Humanitext Reader

斯特拉波 · 地理学 §17.1.43-17.1.44

阿蒙神谕所与登德拉人的御鳄术

第 561 段,共 577 段 · 希腊语

内容简介

叙述了阿蒙神谕所的衰落、历史学家对亚历山大造访该地的记载,以及阿拜多斯的奥西里斯崇拜和登德拉人对鳄鱼的极度憎恶与其独特御鳄本领。

§17.1.43πολλὰ δʼ εἰρηκότες περὶ τοῦ Ἄμμωνος τοσοῦτον εἰπεῖν βουλόμεθα ὅτι τοῖς ἀρχαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ μαντικὴ καθόλου καὶ τὰ χρηστήρια, νυνὶ δʼ ὀλιγωρία κατέχει πολλή, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν.
关于阿蒙我们已经说了许多,这里只想再说一点:在古代,预言术和神谕所更受人们的尊重,但现在却遭受极大的冷落,因为罗马人只满足于西比拉的神谕,以及通过内脏、鸟卜和天象进行的出土里亚(第勒尼安)占卜。
διόπερ καὶ τὸ ἐν Ἄμμωνι σχεδόν τι ἐκλέλειπται χρηστήριον, πρότερον δὲ ἐτετίμητο.
因此,阿蒙的神谕所也几乎废弃了,而以前它是极受尊崇的。
δηλοῦσι δὲ μάλιστα τοῦτο οἱ τὰς Ἀλεξάνδρου πράξεις ἀναγράψαντες, προστιθέντες μὲν πολὺ καὶ τὸ τῆς κολακείας εἶδος ἐμφαίνοντες δέ τι καὶ πίστεως ἄξιον.
撰写亚历山大事迹的历史学家们最清楚地说明了这一点,虽然他们添加了许多阿谀奉承的内容,但同时也展示了一些值得相信的事实。
ὁ γοῦν Καλλισθένης φησὶ τὸν Ἀλέξανδρον φιλοδοξῆσαι μάλιστα ἀνελθεῖν ἐπὶ τὸ χρηστήριον, ἐπειδὴ καὶ Περσέα ἤκουσε πρότερον ἀναβῆναι καὶ Ἡρακλέα· ὁρμήσαντα δʼ ἐκ Παραιτονίου καίπερ νότων ἐπιπεσόντων βιάσασθαι, πλανώμενον δʼ ὑπὸ τοῦ κονιορτοῦ σωθῆναι γενομένων ὄμβρων καὶ δυεῖν κοράκων ἡγησαμένων τὴν ὁδόν, ἤδη τούτων κολακευτικῶς λεγομένων· τοιαῦτα δὲ καὶ τὰ ἑξῆς· μόνῳ γὰρ δὴ τῷ βασιλεῖ τὸν ἱερέα ἐπιτρέψαι παρελθεῖν εἰς τὸν νεὼ μετὰ τῆς συνήθους στολῆς, τοὺς δʼ ἄλλους μετενδῦναι τὴν ἐσθῆτα, ἔξωθέν τε τῆς θεμιστείας ἀκροάσασθαι πάντας πλὴν Ἀλεξάνδρου, τοῦτον δʼ ἔνδοθεν.
例如,卡利斯提尼说,亚历山大非常渴望前往该神谕所,因为他听说珀耳修斯和赫拉克勒斯以前也曾去过那里;他从帕赖托尼翁出发,尽管遇到了南风,但他还是强行前进,在被沙尘迷失方向时,由于降雨和两只乌鸦引路而获救,这些说法显然已带有奉承的色彩;接下来的叙述也是类似的:据说,祭司只允许国王一人穿着平时的衣服进入神殿,而其他人则必须换衣服,并且除亚历山大在内部听取神谕外,其他人都只能在外面听。
εἶναι δʼ οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον, ὡς καὶ παρʼ Ὁμήρῳ ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, τοῦ προφήτου τὸν Δία ὑποκριναμένου·
据说,这里的神谕不像德尔斐和布兰基代那样通过言语传达,而是主要通过点头和象征,正如荷马所说:“克罗诺斯之子说着,用他黑色的眉毛点头示意”,预言者扮演着宙斯的角色。
τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν ἄνθρωπον πρὸς τὸν βασιλέα ὅτι εἴη Διὸς υἱός.
然而,那个人确实明确地对国王说他是宙斯之子。
προστραγῳδεῖ δὲ τούτοις ὁ Καλλισθένης, ὅτι τοῦ Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις μαντεῖον ἐκλελοιπότος, ἐξ ὅτου τὸ ἱερὸν ὑπὸ τῶν Βραγχιδῶν σεσύλητο ἐπὶ Ξέρξου περσισάντων, ἐκλελοιπυίας δὲ καὶ τῆς κρήνης, τότε ἥ τε κρήνη ἀνάσχοι καὶ μαντεῖα πολλὰ οἱ Μιλησίων πρέσβεις κομίσαιεν εἰς Μέμφιν περὶ τῆς ἐκ Διὸς γενέσεως τοῦ Ἀλεξάνδρου καὶ τῆς ἐσομένης περὶ Ἄρβηλα νίκης καὶ τοῦ Δαρείου θανάτου καὶ τῶν ἐν Λακεδαίμονι νεωτερισμῶν· περὶ δὲ τῆς εὐγενείας καὶ τὴν Ἐρυθραίαν Ἀθηναΐδα φησὶν ἀνειπεῖν· καὶ γὰρ ταύτην ὁμοίαν γενέσθαι τῇ παλαιᾷ Σιβύλλῃ τῇ Ἐρυθραίᾳ.
