Humanitext Reader

ストラボン · 地理誌 §17.1.32-17.1.34

メンフィスのサラピス神殿とギザのピラミッド

557 / 577 箇所 · ギリシア語

要旨

メンフィスのサラピス神殿とその周辺の砂漠の危険性、ギザの3大ピラミッドの特徴とロドピスにまつわる逸話、およびピラミッド周辺で見つかるレンズ豆状の化石のような石屑について記述している。

§17.1.32ἔστι δὲ καὶ Σαράπειον ἐν ἀμμώδει τόπῳ σφόδρα ὥσθʼ ὑπʼ ἀνέμων θῖνας ἄμμων σωρεύεσθαι, ὑφʼ ὧν αἱ σφίγγες αἱ μὲν καὶ μέχρι κεφαλῆς ἑωρῶντο ὑφʼ ἡμῶν κατακεχωσμέναι αἱ δʼ ἡμιφανεῖς·
また、サラピス神殿はきわめて砂の多い場所にあり、風によって砂丘が積み上げられ、それらによってスフィンクスたちが、あるものは頭まで私たちによって埋もれているのが見られ、他のものは半分だけ姿を現していた。
ἐξ ὧν εἰκάζειν παρῆν τὸν κίνδυνον, εἰ τῷ βαδίζοντι πρὸς τὸ ἱερὸν λαῖλαψ ἐπιπέσοι.
これらから、神殿へと歩む人に嵐が襲いかかった場合の危険を推測することができた。
πόλις δʼ ἐστὶ μεγάλη τε καὶ εὔανδρος, δευτέρα μετὰ Ἀλεξάνδρειαν, μιγάδων ἀνδρῶν, καθάπερ καὶ τῶν ἐκεῖ συνῳκισμένων·
市は大きくて人口が多く、アレクサンドリアに次ぐ第二の都市であり、そこに共同で居住している人々(アレクサンドリアの住民)と同様に、混成の人々からなる。
πρόκεινται δὲ καὶ λίμναι τῆς πόλεως καὶ τῶν βασιλείων, ἃ νῦν μὲν κατέσπασται καί ἐστιν ἔρημα·
また、市と王宮の前には湖群が広がっているが、王宮は現在は破壊されて荒廃している。
ἵδρυται δʼ ἐφʼ ὕψους καθήκοντα μέχρι τοῦ κάτω τῆς πόλεως ἐδάφους· συνάπτει δʼ ἄλσος αὐτῷ καὶ λίμνη.
王宮は市の下方の平地にまで下る高台の上に建てられており、それには聖樹の森と湖が隣接している。
§17.1.33τετταράκοντα δʼ ἀπὸ τῆς πόλεως σταδίους προελθόντι ὀρεινή τις ὀφρύς ἐστιν, ἐφʼ ᾗ πολλαὶ μέν εἰσι πυραμίδες, τάφοι τῶν βασιλέων, τρεῖς δʼ ἀξιόλογοι·
市から40スタディオン進んだところに、ある山の尾根があり、その上には多くのピラミッド(王たちの墓)があるが、3つが注目に値する。
τὰς δὲ δύο τούτων καὶ ἐν τοῖς ἑπτὰ θεάμασι καταριθμοῦνται·
これらの中の2つは世界の七つの驚異の中にも数えられている。
εἰσὶ γὰρ σταδιαῖαι τὸ ὕψος, τετράγωνοι τῷ σχήματι, τῆς πλευρᾶς ἑκάστης μικρῷ μεῖζον τὸ ὕψος ἔχουσαι·
というのも、それらは高さが1スタディオンあり、四角い形状で、それぞれの底辺よりも高さがわずかに大きいからである。
μικρῷ δὲ καὶ ἡ ἑτέρα τῆς ἑτέρας ἐστὶ μείζων·
また、一方は他方よりもわずかに大きい。
ἔχει δʼ ἐν ὕψει μέσως πως τῶν πλευρῶν λίθον ἐξαιρέσιμον· ἀρθέντος δὲ σῦρίγξ ἐστι σκολιὰ μέχρι τῆς θήκης·
それは側面のほぼ中ほどの高さに取り外し可能な石を備えており、これを取り外すと、玄室にまで至る曲がりくねった通路がある。
αὗται μὲν οὖν ἐγγὺς ἀλλήλων ἐπὶ τῷ αὐτῷ ἐπιπέδῳ, ἀπωτέρω δʼ ἐστὶν ἐν ὕψει μείζονι τῆς ὀρεινῆς ἡ τρίτη πολὺ ἐλάττων τῶν δυεῖν, πολὺ δὲ μείζονος δαπάνης κατεσκευασμένη·
