§17.1.43πολλὰ δʼ εἰρηκότες περὶ τοῦ Ἄμμωνος τοσοῦτον εἰπεῖν βουλόμεθα ὅτι τοῖς ἀρχαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ μαντικὴ καθόλου καὶ τὰ χρηστήρια, νυνὶ δʼ ὀλιγωρία κατέχει πολλή, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν.
アンモンについて多くを語ってきたが、これだけは言っておきたい。 すなわち、古代人にとっては予言術全般も神託所もより重んじられていたが、今や大いなる軽視が支配しており、ローマ人たちはシビュラの神託や、内臓、鳥占い、天の予兆によるエトルリアの託宣に満足している。
διόπερ καὶ τὸ ἐν Ἄμμωνι σχεδόν τι ἐκλέλειπται χρηστήριον, πρότερον δὲ ἐτετίμητο.
それゆえ、アンモンの神託所もほとんど廃れてしまっているが、以前は重んじられていた。
δηλοῦσι δὲ μάλιστα τοῦτο οἱ τὰς Ἀλεξάνδρου πράξεις ἀναγράψαντες, προστιθέντες μὲν πολὺ καὶ τὸ τῆς κολακείας εἶδος ἐμφαίνοντες δέ τι καὶ πίστεως ἄξιον.
アレクサンドロスの事績を記録した人々がこのことを最もよく示している。 彼らは(お世辞を)多く付け加え、阿諛追従の様相を呈しながらも、信頼に値する点をもいくらか示している。
ὁ γοῦν Καλλισθένης φησὶ τὸν Ἀλέξανδρον φιλοδοξῆσαι μάλιστα ἀνελθεῖν ἐπὶ τὸ χρηστήριον, ἐπειδὴ καὶ Περσέα ἤκουσε πρότερον ἀναβῆναι καὶ Ἡρακλέα·
たとえばカリステネスは言う。 アレクサンドロスは、ペルセウスとヘラクレスがかつてそこに登ったと聞いていたので、神託所へと登ることを強く望んだ。
ὁρμήσαντα δʼ ἐκ Παραιτονίου καίπερ νότων ἐπιπεσόντων βιάσασθαι, πλανώμενον δʼ ὑπὸ τοῦ κονιορτοῦ σωθῆναι γενομένων ὄμβρων καὶ δυεῖν κοράκων ἡγησαμένων τὴν ὁδόν, ἤδη τούτων κολακευτικῶς λεγομένων· τοιαῦτα δὲ καὶ τὰ ἑξῆς·
パライトニオンから出発して、南風が吹き付けたにもかかわらず強行して進んだが、塵埃によって道に迷ったものの、雨が降ったことと、二羽のワタリガラスが道を先導したことによって救われた、と。 これらはすでにへつらい交じりに語られていることであるが、それに続く事柄も同様である。
μόνῳ γὰρ δὴ τῷ βασιλεῖ τὸν ἱερέα ἐπιτρέψαι παρελθεῖν εἰς τὸν νεὼ μετὰ τῆς συνήθους στολῆς, τοὺς δʼ ἄλλους μετενδῦναι τὴν ἐσθῆτα, ἔξωθέν τε τῆς θεμιστείας ἀκροάσασθαι πάντας πλὴν Ἀλεξάνδρου, τοῦτον δʼ ἔνδοθεν.
すなわち、神官は王だけに、通常の衣服のままで神殿に入ることを許し、他の者たちは衣服を着替えさせ、全員が神託を外で聞いたのに対して、アレクサンドロスだけは内部で聞いた、と。
εἶναι δʼ οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον, ὡς καὶ παρʼ Ὁμήρῳ
ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων,
τοῦ προφήτου τὸν Δία ὑποκριναμένου·
また、デルポイやブランキダイにおけるように言葉によるのではなく、主として会釈や象徴によって神託が与えられ、それはホメロスの言う「そう言ってクロノスの子は黒い眉を動かして頷いた」のようであり、預言者がゼウスの役割を演じていた。
τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν ἄνθρωπον πρὸς τὸν βασιλέα ὅτι εἴη Διὸς υἱός.
しかし、その神官は王に対して、彼はゼウスの息子であるとはっきりと告げた、と。
προστραγῳδεῖ δὲ τούτοις ὁ Καλλισθένης, ὅτι τοῦ Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις μαντεῖον ἐκλελοιπότος, ἐξ ὅτου τὸ ἱερὸν ὑπὸ τῶν Βραγχιδῶν σεσύλητο ἐπὶ Ξέρξου περσισάντων, ἐκλελοιπυίας δὲ καὶ τῆς κρήνης, τότε ἥ τε κρήνη ἀνάσχοι καὶ μαντεῖα πολλὰ οἱ Μιλησίων πρέσβεις κομίσαιεν εἰς Μέμφιν περὶ τῆς ἐκ Διὸς γενέσεως τοῦ Ἀλεξάνδρου καὶ τῆς ἐσομένης περὶ Ἄρβηλα νίκης καὶ τοῦ Δαρείου θανάτου καὶ τῶν ἐν Λακεδαίμονι νεωτερισμῶν·
カリステネスはこれらに芝居がかった話を付け加えている。 すなわち、クセレクセスの時代にペルシア側についたブランキダイの人々によって神殿が略奪されて以来、アポロンのブランキダイの神託所は廃れ、泉も枯れていたのであるが、そのときに泉が再び湧き出し、ミレトスの使節たちがメンフィスへと、アレクサンドロスがゼウスから生まれたこと、アルベラ近郊で勝利が訪れること、ダレイオスの死、およびラケダイモンでの反乱に関する多くの神託をもたらした、と。
περὶ δὲ τῆς εὐγενείας καὶ τὴν Ἐρυθραίαν Ἀθηναΐδα φησὶν ἀνειπεῖν·
また、彼の高貴な生まれについては、エリュトリアのアテナイスも神託を告げた、と彼は言う。
καὶ γὰρ ταύτην ὁμοίαν γενέσθαι τῇ παλαιᾷ Σιβύλλῃ τῇ Ἐρυθραίᾳ.