卡利斯提尼还用戏剧化的笔调补充说:自从在薛西斯时代因布兰基代人投靠波斯人而导致神殿被掠夺之后,阿波罗在布兰基代的神谕所就废弃了,泉水也枯竭了,但那时泉水重新涌出,米利都的使节们将许多关于亚历山大是宙斯之子、即将在阿尔贝拉附近取得胜利、大流士之死以及拉刻代蒙起义的神谕带到了孟斐斯;关于他的高贵出身,他还说伊里特利亚的阿特奈丝也曾宣告过,因为她与古代的伊里特利亚西比拉相似。
τὰ μὲν δὴ τῶν συγγραφέων τοιαῦτα.
以上便是历史学家们的记载。
§17.1.44Ἐν δὲ τῇ Ἀβύδῳ τιμῶσι τὸν Ὄσιριν· ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσίριδος οὐκ ἔξεστιν οὔτε ᾠδὸν οὔτε αὐλητὴν οὔτε ψάλτην ἀπάρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος.
在阿拜多斯,人们崇拜奥西里斯;在奥西里斯的神殿里,不允许任何歌手、奥洛斯管演奏者或竖琴演奏者向神献乐,而这在其他神殿中是惯例。
μετὰ δὲ τὴν Ἄβυδον Διὸς πόλις ἡ μικρά, εἶτα Τέντυρα πόλις· ἐνταῦθα δὲ διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἠτίμωται καὶ ἔχθιστος τῶν ἁπάντων θηρίων νενόμισται.
阿拜多斯之后是小迪奥斯波利斯,然后是登德拉城;在这里,与其他埃及人不同,鳄鱼毫无地位,被认为是一切野兽中最令人憎恶的。
οἱ μὲν γὰρ ἄλλοι καίπερ εἰδότες τὴν κακίαν τοῦ ζῴου καὶ ὡς ὀλέθριον τῷ ἀνθρωπίνῳ γένει, σέβονται ὅμως καὶ ἀπέχονται· οὗτοι δὲ πάντα τρόπον ἀνιχνεύουσι καὶ ἐκφθείρουσιν αὐτούς·
因为其他人虽然知道这种动物的邪恶以及它对人类的致命危害,却依然崇拜它,不伤害它;而这里的人则千方百计地追踪并消灭它们。
ἔνιοι δʼ ὥσπερ τοὺς Ψύλλους φασὶ τοὺς πρὸς τῇ Κυρηναίᾳ φυσικήν τινα ἀντιπάθειαν ἔχειν πρὸς τὰ ἑρπετά, οὕτω καὶ τοὺς Τεντυρίτας πρὸς τοὺς κροκοδείλους, ὥστε μηδὲν ὑπʼ αὐτῶν πάσχειν ἀλλὰ καὶ κολυμβᾶν ἀδεῶς καὶ διαπερᾶν, μηδενὸς ἄλλου θαρροῦντος·
有人说,正如基利奈卡附近的普绪利人对爬行动物有一种天然的排斥力(免疫力)一样,登德拉人对鳄鱼也是如此,以至于他们不会受到它们的伤害,甚至能在别人不敢涉足的情况下无畏地游泳和渡河。
εἴς τε τὴν Ῥώμην κομισθεῖσι τοῖς κροκοδείλοις ἐπιδείξεως χάριν συνηκολούθουν οἱ Τεντυρῖται·
当鳄鱼被运到罗马进行展览时,登德拉人也随行前往。
γενομένης τε δεξαμενῆς καὶ πήγματός τινος ὑπὲρ μιᾶς τῶν πλευρῶν, ὥστε τοῖς θηρίοις ἐκβᾶσι τοῦ ὕδατος ἡλιαστήριον εἶναι, ἐκεῖνοι ἦσαν οἱ τοτὲ μὲν ἐξέλκοντες δικτύῳ πρὸς τὸ ἡλιαστήριον, ὡς καὶ ὑπὸ τῶν θεατῶν ὁραθῆναι, ἐμβαίνοντες ἅμα εἰς τὸ ὕδωρ, τοτὲ δὲ πάλιν εἰς τὴν δεξαμενὴν κατασπῶντες.
当时建造了一个水池,并在其一侧上方搭建了一个平台,以便野兽们从水中爬出来晒太阳,正是这些人一边跳入水中,一边用网将鳄鱼拖到晒太阳的平台上以便观众观看,然后又将它们拖回水池。
τιμῶσι δὲ Ἀφροδίτην· ὄπισθεν δὲ τοῦ νεὼ τῆς Ἀφροδίτης Ἴσιδος ἔστιν ἱερόν· εἶτα τὰ Τυφώνια καλούμενα καὶ ἡ εἰς Κοπτὸν διῶρυξ, πόλιν κοινὴν Αἰγυπτίων τε καὶ Ἀράβων.
他们崇拜阿芙洛狄特;在阿芙洛狄特神殿的后面是一座伊西斯的神殿;接下来是被称为堤丰尼亚的地方,以及通往柯普托斯的运河,柯普托斯是一座由埃及人和阿拉伯人共同居住的城市。

