Humanitext Reader

ストラボン · 地理誌 §17.1.4

デルタの形状と上流河谷の地理

544 / 577 箇所 · ギリシア語

要旨

ナイル川がデルタ地帯を形成し、そこから多くの運河へと分岐していく様子を記述し、さらにデルタ上流の川沿いの地域(河谷)の地理的特徴や気候、周囲の山脈との関係について説明している。

§17.1.4Ἀπὸ γὰρ τῶν Αἰθιοπικῶν τερμόνων ῥεῖ ἐπʼ εὐθείας ὁ Νεῖλος πρὸς ἄρκτους ἕως τοῦ καλουμένου χωρίου Δέλτα·
エチオピアの境界から、ナイル川は、デルタと呼ばれる場所まで、真北に向かって直進して流れる。
εἶτʼ ἐπὶ κορυφὴν σχιζόμενος, ὥς φησιν ὁ Πλάτων, ὡς ἂν τριγώνου κορυφὴν ἀποτελεῖ τὸν τόπον τοῦτον·
それから、プラトンが言うように、頂点において二つに分かれ、あたかも三角形の頂点をなすかのように、この場所を形成する。
πλευρὰς δὲ τοῦ τριγώνου τὰ σχιζόμενα ἐφʼ ἑκάτερα ῥεῖθρα καθήκοντα μέχρι τῆς θαλάττης, τὸ μὲν ἐν δεξιᾷ τῆς κατὰ Πηλούσιον, τὸ δʼ ἐν ἀριστερᾷ τῆς κατὰ Κάνωβον καὶ τὸ πλησίον Ἡράκλειον προσαγορευόμενον·
そして、両側に分かれて海まで下る水流が、三角形の二つの辺をなす。 一方は右側のペルシオン付近の河口へ下るものであり、他方は左側のカノボスおよびその近くのヘラクレイオンと呼ばれる場所の付近へと下るものである。
βάσιν δὲ τὴν παραλίαν τὴν μεταξὺ τοῦ Πηλουσίου καὶ τοῦ Ἡρακλείου.
そして、ペルシオンとヘラクレイオンの間の海岸線が、底辺をなす。
γέγονε δὴ νῆσος ἔκ τε τῆς θαλάττης καὶ τῶν ῥευμάτων ἀμφοῖν τοῦ ποταμοῦ, καὶ καλεῖται Δέλτα διὰ τὴν ὁμοιότητα τοῦ σχήματος·
こうして、海と、川のこれら両方の流れによって島が生じ、その形状の類似性からデルタと呼ばれている。
τὸ δʼ ἐπὶ τῇ κορυφῇ χωρίον ὁμωνύμως κέκληται διὰ τὸ ἀρχὴν εἶναι τοῦ λεχθέντος σχήματος, καὶ ἡ κώμη δὲ ἡ ἐπʼ αὐτῷ καλεῖται Δέλτα.
頂点にある場所も、上述の形状の起点であるために、同名で呼ばれており、その上にある村もまたデルタと呼ばれている。
δύο μὲν οὖν ταῦτα τοῦ Νείλου στόματα, ὧν τὸ μὲν Πηλουσιακὸν καλεῖται, τὸ δὲ Κανωβικὸν καὶ Ἡρακλειωτικόν·
したがって、これらがナイル川の二つの主要な河口であり、一方はペルシオン口、他方はカノボス口またはヘラクレイオン口と呼ばれる。
μεταξὺ δὲ τούτων ἄλλαι πέντε εἰσὶν ἐκβολαὶ αἵ γε ἀξιόλογοι, λεπτότεραι δὲ πλείους·
そして、これらの間には、少なくとも注目に値する他の5つの河口があり、より細いものはさらに多数ある。
ἀπὸ γὰρ τῶν πρώτων μερῶν ἀπορρῶγες πολλαὶ καθʼ ὅλην μερισθεῖσαι τὴν νῆσον πολλὰ καὶ ῥεῖθρα καὶ νήσους ἐποίησαν, ὥσθʼ ὅλην γενέσθαι πλωτὴν διωρύγων ἐπὶ διώρυξι τμηθεισῶν, αἳ κατὰ ῥᾳστώνην πλέονται τοσαύτην ὥστε καὶ ὀστράκινα ἐνίοις εἶναι πορθμεῖα·
