Humanitext Reader

斯特拉波 · 地理学 §17.1.4

尼罗河三角洲的形状与上游河谷地理

第 544 段,共 577 段 · 希腊语

内容简介

描述了尼罗河如何形成三角洲地区并分支成众多运河,并解释了三角洲上游沿河地区(河谷)的地理特征、气候以及与周围山脉的关系。

§17.1.4Ἀπὸ γὰρ τῶν Αἰθιοπικῶν τερμόνων ῥεῖ ἐπʼ εὐθείας ὁ Νεῖλος πρὸς ἄρκτους ἕως τοῦ καλουμένου χωρίου Δέλτα· εἶτʼ ἐπὶ κορυφὴν σχιζόμενος, ὥς φησιν ὁ Πλάτων, ὡς ἂν τριγώνου κορυφὴν ἀποτελεῖ τὸν τόπον τοῦτον· πλευρὰς δὲ τοῦ τριγώνου τὰ σχιζόμενα ἐφʼ ἑκάτερα ῥεῖθρα καθήκοντα μέχρι τῆς θαλάττης, τὸ μὲν ἐν δεξιᾷ τῆς κατὰ Πηλούσιον, τὸ δʼ ἐν ἀριστερᾷ τῆς κατὰ Κάνωβον καὶ τὸ πλησίον Ἡράκλειον προσαγορευόμενον· βάσιν δὲ τὴν παραλίαν τὴν μεταξὺ τοῦ Πηλουσίου καὶ τοῦ Ἡρακλείου.
因为从埃塞俄比亚边界开始,尼罗河向北笔直奔流,直到被称为三角洲的地方;然后,正如柏拉图所说,它在顶点处分裂,使得这个地方就像是一个三角形的顶点;而向两侧分裂并流至大海的水流则构成了三角形的两边,右边的一条是靠近佩鲁西乌姆的水流,左边的一条是靠近卡诺布斯以及被称为赫拉克莱翁的邻近地方的水流;而佩鲁西乌姆和赫拉克莱翁之间的海岸线则构成了底边。
γέγονε δὴ νῆσος ἔκ τε τῆς θαλάττης καὶ τῶν ῥευμάτων ἀμφοῖν τοῦ ποταμοῦ, καὶ καλεῖται Δέλτα διὰ τὴν ὁμοιότητα τοῦ σχήματος· τὸ δʼ ἐπὶ τῇ κορυφῇ χωρίον ὁμωνύμως κέκληται διὰ τὸ ἀρχὴν εἶναι τοῦ λεχθέντος σχήματος, καὶ ἡ κώμη δὲ ἡ ἐπʼ αὐτῷ καλεῖται Δέλτα.
这样,由于大海和河流的两条流向,便形成了一个岛屿,因其形状相似而被称为三角洲;而位于顶点处的那个地方也因是上述形状的起点而同名,其上的村庄也叫作三角洲。
δύο μὲν οὖν ταῦτα τοῦ Νείλου στόματα, ὧν τὸ μὲν Πηλουσιακὸν καλεῖται, τὸ δὲ Κανωβικὸν καὶ Ἡρακλειωτικόν· μεταξὺ δὲ τούτων ἄλλαι πέντε εἰσὶν ἐκβολαὶ αἵ γε ἀξιόλογοι, λεπτότεραι δὲ πλείους· ἀπὸ γὰρ τῶν πρώτων μερῶν ἀπορρῶγες πολλαὶ καθʼ ὅλην μερισθεῖσαι τὴν νῆσον πολλὰ καὶ ῥεῖθρα καὶ νήσους ἐποίησαν, ὥσθʼ ὅλην γενέσθαι πλωτὴν διωρύγων ἐπὶ διώρυξι τμηθεισῶν, αἳ κατὰ ῥᾳστώνην πλέονται τοσαύτην ὥστε καὶ ὀστράκινα ἐνίοις εἶναι πορθμεῖα·
因此,这就是尼罗河的两个主要河口,其中一个被称为佩鲁西乌姆口,另一个被称为卡诺布斯和赫拉克莱翁口;在这两个河口之间,至少还有五个值得注意的其他河口,以及更多较细的河口;因为从河流的最初部分开始,许多分流分布在整个岛上,造成了许多水道和岛屿,以至于通过在运河上开凿运河,使整个岛屿都变得可以航行;这些运河航行起来如此便利,以至于某些人甚至使用陶制的渡船。
τὴν μὲν οὖν περίμετρον ὅσον τρισχιλίων σταδίων ἐστὶν ἡ σύμπασα νῆσος· καλοῦσι δʼ αὐτὴν καὶ τὴν κάτω χώραν σὺν ταῖς ἀπαντικρὺ ποταμίαις τοῦ Δέλτα·
因此,整个岛屿的周长大约是三千斯塔迪翁;他们也将这个岛屿,连同三角洲对面的沿河土地,称为下部地区。
ἐν δὲ ταῖς ἀναβάσεσι τοῦ Νείλου καλύπτεται πᾶσα καὶ πελαγίζει πλὴν τῶν οἰκήσεων· αὗται δʼ ἐπὶ λόφων αὐτοφυῶν ἢ χωμάτων ἵδρυνται, πόλεις τε ἀξιόλογοι καὶ κῶμαι, νησίζουσαι κατὰ τὴν πόρρωθεν ὄψιν.
在尼罗河上涨期间,除了住宅之外,整个地方都被淹没,变成了一片汪洋;这些住宅都建在天然的丘陵或堤坝上,它们是值得注意的城市和村庄,从远处看去就像是岛屿。