词汇与语法注释

  1. 17.1.43τοῖς ἀρχαίοις μᾶλλον ἦν ἐν τιμῇ — 与格 τοῖς ἀρχαίοις 起到“所有与格”或“关系与格”的作用,字面意思是“对于古代人来说更受尊重”。这与后半句的 νυνὶ δʼ ὀλιγωρία κατέχει πολλή(但现在遭受极大的冷落)形成对比。
  2. 17.1.43ὁρμήσαντα δʼ ἐκ Παραιτονίου... βιάσασθαι, πλανώμενον δʼ... σωθῆναι — 这一系列不定式(βιάσασθαι, σωθῆναι, ἐπιτρέψαι, μετενδῦναι 等)均隶属于主句动词 φησὶ(卡利斯提尼说),构成带对格的不定式结构(间接引语)。其逻辑主语为对格的 τὸν Ἀλέξανδρον(以及修饰它的分词 ὁρμήσαντα 和 πλανώμενον)。由于句子很长,需要注意通过连续的不定式来维持间接引语的结构。
  3. 17.1.44ἀπάρχεσθαι — 意为“开始祭祀仪式”或“开始献祭”的中间语态不定式。这里指在奥西里斯神殿中的特殊宗教禁令,即歌手和乐手不允许向神开始献乐(由 οὐκ ἔξεστιν 控制)。
  4. 17.1.44ἔνιοι δʼ ὥσπερ τοὺς Ψύλλους φασὶ... οὕτω καὶ τοὺς Τεντυρίτας — 使用了 ὥσπερ... οὕτω καί...(正如……那样,……也……)的比较结构。整个从句嵌套在由 φασὶ(有人说)支配的带对格的不定式结构中,对格的 τοὺς Ψύλλους 和 τοὺς Τεντυρίτας 作为不定式 ἔχειν 的逻辑主语并列出现。

引用这一段

斯特拉波, 地理学 §17.1.43-17.1.44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.43-17.1.44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。