さて、これらは同じ平地の上で互いに近くに立っているが、少し離れた山のより高いところにある第三のものは、2つに比べてはるかに小さいものの、はるかに多大な費用をかけて造られている。
ἀπὸ γὰρ θεμελίων μέχρι μέσου σχεδόν τι μέλανος λίθου ἐστίν, ἐξ οὗ καὶ τὰς θυΐας κατασκευάζουσι, κομίζοντες πόρρωθεν· ἀπὸ γὰρ τῶν τῆς Αἰθιοπίας ὀρῶν·
なぜなら、基礎からほぼ中ほどまでは黒い石(人々はこれから臼をも作る)でできており、それを遠くから、すなわちエチオピアの山々から運んできたからである。
καὶ τῷ σκληρὸς εἶναι καὶ δυσκατέργαστος πολυτελῆ τὴν πραγματείαν παρέσχε·
その石は硬くて加工しにくいため、その作業に多大な費用を要した。
λέγεται δὲ τῆς ἑταίρας τάφος γεγονὼς ὑπὸ τῶν ἐραστῶν, ἣν Σαπφὼ μὲν ἡ τῶν μελῶν ποιήτρια καλεῖ Δωρίχαν, ἐρωμένην τοῦ ἀδελφοῦ αὐτῆς Χαράξου γεγονυῖαν, οἶνον κατάγοντος εἰς Ναύκρατιν Λέσβιον κατʼ ἐμπορίαν, ἄλλοι δʼ ὀνομάζουσι Ῥοδῶπιν·
これは、愛人たちによって建てられた、ある遊女の墓であると言われている。 抒情詩人サッポーは、彼女をドリカと呼んでおり、サッポーの兄カラクソス(彼は交易のためにレスボスワインをナウクラティスへ運んでいた)の愛人であったとしているが、他の人々はロドピスと呼んでいる。
μυθεύουσι δʼ ὅτι λουομένης αὐτῆς ἓν τῶν ὑποδημάτων αὐτῆς ἁρπάσας ἀετὸς παρὰ τῆς θεραπαίνης κομίσειεν εἰς Μέμφιν καὶ τοῦ βασιλέως δικαιοδοτοῦντος ὑπαιθρίου, γενόμενος κατὰ κορυφὴν αὐτοῦ ῥίψειε τὸ ὑπόδημα εἰς τὸν κόλπον·
彼女に関して次のような物語が語られている。 彼女が沐浴していたとき、一羽の鷲が彼女の侍女から靴の片方を奪い去ってメンフィスへと運び、王が屋外で裁判を行っていたとき、王の頭上に達してその靴を王の膝の上に落とした。
ὁ δὲ καὶ τῷ ῥυθμῷ τοῦ ὑποδήματος καὶ τῷ παραδόξῳ κινηθεὶς περιπέμψειεν εἰς τὴν χώραν κατὰ ζήτησιν τῆς φορούσης ἀνθρώπου τοῦτο, εὑρεθεῖσα δʼ ἐν τῇ πόλει τῶν Ναυκρατιτῶν ἀναχθείη καὶ γένοιτο γυνὴ τοῦ βασιλέως, τελευτήσασα δὲ τοῦ λεχθέντος τύχοι τάφου.
王はその靴の美しさと奇妙な出来事に心を動かされ、これを履いていた女性を捜し出すために国中に使者を送った。 そして、彼女はナウクラティス市民の市で見つかって連れて行かれ、王の妻となった。 そして、死後に前述の墓を得たのだという。
§17.1.34̔̀εν δέ τι τῶν ὁραθέντων ὑφʼ ἡμῶν ἐν ταῖς πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν.
しかし、ピラミッドにおいて私たちが見た驚くべき事柄の一つは、見落とすべきではない。
ἐκ γὰρ τῆς λατύπης σωροί τινες πρὸ τῶν πυραμίδων κεῖνται· ἐν τούτοις δʼ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ·
なぜなら、石屑からなるいくつかの小山がピラミッドの前に横たわっており、これらの中に、形状も大きさもレンズ豆に似た小石が見出されるからである。