πλείους δὲ τετταράκοντα ἡμέρας τοῦ θέρους διαμεῖναν τὸ ὕδωρ ἔπειθʼ ὑπόβασιν λαμβάνει κατʼ ὀλίγον, καθάπερ καὶ τὴν αὔξησιν ἔσχεν· ἐν ἑξήκοντα δὲ ἡμέραις τελέως γυμνοῦται καὶ ἀναψύχεται τὸ πεδίον· ὅσῳ δὲ θᾶττον ἡ ἀνάψυξις, τοσῷδε θᾶττον ὁ ἄροτος καὶ ὁ σπόρος· θᾶττον δέ, παρʼ οἷς τὰ μείζω θάλπη.
河水在夏季停留四十多天后,接着像上涨时一样,开始逐渐退去;在六十天内,平原完全裸露并干燥;干燥得越快,耕作和播种也就越快;而在那些经历更强烈炎热的人那里,这一过程会更快。
τὸν αὐτὸν τρόπον καὶ τὰ ἐπάνω τοῦ Δέλτα ποτίζεται, πλὴν ὅτι ἐπʼ εὐθείας ὅσον τετρακισχιλίοις σταδίοις διʼ ἑνὸς ῥείθρου τοῦ ποταμοῦ φερομένου, πλὴν εἴ πού τις ἐντρέχει νῆσος, ὧν ἀξιολογωτάτη ἡ τὸν Ἡρακλειωτικὸν νομὸν περιέχουσα, ἢ εἴ πού τις ἐκτροπὴ διώρυγι ἐπὶ πλέον εἰς λίμνην μεγάλην καὶ χώραν, ἣν ποτίζειν δύναται, καθάπερ ἐπὶ τῆς τὸν Ἀρσινοΐτην νομὸν ποτιζούσης καὶ τὴν Μοίριδος λίμνην καὶ τῶν εἰς τὴν Μαρεῶτιν ἀναχεομένων.
三角洲上方的地区也以同样的方式得到灌溉,不同之处仅在于河流在约四千斯塔迪翁的距离内通过单一的水道笔直地流动,除非在某处有岛屿介在其中(其中最值得注意的是包含赫拉克莱翁诺姆的那座岛),或者在某处通过运河有更大程度的分流注入一个大湖和它所能灌溉的土地,就像灌溉阿尔西诺伊特诺姆和莫里斯湖的运河,以及流向马里奥蒂斯湖的运河那样。
συλλήβδην δʼ εἰπεῖν, ἡ ποταμία μόνον ἐστὶν Αἴγυπτος ἡ ἑκατέρωθεν * ἐσχάτη τοῦ Νείλου, σπάνιον εἴ που τριακοσίων σταδίων ἐπέχουσα συνεχῶς πλάτος τὸ οἰκήσιμον ἀρξαμένη ἀπὸ τῶν ὅρων τῆς Αἰθιοπίας μέχρι τῆς κορυφῆς τοῦ Δέλτα.
简而言之,埃及仅指尼罗河两端极限处的沿河土地,从埃塞俄比亚的边界开始直到三角洲的顶点,其连续可居住的宽度极少有达到三百斯塔迪翁的地方。
ἔοικεν οὖν κειρία * ψυχομένη ἐπὶ μῆκος, ὑπεξαιρουμένων τῶν ἐπὶ πλέον ἐκτροπῶν.
因此,如果除开那些较大的分流不计,它就像是一条被拉长并晾干的带子。
ποιεῖ δὲ τὸ σχῆμα τοῦτο τῆς ποταμίας ἧς λέγω καὶ τῆς χώρας τὰ ὄρη τὰ ἑκατέρωθεν ἀπὸ τῶν περὶ Συήνην τόπων καταγόμενα μέχρι τοῦ Αἰγυπτίου πελάγους· ἐφʼ ὅσον γὰρ ταῦτα παρατείνει καὶ διέστηκεν ἀπʼ ἀλλήλων, ἐπὶ τοσοῦτον καὶ ὁ ποταμὸς συνάγεταί τε καὶ διαχεῖται καὶ διασχηματίζει τὴν χώραν διαφόρως τὴν οἰκήσιμον· ἡ δὲ ὑπὲρ τῶν ὀρῶν ἐπὶ συχνὸν ἀοίκητός ἐστιν.
而两旁的山脉从塞恩周围的地区一直向下延伸到埃及海,塑造了我所说的沿河土地和这个国家的这种形状;因为这些山脉延伸多远、彼此相距多远,河流也就随之收窄和散开多远,并以不同的方式塑造着可居住的土地;而山脉之外的广阔地区则是无人居住的。

词汇与语法注释

  1. 17.1.4εἶτʼ ἐπὶ κορυφὴν σχιζόμενος — 现在分词 `σχιζόμενος` 与主语 `ὁ Νεῖλος` 一致。指河流向北流至三角洲顶点处开始分流的起点。
  2. 17.1.4πλευρὰς δὲ τοῦ τριγώνου — 宾格的 `πλευρὰς` 充当后续分词短语 `τὰ σχιζόμενα... ῥεῖθρα`(主格)的某种谓语性宾格,或作为被省略动词如 `ἀποτελεῖ` 的宾语,用以表达“分流的水流构成了三角形的两边”。
  3. p.1101ἔοικεν οὖν κειρία * ψυχομένη ἐπὶ μῆκος — 名词 `κειρία`(带子、绷带或带)带有星号,表示抄本流传中可能存在文本损毁。配合分词 `ψυχομένη`(被晾干或被冷却),将埃及极其狭长的可居住河谷形状比作一条为了晾干而拉得很长的带子。

引用这一段

斯特拉波, 地理学 §17.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。