というのも、川の最初の部分から、多くの分岐流が島全体に分かれて流れ、多くの水路や島々を作り出したからであり、その結果、運河の上に運河が掘削されることで島全体が航行可能となり、それらの運河は、ある人々にとっては陶器製の渡し舟が使われるほど、非常に容易に航行されるからである。
τὴν μὲν οὖν περίμετρον ὅσον τρισχιλίων σταδίων ἐστὶν ἡ σύμπασα νῆσος·
したがって、島全体の周囲は、約3000スタディオンである。
καλοῦσι δʼ αὐτὴν καὶ τὴν κάτω χώραν σὺν ταῖς ἀπαντικρὺ ποταμίαις τοῦ Δέλτα·
そして、人々はこの島を、デルタの対岸にある川沿いの土地とともに、「下地方」とも呼ぶ。
ἐν δὲ ταῖς ἀναβάσεσι τοῦ Νείλου καλύπτεται πᾶσα καὶ πελαγίζει πλὴν τῶν οἰκήσεων·
ナイル川の増水の際には、住居を除いて、全域が水に覆われ、海のようになる。
αὗται δʼ ἐπὶ λόφων αὐτοφυῶν ἢ χωμάτων ἵδρυνται, πόλεις τε ἀξιόλογοι καὶ κῶμαι, νησίζουσαι κατὰ τὴν πόρρωθεν ὄψιν.
これらは、自然の丘や人工の堤の上に建てられており、注目すべき都市や村々であって、遠くから見ると島のように見える。
πλείους δὲ τετταράκοντα ἡμέρας τοῦ θέρους διαμεῖναν τὸ ὕδωρ ἔπειθʼ ὑπόβασιν λαμβάνει κατʼ ὀλίγον, καθάπερ καὶ τὴν αὔξησιν ἔσχεν·
夏季に40日以上とどまった後、水は、上昇したときと同じように、少しずつ引き始める。
ἐν ἑξήκοντα δὲ ἡμέραις τελέως γυμνοῦται καὶ ἀναψύχεται τὸ πεδίον·
そして60日以内に、平原は完全に水を脱し、乾燥する。
ὅσῳ δὲ θᾶττον ἡ ἀνάψυξις, τοσῷδε θᾶττον ὁ ἄροτος καὶ ὁ σπόρος·
そして、乾燥が早ければ早いほど、耕作と播種もそれだけ早くなる。
θᾶττον δέ, παρʼ οἷς τὰ μείζω θάλπη.
そして、より強い暑さがある地域では、より早くなる。
τὸν αὐτὸν τρόπον καὶ τὰ ἐπάνω τοῦ Δέλτα ποτίζεται, πλὴν ὅτι ἐπʼ εὐθείας ὅσον τετρακισχιλίοις σταδίοις διʼ ἑνὸς ῥείθρου τοῦ ποταμοῦ φερομένου, πλὴν εἴ πού τις ἐντρέχει νῆσος, ὧν ἀξιολογωτάτη ἡ τὸν Ἡρακλειωτικὸν νομὸν περιέχουσα, ἢ εἴ πού τις ἐκτροπὴ διώρυγι ἐπὶ πλέον εἰς λίμνην μεγάλην καὶ χώραν, ἣν ποτίζειν δύναται, καθάπερ ἐπὶ τῆς τὸν Ἀρσινοΐτην νομὸν ποτιζούσης καὶ τὴν Μοίριδος λίμνην καὶ τῶν εἰς τὴν Μαρεῶτιν ἀναχεομένων.