というのも、彼女はかつてのエリュトリアのシビュラに似ていたからである。
τὰ μὲν δὴ τῶν συγγραφέων τοιαῦτα.
文筆家たちの記述はこのようである。
§17.1.44Ἐν δὲ τῇ Ἀβύδῳ τιμῶσι τὸν Ὄσιριν·
アビュドスではオシリスを崇拝している。
ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσίριδος οὐκ ἔξεστιν οὔτε ᾠδὸν οὔτε αὐλητὴν οὔτε ψάλτην ἀπάρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος.
オシリスの神殿では、他の神々に対する習慣とは異なり、歌手も、アウロス奏者も、ハープ奏者も、神への演奏を捧げ始めることは許されていない。
μετὰ δὲ τὴν Ἄβυδον Διὸς πόλις ἡ μικρά, εἶτα Τέντυρα πόλις·
アビュドスの次には小ディオスポリスがあり、次いでテンテュラ市がある。
ἐνταῦθα δὲ διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἠτίμωται καὶ ἔχθιστος τῶν ἁπάντων θηρίων νενόμισται.
ここでは他のエジプト人とは異なり、ワニは全く重んじられず、あらゆる獣の中で最も忌むべきものとみなされている。
οἱ μὲν γὰρ ἄλλοι καίπερ εἰδότες τὴν κακίαν τοῦ ζῴου καὶ ὡς ὀλέθριον τῷ ἀνθρωπίνῳ γένει, σέβονται ὅμως καὶ ἀπέχονται· οὗτοι δὲ πάντα τρόπον ἀνιχνεύουσι καὶ ἐκφθείρουσιν αὐτούς·
他の人々は、その獣の邪悪さや人類にとって致命的であることを知りながらも、崇拝し、それに手を触れないが、テンテュラの人々はあらゆる方法でそれらを追跡し、退治する。
ἔνιοι δʼ ὥσπερ τοὺς Ψύλλους φασὶ τοὺς πρὸς τῇ Κυρηναίᾳ φυσικήν τινα ἀντιπάθειαν ἔχειν πρὸς τὰ ἑρπετά, οὕτω καὶ τοὺς Τεντυρίτας πρὸς τοὺς κροκοδείλους, ὥστε μηδὲν ὑπʼ αὐτῶν πάσχειν ἀλλὰ καὶ κολυμβᾶν ἀδεῶς καὶ διαπερᾶν, μηδενὸς ἄλλου θαρροῦντος·
キレナイカ近郊のプシュロイが爬虫類に対してある種の生まれつきの忌避力(免疫)を持っていると言われるように、テンテュラの人々もワニに対してそれを持っており、そのため彼らから何の害も受けず、他の誰も敢えてしないのに、恐れることなく泳ぎ、川を渡るのだと言う者もいる。
εἴς τε τὴν Ῥώμην κομισθεῖσι τοῖς κροκοδείλοις ἐπιδείξεως χάριν συνηκολούθουν οἱ Τεντυρῖται·
また、見せ物のためにローマに運ばれたワニたちに、テンテュラの人々が同行した。
γενομένης τε δεξαμενῆς καὶ πήγματός τινος ὑπὲρ μιᾶς τῶν πλευρῶν, ὥστε τοῖς θηρίοις ἐκβᾶσι τοῦ ὕδατος ἡλιαστήριον εἶναι, ἐκεῖνοι ἦσαν οἱ τοτὲ μὲν ἐξέλκοντες δικτύῳ πρὸς τὸ ἡλιαστήριον, ὡς καὶ ὑπὸ τῶν θεατῶν ὁραθῆναι, ἐμβαίνοντες ἅμα εἰς τὸ ὕδωρ, τοτὲ δὲ πάλιν εἰς τὴν δεξαμενὴν κατασπῶντες.
水槽と、その一辺の上にある種の台が作られ、水から上がった獣たちが日光浴をできるようになっていたが、彼らこそが、自ら水に入りながら、ある時は網で日光浴の台へと引きずり出して観客に見えるようにし、またある時は再び水槽へと引きずり下ろす人々であった。
τιμῶσι δὲ Ἀφροδίτην·
彼らはアプロディテを崇拝している。
ὄπισθεν δὲ τοῦ νεὼ τῆς Ἀφροδίτης Ἴσιδος ἔστιν ἱερόν·
アプロディテの神殿の背後にはイシスの神殿がある。
εἶτα τὰ Τυφώνια καλούμενα καὶ ἡ εἰς Κοπτὸν διῶρυξ, πόλιν κοινὴν Αἰγυπτίων τε καὶ Ἀράβων.
次いでテュポニアと呼ばれる場所と、エジプト人とアラビア人の共同の都市であるコプトスへと通じる運河がある。