入其中,无法沿着海岸测量,但从巴比伦经过苏萨和波塞波利斯直到波斯与卡尔马尼亚边界的距离为九千二百斯塔迪翁,虽然称其为南边,但并未说这条南边与北边平行。
τὴν δὲ διαφωνίαν τοῦ μήκους φησὶ συμβαίνειν, τοῦ τε βορείου τεθέντος πλευροῦ καὶ τοῦ νοτίου, διὰ τὸ τὸν Εὐφράτην μέχρι τινὸς πρὸς μεσημβρίαν ῥυέντα πρὸς τὴν ἕω πολὺ ἐγκλίνειν.
他声称,设定北边和南边所产生的长度差异,是因为幼发拉底河流向南方一段距离后,极大地向东倾斜。

词汇与语法注释

  1. 2.1.23ὑπηρεσίῳ παραπλήσιον — 单词 ὑπηρεσίον 意为“桨手的座垫、足台”或“小船”。斯特拉波将美索不达米亚的形状比作这种器物,本译文中译为“小船”。
  2. 2.1.23ἀγνωμονεῖν δὴ δόξειεν ἂν — 词组 δόξειεν ἂν 是带有 ἄν 的潜在希求法,意为“似乎会……”。它接不定式 ἀγνωμονεῖν(不通情理、不公道),用以谴责喜帕恰斯在粗略的地理描述中苛求几何学严密性的批判态度。
  3. 2.1.24ἔμπαλιν τὴν ἀρχὴν... ποιησάμενος — 分词 ποιησάμενος 描述了主语(埃拉托斯特尼)的行为,说明他与从东部的卡斯皮亚门开始的常规描述顺序相反,而是从西部的幼发拉底河出发向东布置测量值的步骤。
  4. 2.1.25τοῦ τε βορείου τεθέντος πλευροῦ καὶ τοῦ νοτίου — 属格绝对结构(genitive absolute),其中 τεθέντος 是 τίθημι 的无定过去时被动分词。意为“当北边和南边被布置/设定时”。

引用这一段

斯特拉波, 地理学 §2.1.23-2.1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.23-2.1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。