デルタの上流の地域も同様の方法で潤されるが、ただし、川がただ一つの水路を通って約4000スタディオンの間直進して流れる点が異なっている。 ただし、途中で島が介在する場所は例外であり、その中で最も注目すべきはヘラクレオポリスのノモスを包む島である。 あるいは、運河によって、広大な湖や、それが潤すことのできる土地へと、より大きく分流している場所は例外である。 例えば、アルシノイテス・ノモスとモイリス湖を潤している運河や、マレオティス湖に流れ込んでいる運河の場合がそうである。
συλλήβδην δʼ εἰπεῖν, ἡ ποταμία μόνον ἐστὶν Αἴγυπτος ἡ ἑκατέρωθεν * ἐσχάτη τοῦ Νείλου, σπάνιον εἴ που τριακοσίων σταδίων ἐπέχουσα συνεχῶς πλάτος τὸ οἰκήσιμον ἀρξαμένη ἀπὸ τῶν ὅρων τῆς Αἰθιοπίας μέχρι τῆς κορυφῆς τοῦ Δέλτα.
要するに、エジプトとはナイル川の両側の極限に位置する川沿いの地域だけであり、そこはエチオピアの境界から始まってデルタの頂点に至るまで、居住可能な幅が連続して300スタディオンに達することは稀である。
ἔοικεν οὖν κειρία * ψυχομένη ἐπὶ μῆκος, ὑπεξαιρουμένων τῶν ἐπὶ πλέον ἐκτροπῶν.
したがって、それは、より大きな分流部分を除けば、長く引き延ばされて乾かされている帯のようである。
ποιεῖ δὲ τὸ σχῆμα τοῦτο τῆς ποταμίας ἧς λέγω καὶ τῆς χώρας τὰ ὄρη τὰ ἑκατέρωθεν ἀπὸ τῶν περὶ Συήνην τόπων καταγόμενα μέχρι τοῦ Αἰγυπτίου πελάγους·
そして、私が述べている川沿いの地域と、この国土のこのような形状を作り出しているのは、シエネの周辺地方からエジプト海まで下っている両側の山々である。
ἐφʼ ὅσον γὰρ ταῦτα παρατείνει καὶ διέστηκεν ἀπʼ ἀλλήλων, ἐπὶ τοσοῦτον καὶ ὁ ποταμὸς συνάγεταί τε καὶ διαχεῖται καὶ διασχηματίζει τὴν χώραν διαφόρως τὴν οἰκήσιμον·
なぜなら、これらの山々が並行して伸び、互いから離れている距離に応じて、川もまた狭まったり広がったりし、居住可能な土地を様々に形作るからである。
ἡ δὲ ὑπὲρ τῶν ὀρῶν ἐπὶ συχνὸν ἀοίκητός ἐστιν.
そして、山々の向こう側の広大な地域は、人が住めない土地である。

語釈・文法注

  1. 17.1.4εἶτʼ ἐπὶ κορυφὴν σχιζόμενος — 現在分詞 `σχιζόμενος` は主語 `ὁ Νεῖλος` に一致する。川が北上した後に二叉に分岐する最初の地点(デルタの頂点)を指している。
  2. 17.1.4πλευρὰς δὲ τοῦ τριγώνου — 対格の `πλευρὰς` は、後続の分詞句 `τὰ σχιζόμενα... ῥεῖθρα`(主格)に対する一種の述語的対格、あるいは省略された `ἀποτελεῖ` などの目的語として機能しており、「分岐した流れが三角形の各辺をなす」という意味を表現している。
  3. p.1101ἔοικεν οὖν κειρία * ψυχομένη ἐπὶ μῆκος — 写本の伝承において `κειρία`(帯、包帯、紐)はテキストの崩れが疑われており、校訂者によってアスタリスクが付されている。分詞 `ψυχομένη`(冷やされている、あるいは乾かされている)を伴って、エジプトの極端に細長い居住可能地(河谷)の形状を、干すために長く引き伸ばされた帯に喩えている。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。