ἐνίοις δὲ καὶ ὡς ἂν πτίσμα οἷον ἡμιλεπίστων ὑποτρέχει·
あるものには、あたかも半分殻のむけた精白された穀物のようなものが混じっている。
φασὶ δʼ ἀπολιθωθῆναι λείψανα τῆς τῶν ἐργαζομένων τροφῆς· οὐκ ἀπέοικε δέ·
人々は、それらが労働者たちの食物の残骸が化石化したものであると言っているが、これはあり得ないことではない。
καὶ γὰρ οἴκοι παρʼ ἡμῖν λόφος ἐστὶν ἐν πεδίῳ παραμήκης, οὗτος δʼ ἐστὶ μεστὸς ψήφων φακοειδῶν λίθου πωρείας·
なぜなら、私の故郷でも、平野の中に細長い丘があり、これは凝灰岩のレンズ豆状の小石で満ちているからである。
καὶ αἱ θαλάττιαι δὲ καὶ αἱ ποτάμιαι ψῆφοι σχεδόν τι τὴν αὐτὴν ἀπορίαν ὑπογράφουσιν·
海や川の小石もまた、ほぼ同様の疑問を提示している。
ἀλλʼ αὗται μὲν ἐν τῇ κινήσει τῇ διὰ τοῦ ῥεύματος εὑρεσιλογίαν τινὰ ἔχουσιν, ἐκεῖ δʼ ἀπορωτέρα ἡ σκέψις.
しかし、これらは流れによる運動の中に何らかの説明を見出しうるが、あちらについては、考察はより困難である。
εἴρηται δʼ ἐν ἄλλοις καὶ διότι περὶ τὸ μέταλλον τῶν λίθων, ἐξ ὧν αἱ πυραμίδες γεγόνασιν, ἐν ὄψει ταῖς πυραμίσιν ὂν πέραν ἐν τῇ Ἀραβίᾳ, Τρωικόν τι καλεῖται πετρῶδες ἱκανῶς ὄρος καὶ σπήλαια ὑπʼ αὐτῷ καὶ κώμη πλησίον καὶ τούτοις καὶ τῷ ποταμῷ, Τροία καλουμένη, κατοικία παλαιὰ τῶν Μενελάῳ συγκατακολουθησάντων αἰχμαλώτων Τρώων, καταμεινάντων δʼ αὐτόθι.
また、ピラミッドが造られた石の採石場について(それはアラビア側の対岸にあり、ピラミッドから見えるところにあるが)、他の箇所でも述べられている。 そこにはトロイコンと呼ばれる非常に岩がちな山があり、その下には洞窟群があり、それらと川の近くにはトロイアと呼ばれる村がある。 これはメネラオスに従ってきた捕虜のトロイア人たちで、そこに踏みとどまった者たちの古い定住地である。

語釈・文法注

  1. 1126προελθόντι — 単数男性与格分詞。位置や道程を示す際の「関係者の与格」(または判断者の与格)であり、「市から40スタディオン進んだ人にとって」という意味を表す。主節の主語である山脈の尾根(ὀφρύς)に対する観察者の視点を規定している。
  2. 1127μυθεύουσι δʼ ὅτι — ὅτι 節内の主要動詞が κομίσειεν や ῥίψειε などの希求法になっている。これは主節の動詞 μυθεύουσι(彼らは物語る)が過去の出来事を描写する歴史的現在として機能しているため、間接話法における「斜格の希求法」(optative of indirect discourse)が適用されているためである。
  3. 1128ὡς ἂν πτίσμα — ὡς ἂν は仮定的な比較(「あたかも〜であるかのように」)を表し、名詞 πτίσμα(精白された穀物)を修飾している。さらに同格の οἷον ἡμιλεπίστων(半分殻がむけたもののような)が補足され、石の破片の中に、穀物の殻が半分むけた状態に似たものが混在している様子(ὑποτρέχει)を描写している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.32-17.1.34. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.32-17.1.34

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。